ΜΥΡΙΟΒΙΒΛΟΣ - Ηλεκτρονική Βιβλιοθήκη της Εκκλησίας της Ελλάδος - Ελληνικό κείμενο
Home Page

On Line Library of the Church of Greece


Συμεών ο Νέος Θεολόγος

Κατηχήσεις

Από: Κ. Φρατζολά (επιμ.), Συμεών του Νέου Θεολόγου, Κατηχήσεις, εκδ. Ορθόδοξης Κυψέλης, Θεσ/νίκη 1988. (Αναδημοσίευση του κειμένου του π. Βασιλείου Κριβοσέϊν από τη σειρά Sources Chrétiennes).
Το κείμενο δακτυλογράφησε και προσέφερε στη Μυριόβιβλο η δούλη του Θεού Ευφροσύνη.


Myriobiblos Home

 

ΑΙ ΚΑΤΗΧΗΣΕΙΣ ΚΑΙ ΑΙ ΕΥΧΑΡΙΣΤΙΑΙ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΥΜΕΩΝ ΤΟΥ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ ΗΓΟΥΜΕΝΟΥ ΚΑΙ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΗΣ ΤΟΥ ΑΓΙΟΥ ΜΑΜΑΝΤΟΣ ΤΗΣ ΞΗΡΟΚΕΡΚΟΥ.

 

 

 

Λόγος  Α΄: Περί ἀγάπης. Καί ποῖαί εἰσι τῶν πνευματικῶν ἀνδρῶν αἱ ὁδοί καί αἱ πράξεις. Καί μακαρισμός πρός τούς ἔχοντας τήν ἀγάπην ἐγκάρδιον. 

 

Λόγος Β΄: Περί τοῦ φεύγειν τούς λοιμούς καί φθοροποιούς τῶν ἀνθρώπων καί τούς λόγους αὐτῶν ἀποπέμπεσθαι καί πρός τήν ἐργασίαν τῆς ἀρετῆς ἀναστῆναι. Ἔτι δέ καί περί τοῦ δεῖν σκοπεῖν εἰ τά τῶν μακαρισμῶν τοῦ Χριστοῦ ἐν ἑαυτοῖς ἔχομεν. Καί περί δακρύων καί κατανύξεως.

 

Λόγος Γ΄: Περί τοῦ ὅτι χρή καλῶς ὑποτάσσεσθαι καί μή ἐπιλανθάνεσθαι τῶν συνθηκῶν, ὧν πρός Θεόν συνεθέμεθα. Καί ὅτι οὐ δεῖ γογγίζειν ἐπί ταῖς παννύχοις ἀγρυπνίαις τῶν ὄρθρων.

 

Λόγος Δ΄: Περί μετανοίας καί κατανύξεως. Καί ἐκ ποίων ταύτην ἔργων κτήσασθαι δυνατόν. Καί ὅτι ἄνευ δακρύων ἀδύνατον εἰς καθαρότητα καί ἀπάθειαν ἐλάσαι τινά.

 

Λόγος Ε΄: Περί μετανοίας. Καί ὅτι οὐκ ἀρκεῖ ἡμῖν ἡ τῶν ἐνόντων μόνον διάδοσις καί ἡ ἀπογύμνωσις αὐτή τῶν πραγμάτων εἰς κάθαρσιν ψυχῆς, ἐάν μή καί τό πένθος κτησώμεθα. Καί περί τῆς τοῦ Ἀδάμ ἐξορίας. Καί ὅτι εἰ μετενόησε παραβάς, οὐκ ἄν τοῦ παραδείσου ἐξέπεσε. Καί οἷον ἀγαθόν εἰργάσατο αὐτοῦ ἡ μετά τήν ἔκπτωσιν μετάνοια. Καί περί τῆς δευτέρας τοῦ Κυρίου παρουσίας καί τῆς τῶν ἁμαρτωλῶν κατακρίσεως. Καί πρός τό τέλος, ἔλεγχος τῶν ἐν κακίᾳ καί ὑποκρίσει ζώντων.

 

Λόγος στ΄: Περί ἐργασίας πνευματικῆς. Καί τίς ἦν ἡ ἐργασία τῶν παλαιῶν ἁγίων. Καί πῶς ταύτην κατορθῶσαι δυνάμεθα, ἵνα καί μέτοχοι, ὥσπερ ἐκεῖνοι, τοῦ Παναγίου γενώμεθα Πνεύματος.  

 

Λόγος  Ζ΄: Περί προσπαθείας τῆς εἰς τούς συγγενεῖς. Καί τίς ἡ ἀπάτη αὐτῆς καί εἰς οἷον βόθρον καί δεσμόν κατάγει τούς κρατουμένους ὑπ᾿ αὐτῆς. Καί περί ἀπογνώσεως καί τῆς ἐν ταύτῃ διαφορᾶς. Καί τί ἐστι τό “Ὁ πιστεύσας καί βαπτισθείς σωθήσεται, ὁ δέ ἀπιστήσας κατακριθήσεται”.  

 

Λόγος Η΄: Περί τελείας ἀγάπης καί τίς ἡ ταύτης ἐνέργεια. Καί ὅτι ἐάν μή διά σπουδῆς ἐντεῦθεν ἤδη τῆς τοῦ Πνεύματος μεθέξεως γενώμεθα μέτοχοι, οὐδέ πιστοί καί χριστιανοί δυνάμεθα εἶναι, ἀλλ᾿ οὐδέ υἱοί καί τέκνα Θεοῦ χρηματίσωμεν.  

 

Λόγος Θ΄: Περί ἐλεημοσύνης. Καί τίς ἐστιν ὁ πεινῶντα τόν Θεόν τρέφων καί διψῶντα ποτίζων καί καθεξῆς. Καί πῶς τοῦτό τινι κατορθωθήσεται. Καί ὅτι εἰ μή τις καί ἐν ἑαυτῷ ταῦτα πάντα ποιήσει καί θρέψει καί ποτίσει Χριστόν, οὐδέν ὠφεληθήσεται ἐκ τοῦ ταῦτα μόνον ποιεῖν εἰς τούς πένητας, ἑαυτόν δέ ἄτροφον παρορᾶν καί γυμνόν τῆς δικαιοσύνης τοῦ Θεοῦ.  

 

Λόγος Ι΄: Περί μετοχῆς Πνεύματος Ἁγίου καί ἁγιωσύνης καί τελείας ἀπαθείας. Καί ὅτι ὁ ἀγαπῶν τήν ἐξ ἀνθρώπων δόξαν οὐδέν ἐκ τῶν λοιπῶν ἀρετῶν ὠφελεῖται, κἄν πάσας κατώρθωσε.

 

Λόγος ΙΑ΄: Περί νηστείας. Καί ὅτι οὐ χρή τό τῆς νηστείας ὠφέλιμον ἐν τῇ πρώτῃ καί μόνῃ τῶν νηστειῶν ἑβδομάδι σπουδαίως τηρεῖν καί ἀσπάζεσθαι, ἀλλά τήν ἴσην καί τήν αὐτήν σπουδήν ἐν πάσαις ταῖς ἑβδομάσι τῶν νηστειῶν ἀναγκαῖον τοῖς σπουδαίοις διατηρεῖν.

 

Λόγος ΙΒ΄: Περί ἐγκρατείας καί ὑπομονῆς εἰς τήν ἐργασίαν τῶν ἀρετῶν ἐν τῷ καιρῷ τῆς νηστείας. Καί περί σιωπῆς. Καί ὅπως δεῖ ἐν πάσῃ τῇ νηστείᾳ διάγειν τούς ἀγωνιζομένους ἐν ἀληθείᾳ.

 

Λόγος ΙΓ ΄: Περί τῆς τοῦ Χριστοῦ ἀναστάσεως. Καί ὁποία τίς ἐστιν ἤ πῶς ἐν ἡμῖν γίνεται ἡ ἀνάστασις τοῦ Χριστοῦ καί ἐν αὐτῇ ἡ ἀνάστασις τῆς ψυχῆς. Καί τί τό μυστήριον ταύτης τῆς ἀναστάσεως. Ἐλέχθη μετά τό Πάσχα τῇ δευτέρᾳ τῆς δευτέρας ἑβδομάδος τοῦ Πάσχα.

 

Λόγος ΙΔ΄: Περί μετανοίας καί ἀρχῆς βίου μοναδικοῦ. Καί πῶς τις ὁδῷ καί τάξει προβαίνων εἰς ἀρετήν ἐν τῇ τῶν ἐντολῶν ἐργασίᾳ εἰς τελειότητα ἔρχεται.

 

Λόγος ΙΕ΄: Περί ἐμπαθοῦς καί ἀπίστου καί πονηρᾶς διαθέσεως. Καί τίς ἡ ἕνωσις τοῦ Θεοῦ πρός τούς υἱούς τοῦ φωτός καί τίνα τρόπον ἐν αὐτοῖς αὕτη γίνεται. Καί πρός τό τέλος, καταδρομή τῶν ἀναξίως κατατολμώντων τῆς ἀρχιερωσύνης.

 

Λόγος ΙΣΤ΄: Περί τῶν ἐνεργειῶν τοῦ Πνεύματος τοῦ Ἁγίου. Καί τίς ἡ θεωρία τῶν μυστηρίων αὐτοῦ. Καί ὅπως τοῖς καθαροῖς τήν καρδίαν ἀποκαλύπτονται.Καί διήγησις ἐκ προοιμίων ἐπωφελής περί τινος ὑποτακτικοῦ, λαβόντος Πνεῦμα Ἅγιον ταῖς εὐχαῖς τοῦ πνευματικοῦ αὐτοῦ πατρός.

 

Λόγος ΙΖ΄: Περί θεωρίας καί ἀποκαλύψεως και πεφωτισμένης εὐχῆς. Καί ὅπως ὁ ὑπό τῆς ἀγάπης κατασχεθείς τοῦ Θεοῦ καί εἰς βάθος ταπεινοφροσύνης ἐλάσας, ἐνεργεῖται ὑπό τοῦ Πνεύματος τοῦ Ἁγίου.

 

Λόγος ΙΗ΄: Περί μεθόδων τοῦ πονηροῦ, ὧν ὑποβάλλει τοῖς κουφοτέροις καί φιλοπρωτεύουσιν, ὁπόταν ὁ ποιμήν ἐξ ἀνθρώπων γένηται. Καί ὅτι χρή τούς μέν ἀναξίως ἐπιπηδῶντας τῇ ἀρχῇ πάσῃ κωλύειν συνωθεῖν ἐπί τοῦτο καί συνεργεῖν. Καί πρός τῷ τέλει, πρός τόν ποιμένα.

 

Λόγος ΙΘ΄: Ὅτι οὐ χρή ἐπί μόνοις τοῖς λόγοις καί ταῖς ὑποσχέσεσι θαρρεῖν τῶν ἀνθρώπων, ἀλλ᾿ ἐκ τῶν ἔργων τό πιστόν βεβαιοῦσθαι τῶν λόγων αὐτῶν. Καί οἵα τίς ἐστιν ἡ τῶν ἀληθινῶν διδασκάλων διάθεσις καί ἀγάπη πρός τούς μαθητευομένους αὐτοῖς. Καί ὁποῖα τά σπλάγχνα καί ἡ φροντίς αὐτῶν. Καί ὅπως ὑπέρ αὐτῶν ἐντυγχάνουσι τῷ Θεῷ.

 

Λόγος Κ΄: Περί ἀποταγῆς καί ἐκκοπῆς θελήματος, πρός τούς αἰτήσαντας γράψαι αὐτοῖς πῶς ὀφείλει τις τόν ἀσκητικόν διανύσαι βίον. Καί ὅτι καλόν ἐπί τούτῳ καί ἐπωφελές ἐμπείρῳ χρήσασθαι ὁδηγῷ ἤγουν πνευματικῷ πατρί εἰς τό αμαθεῖν τά τῆς ἀρετῆς καί τῆς ἀσκητικῆς τέχνης τήν δυσκατόρθωτον ἐργασίαν. Καί περί πίστεως τῆς εἰς τούς πνευματικούς πατέρας καί θεωρίας φωτός, ὑφ᾿ οὗ πᾶσα φωτιζομένη ψυχή προκόπτει εἰς ἀγάπην Θεοῦ.

 

 

Βοηθήματα:

Look up entries in the Greek Lexicon

Greek Grammar On The Web

Overview of Greek Syntax

 

 

MYRIOBIBLOS HOME  |  TOP OF PAGE