image with the sign of Myriobiblos





Κεντρική Σελίδα | Βιβλιοθήκη | Αφιερώματα | Σεμινάρια | Παρουσιάσεις Βιβλίων

ΕΛΛΗΝΙΚΑ | ENGLISH | FRANÇAIS | ESPAÑOL | ITALIANO | DEUTSCH

русский | ROMÂNESC | БЪЛГАРСКИ


ΒΙΒΛΙΟΘΗΚΗ
 


ΕΠΙΚΟΙΝΩΝIA

Κλάδος Διαδικτύου

ΑΝΑΖΗΤΗΣΗ





ΕΛΛΗΝΙΚΟ ΚΕΙΜΕΝΟ


Προηγούμενη Σελίδα
Φώτιος ὁ Μέγας

Ἐπιστολὴ πρὸς Βούλγαρον Ἡγεμόνα

Εισαγωγή, κείμενο, μετάφραση καὶ σημειώσεις: Παν. Κ. Χρήστου.
Περιοδικό Ἐποπτεία, Φεβρουάριος 1992, Ἀθήνα.



ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ

Ἡ πέμπτη Σύνοδος

17. Ἡ δὲ ἁγία καὶ οἰκουμενικὴ πέμπτη σύνοδος,(11) τέμενος μὲν ἱερὸν αὐτῇ ἡ Κωνσταντίνου μεγαλόπολις ἀφιέρωτο, πέντε δὲ καὶ ἑξήκοντα καὶ ἑκατὸν θεοφόρων πατέρων παρουσίᾳ καὶ συνδρομῇ ἐκρατύνετο. Ὧν ἡγοῦντο καὶ προέλαμπον Μηνᾶς μὲν τὴν ἀρχήν, εἶτα δὲ καὶ Εὐτύχιος, τῆς αὐτῆς βασιλίδος ἐκ διαδοχῆς τοὺς ἀρχιερατικοὺς πηδαλιουχήσαντες οἴακας• καὶ Βιγίλιος ὁ τῆς 'Ρώμης τὴν ἱερὰν λαχὼν ἐφορείαν, παρὼν μὲν τῇ πόλει, οὐ παρὼν δὲ τῇ συνόδῳ• ὃς εἰ καὶ μὴ πρόθυμος εἰς τὴν συνδρομὴν τῆς ἱερᾶς ὁμηγύρεως κατέστη, ἀλλ' οὐδὲν ἔλαττον ὅμως τὴν κοινὴν τῶν πατέρων πίστιν ἐπεκύρου λιβέλλῳ. Σὺν οἷς Ἄπολινάριός τε ὁ Ἀλεξανδρείας καὶ Δόμνος ὁ Ἀντιοχείας τῷ ἀρχιερατικῷ ἀξιώματι κεκοσμημένοι• καὶ δὴ καὶ Δίδυμος καὶ Εὐάγριος, Εὐστοχίου τοῦ Ἱεροσολύμων ἀρχιερέως τὸν τόπον ἀναπληροῦντες. Τηνικαῦτα δὲ καὶ Ἰουστινιανὸς ὁ κράτιστος ἐν βασιλεῦσι τῆς 'Ρωμαϊκῆς ἀρχῆς τὰς φροντίδας ἐχείριζεν καὶ τῷ ἐκκλησιαστικῷ συνεφώνει φρονήμάτι.

18. Αὕτη τοιγαροῦν ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος Νεστορίου πάλιν τὰ μιαρὰ παραφυόμενα δόγματα εἰς τὸ παντελὲς ἐξεθέρισεν, ἅμα αὐτῷ ἐκείνῳ τῷ σπορεῖ τῷν ζιζανίων• μεθ' οὗ Θεόδωρον καὶ Διόδωρον, ὧν ὁ μὲν Ταρσοῦ πόλεως, ὁ δὲ Μοψουεστίας ἐπεσκόπησεν, οἱ Νεστορίου πρότερον τὴν τοιαύτην ὠδίνοντες αἵρεσιν καὶ ἔγγραφον ἀπολελοίπασι, τῆς νόθου διανοίας τὰ νόθα καὶ ἔκφυλα κυήματα. Ἔτι δὲ κατεδίκασεν καὶ ἀνεθεμάτισεν Ὤριγένην, Δίδυμον, Εὐάγριον, παλαιὰ τῶν πιστῶν ἀρρωστήματα, ἄνδρας τὴν ἑλληνικὴν μυθολογίαν ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ παρεισενεγκεῖν φιλονεικήσαντας. Προϋπάρχειν τε γὰρ οὗτοι τὰς ψυχὰς τῶν σωμάτων ἐληρώδουν, καὶ πολλὰ σώματα τὴν αὐτὴν μετενδύεσθαι• δόγμα μιαρὸν καὶ κατάπτυστον, καὶ μόνων ὡς ἀληθῶς ἐκείνων τῶν ψυχῶν ἄξιον. Καὶ τέλος δὲ τῆς ἀτελευτήτου κολάσεως ἐψηφίζοντο• ἄλλη τοῦτο παράκλησις πρὸς ἁμαρτίαν πᾶσαν καὶ ἀπώλειαν. Καὶ τοῖς πονηροῖς δαίμοσιν τὸ ἀρχαῖον ἀξίωμα ἐχαρίζοντο, ἐπαναδραμεῖν αὐτοὺς εἰς τὴν ἄνωθεν δόξαν ἐξ ἧς ἐξέπεσον ἀναπλάττοντες. Ἔτι δὲ οὐδὲ τὰ σώματα ταῖς ψυχαῖς ἐβούλοντο συνανίστασθαι, γυμνὰς δὲ αὐτὰς σωμάτων ἀνιστῶσιν, οὐκ οἶδ' ὅ τί καὶ καλοῦντες ἀνάστασιν, εἴπερ τοῦ πεπτωκότος καὶ θανόντος ἡ ἀνάστασις, οὐχὶ δὲ τοῦ ἀεὶ ἐστῶτος καὶ ἐν ἀφθαρσίᾳ διαμένοντος, οἷὸν πέρ ἐστιν ἡ ψυχή• οὐδὲ τοῦτο δυσωπηθέντες οἱ ἄθλιοι, ἡλίκον οἷον ἀδίκημα δι' ὧν ληροῦσιν τοῦ δικαίου κριτοῦ κατηγοροῦσιν. Πῶς γὰρ οὐκ ἐσχάτην ἀδικίαν αὐτοῦ καταμαρτυροῦσιν, τὰ μὲν συναθλήσαντα σώματα ταῖς ψυχαῖς τοῖς κατ' ἀρετὴν πόνοις τῶν κοινῶν ἐπάθλων ἀποστερεῖν αὐτὸν βλασφημοῦντες, τὰ δ' αὖ πάλιν συνεξαμαρτόντα τῆς κοινῆς αἰτίας καὶ πράξεως ἀνεπιτίμητα καταλιμπάνειν, μόνας δὲ τὰς ψυχὰς χωρὶς τῶν συδιαπραξαμένων σωμάτων ἢ διπλὴν εἰσπράττειν τιμωρίαν ἢ διπλῆς ἀξιοῦν μισθαποδοσίας;

19. Οὐ μόνον δὲ τὰ τοιαῦτα τῶν δυσφημιῶν ὁ ἱερὸς οὗτος τῶν πατέρων χορὸς ἀπεκήρυξεν, ἀλλὰ καὶ πρό γε τούτων, οὐ πολλῷ ἔμπροσθεν χρόνῳ, καθεῖλεν καὶ ἀνεθεμάτισεν Ἄνθιμόν τε τὸν Τραπεζούντιον, τὸ Εὐτυχοῦς ὑποθάλποντα φρόνημα, καὶ Σεβῆρον Πέτρον τε τὸν Ἄπαμείας καὶ Ζωόραν καὶ πᾶσαν τὴν πονηρὰν ἐκείνην καὶ πολυκέφαλον διασπορὰν καὶ συμμορίαν, Ἀγαπητοῦ μὲν μάλιστα τοῦ 'Ρώμης τῆς εὐαγοῦς προκατάρξαντος πράξεως, συμψήφων δὲ καὶ συνεργῶν ἀναφανέντων τῶν περιωνύμων ἀρχιερέων, ὧν ὁ μὲν Ἐὐφραίμιος ὁ κλεινός (τῆς Ἄντιόχου δὲ οὗτος), τῶν Ἰεροσολύμων δὲ Πέτρος ὁ ἱερὸς ἐπετρόπευεν. Τούτους οὖν ἅπαντας τὸ θεῖον τῶν ἀρχιερέων συνάθροισμα ἐκκηρύξαντές τε καὶ ἀποβαλόμενοι τὰ ἀπλανῆ καὶ θεῖα τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἐκράτυνάν τε καὶ ἐπεκύρωσαν δόγματα. Καὶ τὰ μὲν τῆς οἰκουμενικῆς πέμπτης συνόδου ἐν τούτοις.





Σημειώσεις

11. Τὸ 553 στὴν Κωνσταντινούπολι. Κύρια θέματα τὰ ὑπολείμματα τοῦ Νεστοριανισμοῦ καὶ τοῦ Ὠριγενισμο



Προηγούμενη Σελίδα