The New Testament

ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ        ΜΥΡΙΟΒΙΒΛΟΣ



ΚΑΤΑ ΙΩΑΝΝΗΝ

5

 

1 Μετὰ ταῦτα ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. [1] 2 ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. 3 ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. 4 ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. [2] 5 ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. 6 τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; 7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. 8 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἔγειρε, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 9 καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 10 ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· Σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράβαττον. 11 ἀπεκρίθη αὐτοῖς· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 12 ἠρώτησαν οὖν αὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; 13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. 14 μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται.  

Καὶ τοῖς μαθηταῖς ἀμφότερα ἐνεχείρισεν· εἰπὼν μὲν γὰρ πορευθέντες βαπτίζετε πάντα τὰ ἔθνη εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος͵ τὴν χάριν ἐδήλωσεν͵ τὴν ἄφεσιν τῶν παραπτωμάτων· ἐπαγαγὼν δὲ διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν͵ τὴν παιδείαν ἐνέφηνεν. Ἃ δὴ καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ σωτήριος͵ παιδεύουσα ἡμᾶς. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Θεῷ καὶ διὰ παντὸς ἔχωμεν διὰ μνήμης τὴν χάριν ταύτην· κἂν τετυφωμένος ᾖς͵ κἂν εὐθυμῇς͵ παιδεύσει σε ἡ χάρις μετριάζειν. Ὅταν γὰρ ἐννοήσῃς ὅτι ὁ τῶν ἀγγέλων δεσπότης Θεὸς ὁ σύνθρονος τοῦ πατρός͵ δούλου μορφὴν ἔλαβεν͵ οὐ δυνήσῃ ποτὲ ὀργῆς ἢ ἀπονοίας πάθος κατασχεῖν ἐν τῇ ψυχῇ. [3] 

15 ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. 16 Καὶ διὰ τοῦτο ἐδίωκον τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. 17 ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς· Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.  

Δυσωπεῖ τοιγαροῦν ταῖς εἰς ἄτοπον ἐννοίαις τὸν ἀχάλινον τῶν διωκόντων θυμόν͵ οὐχ ἑαυτῷ τοσοῦτον ἀντιτείνοντας δεικνύς͵ ὅσον εἰπεῖν τῷ Πατρί͵ ᾧ δὴ καὶ μόνῳ τὴν τοῦ νόμου τιμὴν ἀναγράφειν ἐσπούδαζον͵ οὔπω γινώσκοντες τὸν ἐξ αὐτοῦ καὶ δι΄ αὐτοῦ κατὰ φύσιν Υἱόν· διὰ γάρ τοι τοῦτο καὶ μοναδικῶς ἑαυτοῦ Πατέρα φησὶ τὸν Θεόν͵ εὐφυέστατα χειραγωγῶν εἰς τὸ κάλλιστον δὴ τοῦτο καὶ τίμιον μάθημα. [4] 

18 διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. 19 ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ.  

Μὴ ἐπιτιμᾶτε γάρ͵ φησί͵ τοῖς ἔργοις τοῦ Υἱοῦ· τὴν γὰρ τοῦ τεκόντος αὐτὸν ὡς ἐν ἰδίαις ἐννοίαις ἤτοι φυσικοῖς κινήμασιν ἀναθεωρῶν οὐσίαν͵ ὧνπερ ἂν ἴδοι πρεπόντως ἐργάτιν αὐτήν͵ ταῦτα δὴ πράττει καὶ ἕτερον οὐδέν͵ παθεῖν τι τῶν παρὰ φύσιν διὰ τὸ ἐξ αὐτῆς ὑπάρχειν οὐ δυνάμενος· οἷον͵ ἔχει τὸ θέλειν ἐλεεῖν ἡ τοῦ Πατρὸς φύσις, τοῦτο δὴ καὶ ἐνυπάρχον αὐτῇ θεωρῶν ὁ Υἱὸς ὡς ἐξ αὐτοῦ φυσικῶς͵ ἐλεήμων ἐστίν͵ οὐ δυνάμενος ἕτερόν τι παρ' ὅπερ ἐστὶν ἐκείνη γενέσθαι. ἔχει γὰρ ἐκ Πατρὸς͵ ὥσπερ τὴν οὐσίαν͵ οὕτω καὶ τὰ τῆς οὐσίας ἀγαθά· ἁπλῶς δὲ δῆλον ὅτι καὶ ἀσυνθέτως ὡς Θεός. [5] 

20 ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε. 21 ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτω καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ. 22 οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ, 23 ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα. ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν.  

Υἱοῦ δὲ οὐκ ὄντος συναναιρεθήσεται πάντως καὶ τὸ εἶναι Πατέρα τὸν Θεόν. πῶς οὖν ἀληθεύσει λέγων ὁ Παῦλος περὶ αὐτοῦ Ἐξ οὗ πᾶσα πατριὰ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται; εἰ γὰρ μὴ γεγέννηκεν ἐξ ἑαυτοῦ θεοπρεπῶς τὸν Υἱόν͵ πῶς ἐν αὐτῷ τῆς πατρότητος ἡ ἀρχὴ διήκουσα κατὰ μίμησιν ἐπί τε τοὺς ὄντας ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς; ἀλλ' ἔστι Πατὴρ κατ' ἀλήθειαν ὁ Θεός· Υἱὸς ἄρα κατὰ φύσιν ὁ Μονογενής͵ εἴσω τε πάντως ἐστὶ τῶν τῆς θεότητος ὅρων· Θεὸς γὰρ ἐκ Θεοῦ τεχθήσεται͵ καθάπερ οὖν ὁ ἄνθρωπος ἐξ ἀνθρώπου τυχόν͵ καὶ οὐ διαψεύσεται τοῦ Θεοῦ καὶ Πατρὸς ἡ τὰ πάντα ὑπερκειμένη φύσις τὸν αὐτῇ μὴ πρέποντα τεκοῦσα καρπόν. [6] 

24 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.  

Οἱ τὸ τέλειον τῆς πρὸς θεὸν ἀγάπης κεκτημένοι καὶ τὸ πτερὸν τῆς ψυχῆς διὰ τῶν ἀρετῶν μετεωρίσαντες͵ κατὰ τὸν Ἀπόστολον ἐν νεφέλαις ἁρπάζονται καὶ εἰς κρίσιν οὐκ ἔρχονται. Οἱ δέ γε μὴ πάντη τὸ τέλειον κτησάμενοι ἀλλὰ καὶ ἁμαρτήματα καὶ κατορθώματα κεκτημένοι͵ οὗτοι ἐν τῷ δικαστηρίῳ τῆς κρίσεως ἔρχονται κἀκεῖ διὰ τῆς τῶν ἀγαθῶν καὶ φαύλων πράξεων ἀντεξετάσεως οἱονεὶ πυρούμενοι͵ εἴπερ ἡ τῶν ἀγαθῶν πλάστιγξ ἐπιβαρήσει͵ καθαίρονται τῆς κολάσεως. [7] 

25 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται· 26 ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ· 27 καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστί. 

Οὐκ εἶπε· Υἱὸς ἀνθρώπου λέγεται͵ ἀλλ' ἔστι͵ καὶ μὴ θαυμάζετε τοῦτο͵ φησίν͵ ὅτι υἱὸς ἀνθρώπου ζωοποιεῖ. Οὗτος γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου υἱός ἐστι τοῦ θεοῦ οὐκ ὀνόματι οὐδὲ χάριτι͵ ἀλλὰ φύσει͵ ἐπειδὴ φύσει ζωοποιὸς ὥσπερ ὁ πατήρ, φύσει θεὸς ὥσπερ καὶ ὁ πατήρ. Καὶ πάλιν πρὸς τὴν Μάρθαν· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Ὁ πιστεύων εἰς ἐμέ͵ κἂν ἀποθάνῃ͵ ζήσεται. Καὶ πάλιν· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. Οὐ πιστεύεις͵ ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί; Καὶ πάλιν· Αὕτη ἐστὶν ἡ αἰώνιος ζωή͵ ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καί͵ ὃν ἀπέστειλας͵ Ἰησοῦν. Τοῦ Φιλίππου εἰπόντος· Δεῖξον ἡμῖν τὸν πατέρα͵ καὶ ἀρκεῖ ἡμῖν͵ εἰδὼς ὁ κύριος͵ ὡς ἀμήχανον σωματικοῖς ὀφθαλμοῖς θεὸν ὁρᾶν αὖθις τε ὡς ἡ αὐτοῦ ἐπίγνωσις τοῦ πατρός ἐστιν ἐπίγνωσις ὡς ὁμοουσίου - τῶν γὰρ ὁμοουσίων μία καὶ ἡ αὐτὴ γνῶσις - ἐπιπληκτικώτερόν φησι πρὸς αὐτόν· Τοσοῦτον χρόνον ἔχω μεθ΄ ὑμῶν καὶ οὐκ ἔγνωκάς με͵ Φίλιππε; Ἔγνω μὲν γὰρ αὐτὸν ἄνθρωπον͵ ἀλλ' ἐπιπλήττεται ὡς μὴ θεὸν αὐτὸν πίστει καὶ διανοίας ἐπεγνωκὼς ὄμμασιν. Εἰ γὰρ αὐτὸν ἐπεγνώκει θεόν͵ ἐπέγνω ἂν καὶ τὸν πατέρα· ὁ γὰρ ἑωρακὼς αὐτόν͵ θεὸν δηλαδή͵ ἐπέγνω καὶ τὸν πατέρα. Οὐ γὰρ ὁ ἄνθρωπον αὐτὸν ἐπιγνοὺς μόνον ἤδη καὶ τὸν πατέρα ἔγνω· οὐ γὰρ ἄνθρωπος ὁ πατήρ. Αὕτη δὲ ἡ γνῶσις͵ τὸ γινώσκειν δηλαδὴ θεὸν τὸν πατέρα καὶ αὐτὸν τὸν Ἰησοῦν θεόν͵ ζωὴ αἰώνιός ἐστι. Καὶ μέντοι τὸ μὴ εἰδέναι τοῦτο͵ θάνατος αἰώνιος. [8] 

28 μὴ θαυμάζετε τοῦτο· ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, 29 καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.  

Ὁ δὲ μεσίτης θεοῦ καὶ ἀνθρώπων ὁ δι΄ ἑαυτοῦ συνάπτων τῷ θεῷ τὸ ἀνθρώπινον ἐκεῖνο συνάπτει μόνον͵ ὅπερ ἂν τῆς πρὸς τὸν θεὸν συμφυΐας ἄξιον ᾗ. ὥσπερ γὰρ τὸν ἑαυτοῦ ἄνθρωπον τῇ δυνάμει τῆς θεότητος ἐν ἑαυτῷ προσῳκείωσε͵ μέρος μὲν τῆς κοινῆς φύσεως ὄντα͵ οὐ μὴν τοῖς πάθεσιν ὑποπεπτωκότα τῆς φύσεως τοῖς εἰς ἁμαρτίαν ἐκκαλουμένοις (Ἁμαρτίαν γάρ͵ φησίν͵ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ)· οὕτω καὶ τοὺς καθ΄ ἕκαστον προσάξει τῇ συναφείᾳ τῆς θεότητος͵ εἰ μηδὲν ἐπάγοιντο τῆς πρὸς τὸ θεῖον συμφυΐας ἀνάξιον. ἀλλ' εἴ τις ἀληθῶς εἴη θεοῦ ναὸς μηδὲν κακίας εἴδωλον καὶ ἀφίδρυμα ἐν ἑαυτῷ περιέχων͵ οὗτος ὑπὸ τοῦ μεσίτου πρὸς μετουσίαν τῆς θεότητος παραληφθήσεται͵ καθαρὸς γενόμενος πρὸς τὴν ὑποδοχὴν τῆς αὐτοῦ καθαρότητος. οὔτε γὰρ εἰς κακότεχνον ψυχὴν εἰσελεύσεται σοφία͵ καθὼς ὁ λόγος φησίν͵ οὔτε ὁ καθαρὸς τῇ καρδίᾳ ἄλλο τι παρὰ τὸν θεὸν ἐν ἑαυτῷ βλέπει͵ ᾧ διὰ τῆς ἀφθαρσίας προσκολληθεὶς ἐντὸς ἑαυτοῦ πᾶσαν τὴν ἀγαθὴν βασιλείαν ἐδέξατο. [9] 

30 οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν. καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός. 

Καὶ τοῦ Πνεύματος τοῦ ἁγίου τοῦ διαιροῦντος μὲν τὰ μεγάλα καὶ θαυμαστὰ χαρίσματα͵ ἐνεργοῦντος δὲ τὰ πάντα ἐν πᾶσι λαλοῦντός τε ἀφ΄ ἑαυτοῦ οὐδὲν ἀλλ΄ ὅσα ἂν ἀκούσῃ παρὰ τοῦ Κυρίου͵ ταῦτα λαλοῦντος· πῶς οὐ πολλῷ μᾶλλον ἀνάγκη πᾶσαν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ σπουδάζουσαν τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης͵ πληροῦν ἐκεῖνο τὸ ἐν ταῖς Πράξεσιν εἰρημένον͵ ὅτι Τοῦ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία; [10] 

31 Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. 32 ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. 33 ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ· 34 ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε. [11] 35 ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ. 36 ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου· τὰ γὰρ ἔργα ἃ ἔδωκέ μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκε. 37 καὶ ὁ πέμψας με πατὴρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ. οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε οὔτε εἶδος αὐτοῦ ἑωράκατε, 38 καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε μένοντα ἐν ὑμῖν, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. 39 ἐρευνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· [12] 40 καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε. 41 δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω· 42 ἀλλ' ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. 43 ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. 44 πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε; 45 μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. 46 εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. 47 εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε;

 


 


[1] “Τὴν ἐπὶ τοῖς ἀζύμοις ἑορτὴν ἐπιτελεσάντων τῶν Ἰουδαίων͵ ἐν ᾗ καὶ τὸ πρόβατον ἀποσφάττειν ἔθος αὐτοῖς͵ κατὰ τὸν τοῦ πάσχα δηλονότι καιρὸν͵ ἀπαίρει μὲν τῆς Ἱερουσαλὴμ͵ Σαμαρείταις δὲ καὶ ἀλλογενέσιν ὁ Χριστὸς ἐπιμίσγεται͵ καὶ διδάσκει παρ΄ αὐτοῖς͵ ἐπὶ ταῖς τῶν Φαρισαίων δυστροπίαις λελυπημένος· ὑπονοστήσας δὲ μόλις κατὰ τὸν καιρὸν τῆς ἁγίας πεντηκοστῆς· αὕτη γὰρ ἦν ἐφεξῆς καὶ γείτων ἐν τοῖς Ἱεροσολύμοις ἡ πανήγυρις· ἐπὶ τοῖς τῆς κολυμβήθρας ὕδασιν ὑγιάζει τὸν παράλυτον͵ μακρὸν μὲν ἐν ἀῤῥωστίᾳ δαπανήσαντα χρόνον· ἦν γὰρ δὴ καὶ ὄγδοον ἔτος ἐπὶ τριακοστῷ· πλὴν οὔπω πρὸς τὸν ἐκ νόμου τέλειον ἀριθμὸν ἀναβεβηκότα͵ φημὶ δὲ δὴ τὸν ἐκ δέκα τετράκις͵ ἤτοι τεσσαράκοντα”. Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σ. 305.

[2] “προβατικὴ δὲ κολυμβήθρα ἐλέγετο ἀπὸ τοῦ τὰ προσαγόμενα πρόβατα ταῖς ἑορταῖς ἐκεῖ συναθροίζεσθαι͵ καὶ ἀπὸ τοῦ θυομένων τῶν προβάτων ἐν ἐκείνῳ πλύνεσθαι τῷ ὕδατι τὰ ἔγκατα. ἐντεῦθεν γοῦν καὶ πολὺ πλῆθος τῶν διαφόροις ἀρρωστήμασι κατεχομένων ἐν τῷ τόπῳ συνείλεκτο ἐπὶ θεραπείας ἐλπίδι͵ ὡς ἂν τοῦ ὕδατος αὐτοῦ δυναμένου τι πάντως͵ ἐν ᾧπερ τῶν προσαγομένων τῷ θεῷ καὶ θυομένων ἐνεβάλλετο τὰ ἔγκατα. ταύτῃ δὲ αὐτῶν τῇ ὑπολήψει καὶ ὁ θεὸς συνεργῶν κατά τινας ἀδήλους καιροὺς κίνησιν τοῦ ὕδατος γίνεσθαι παρεσκεύαζεν͵ ἣν ὡς κατά τινα θείαν ἐνέργειαν ἀποτελεῖσθαι πιστεύοντες͵ οὕτω κατιόντες τὴν θεραπείαν ἐκομίζοντο͵ πολλῶν μὲν κατὰ ταὐτὸν οὐ θεραπευομένων͵ τοῦ δὲ πρώτου καταβάντος τῆς χάριτος ἀπολαύοντος͵ ἵνα μὴ τὸ πρόχειρον τῆς θεραπείας ἐλαττώσῃ τὸ θαῦμα”. Ὠριγένης, Εἰς τὸ Κατὰ Ἰωάννην, Preuschen, ἀπ. 61.

[3] Χρυσόστομος, Εἰς τὸ Ἐπεφάνη ἡ χάρις τοῦ Χριστοῦ, Wenger, ἑν. 21-22.

[4] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σ. 315.

[5] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σ. 326.

[6] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σελ. 338-9.

[7] Μάξιμος ὁ Ὁμολογητής, Ἀπορούμενα καὶ ἀμφιβαλλόμενα, Declerck, ἑν. 1.10.

[8] Ἰωάννης ὁ Δαμασκηνός, Κατὰ Νεστοριανῶν, Kotter, ἑν. 42.

[9] Γρηγόριος Νύσσης, Πρὸς Ὀλύμπιον περὶ τελειότητος, Jaeger, τ. 8.1, σελ. 204-5.

[10] Μ. Βασίλειος, Πρόλογος (7) στὰ ἀσκητικά – Περὶ κρίματος Θεοῦ, PG 31.660.

[11] “Πρὸς τὴν ἐκείνων ὑπόληψιν καὶ ἀσθένειαν οὕτω τὸν λόγον προήνεγκεν͵ καὶ τὸ ἐπαγόμενον δέ· ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω͵ ταῦτα δὲ εἶπον͵ τοῦτ΄ ἔστι διὰ τοῦτο τὸν Ἰωάννην προέφερον ὑμῖν εἰς μαρτυρίαν͵ ἵνα ὑμεῖς σωθῆτε͵ τρανῶς τὴν εἰρημένην παρέστησεν ἔννοιαν͵ ὅτι πρὸς τὴν ἐκείνων ὑπόληψιν καὶ ἀσθένειαν οὕτω τοῖς λόγοις ἐχρήσατο”. Φώτιος, Σχόλια στὸ Κατὰ Ἰωάννην, Reuss, ἀπ. 35.

[12] “Εἰ καθ’ ὑμᾶς οὐ δεῖ ἐρευνᾷν τάς φωνάς τῶν Γραφῶν καί τῶν Πατέρων, ἐκβάλλομεν πᾶσαν τήν Γραφήν τήν Παλαιάν καί τήν Καινήν. Ἠκούσαμεν γάρ λέγοντος τοῦ Δαβίδ· Μακάριοι οἱ ἐξερευνῶντες τά μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν· ὡς μηδενός χωρίς ἐρεύνης δυναμένου ἐκζητῆσαι τόν Θεόν. Καί πάλιν· Συνέτισόν με, καί ἐξερευνήσω τόν νόμον σου, καί φυλάξω αὐτόν ἐν ὅλῃ καρδίᾳ μου· ὡς τῆς ἐρεύνης ἀγούσης ἐπί τήν γνῶσιν τοῦ νόμου, καί τῆς γνώσεως πόθῳ πειθούσης τούς ἀξίους ἐν καρδίᾳ αὐτῶν φυλάξαι, διά τῆς πληρώσεως τῶν ἐν αὐτῷ κειμένων ἁγίων ἐντολῶν. Καί πάλιν· Θαυμαστά τά μαρτύριά σου, διά τοῦτο ἐξηρευνήσεν αὐτά ἡ ψυχή μου. Τί δέ παραβολάς καί αἰνίγματα καί σκοτεινούς λόγους ἐρευνᾷν ἡμᾶς βούλεται ὁ παροιμιακός λόγος; Τί δέ ὁ Κύριος ἐν παραβολαῖς λαλῶν βούλεται νοεῖν τούς μαθητάς, διδάσκων τῶν παραβολῶν τήν διάνοιαν; Τί δέ προστάσσων, Ἐρευνᾶτε τάς Γραφάς, ὡς μαρτυρούσας περί αὐτοῦ; Τί δέ ὁ τῶν ἀποστόλων κορυφαῖος Πέτρος διδάσκειν βούλεται, Περί ἧς σωτηρίας ἐξεζήτησαν, καί ἐξηρεύνησαν προφῆται, λέγων; Τί δέ Παῦλος ὁ θεῖος ἀπόστολος, λέγων· Εἰ κεκαλυμμένον ἐστί τό Εὐαγγέλιον, ἀλλ’ ἐν τοῖς ἀπολλυμένοις, ὧν ὁ Θεός τοῦ αἰῶνος τούτου ἐτύφλωσε τούς ὀφθαλμούς τῆς διανοίας αὐτῶν, εἰς τό μή διαυγάσαι αὐτοῖς τόν φωτισμόν τῆς γνώσεως τοῦ Χριστοῦ; Ὡς ἔοικεν, ἐξομοιωθῆναι ἡμᾶς βούλεσθε τοῖς Ἰουδαίοις, οἵτινες ἁπλαῖς ταῖς φωναῖς, ὡς λέγετε, τουτέστι μόνῳ τῷ γράμματι ὥσπερ τινι φορυτῷ ἐγχώσαντες τόν νοῦν, ἐξέπεσαν τῆς ἀληθείας, τό κάλυμμα ἔχοντες ἐν ταῖς καρδίαις αὐτῶν, τοῦ μή νοῆσαι τό κύριον Πνεῦμα, τό ἐγκεκρυμμένον τῷ γράμματι, περί οὗ φησι· Τό μέν γράμμα ἀποκτένει· τό δέ πνεῦμα ζωοποιεῖ. Πληροφορηθῇ ὁ δεσπότης μου, ὅτι ἐγώ οὐκ ἀνέχομαι δέξασθαι φωνήν χωρίς τῆς ἐγκειμένης αὐτῇ διανοίας, ἵνα μή γένωμαι προφανής Ἰουδαῖος.” Μάξιμος ὁ Ὁμολογητής, Περὶ τῶν πραχθέντων.., PG 90.149.

 

<<

>>

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ  -  ΚΑΤΑ ΙΩΑΝΝΗΝ

^

www.myriobiblos.gr/bible/nt-fathers.html

ΕΠΙΚΟΙΝΩΝΙΑ