image with the sign of Myriobiblos





Κεντρική Σελίδα | Βιβλιοθήκη | Αφιερώματα | Σεμινάρια | Παρουσιάσεις Βιβλίων

ΕΛΛΗΝΙΚΑ | ENGLISH | FRANÇAIS | ESPAÑOL | ITALIANO | DEUTSCH

русский | ROMÂNESC | БЪЛГАРСКИ


ΒΙΒΛΙΟΘΗΚΗ
 


ΕΠΙΚΟΙΝΩΝIA

Κλάδος Διαδικτύου

ΑΝΑΖΗΤΗΣΗ





ΕΛΛΗΝΙΚΟ ΚΕΙΜΕΝΟ


Προηγούμενη Σελίδα
Φώτιος ὁ Μέγας

Ἐπιστολὴ πρὸς Βούλγαρον Ἡγεμόνα

Εισαγωγή, κείμενο, μετάφραση καὶ σημειώσεις: Παν. Κ. Χρήστου.
Περιοδικό Ἐποπτεία, Φεβρουάριος 1992, Ἀθήνα.



ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ

Ἡ δευτέρα Σύνοδος

9. Ἡ δὲ ἁγία καὶ οἰκουμενικὴ σύνοδος(2) τῶν μὲν ἱερῶν φροντισμάτων τὴν βασιλίδα πόλιν ἱερὸν ἐδείκνυ φροντιστήριον εἰς πεντήκοντα δὲ καὶ ἑκατὸν ἄνδρας ἱεροὺς συναγείρετο, ἐξάρχους ἔχουσα Τιμόθεόν τε τὸν Ἀλεξανδρείας καὶ τὸν ἀξιοθαύμαστον τῆς Ἀντιοχείας Μελέτιον Κύριλλόν τε τῶν Ἱεροσολύμων τοὺς ἀρχιερατικοὺς θρόνους ἰθύνοντας• καὶ δὴ καὶ Νεκτάριον, ὅς ἄρτι τῆς τῶν κατηχουμένων ἀγέλης ἀφορισθεὶς καὶ τῷ θείῳ λουτρῷ τὸν τοῦ βίου ρύπον ἀποπλυνάμενος, καθαρὸς ἤδη τὸ καθαρώτατον τῆς ἱεραρχίας ἀξίωμα περιβάλλεται, ψήφῳ μὲν κοινῇ τῆς συνόδου, χειροθεσὶᾳ δὲ τῶν προκρίτων, καὶ ἅμα τε τῆς βασιλευούσης ἐπίσκοπος καὶ τῆς συνόδου ἐχρημάτιζεν ἒξαρχος• μεθ' ὧν Γρηγόριος ὃ τε τῆς ἐν Καππαδοκίᾳ Νύσσης ἐπίσκοπος καὶ ὁ τῆς θεολογίας(3) ἐξ ἔργων ἐπώνυμος• οἷς οὐ πολὺς χρόνος καὶ Δάμασος ὁ τῆς Ρώμης τὰ αὐτὰ κρατύνων ἐγνωρίζετο, σύμφωνος τοῖς προλαβοῦσι καθιστάμενος.

10. Οὗτος δὴ οὖν ὁ ἱεροφάντης χορὸς Μακεδόνιόν τινα, τὸν Κωνσταντινουπόλεως θρόνον ἅρπαγμα πάλαι ποιησάμενον, ὅτι τὸ πανάγιον καὶ ζωαρχικὸν ἐδυσφήμει πνεῦμα, εὐθύνας ἐδικαίου δοῦναι. Ὡς γὰρ Ἄρειος κατὰ τοῦ υἱοῦ, οὕτω καὶ αὐτὸς κατὰ τοῦ παναγίου παραταττόμενος πνεύματος, εἰς δούλους καὶ ὑπηρέτας τὴν δεσποτικὴν καὶ ὑπερκειμένην αὐτοῦ συνέταττεν κυριότητα. Καίτοι ῥᾷον ἦν, εἲπερ ἐβούλετο, τῷ ἀθλίῳ συνορᾶν ὅτι, καθάπερ οἱ τὸν υἱὸν εἰς κτίσμα τάττοντες τὴν ὕβριν οὐδὲν ἧττον προσάπτουσιν τῷ πατρί, οὕτως καὶ οἱ τὸ πανάγιον αὐτοῦ πνεῦμα τοῖς ποιήμασιν ἐναριθμοῦντες τὴν ἴσην καὶ ὁμοίαν βλασφημίαν ἀφιᾶσιν κατ' αὐτοῦ. Εἰ γὰρ τὸ πνεῦμα κτίσμα, κἀκεῖνος οὗ τὸ πνεῦμα μετὰ τῶν κτισμάτων. Εἰ δὲ καὶ ἀκοαῖς ἀφόρητον ἡ τῆς ἀθεότητος ταύτης ὑπερβολή, πῶς οὐ συνῆκεν ὁ ταλαίπωρος ἐκεῖνο φυγεῖν δι’οὗ πρὸς τούτους ἀνάγκη πεσεῖν τοὺς θεομάχους λογισμούς; ἀθετεῖς τὸ πνεῦμα εἶναι θεὸν• πῶς "ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ"(4) καὶ οὐδὲν τῶν τοῦ θεοῦ κρύφιον ἀπ' αὐτοῦ; πῶς ἐστιν "ἄλλος παράκλητος";(5) πῶς συντάττεται πατρὶ καὶ υἱῷ; "πορευθέντες" γὰρ αὐτός φησιν ὁ υἱός, "μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος".(6) Εἰ ἕν τι τῶν τριῶν κτίσμα ἐν οἷς φωτιζόμεθα, οὐδὲ τὰ λοιπὰ καθαρεύσει τῆς ὕβρεως. Ἀλλ' εἰ κτίσμα, πῶς κτίζει; πῶς ἁγιάζει; πῶς ζωοποιεῖ; πῶς διαιρεῖ χαρίσματα; πῶς δὲ θεός;

11. Ἄλλὰ τούτων οὐδὲν ἐκεῖνος ὁ φρενοβλαβὴς ἐπὶ νοῦν βαλόμενος, τῆς μοναρχικῆς αὐτὸ καὶ μιᾶς καὶ ἀδιαιρέτου θεότητος διασπᾶν ἐτόλμα καὶ ἀπεθρασύνετο. Διὸ καὶ τῆς ἀσεβείας ἐπάξια εἴληφεν τὰ ἐπίχειρα, αὐτὸς τε ἀφαιρέσει τῆς ἱερωσύνης ζημιωθεὶς καὶ πάντες ὅσοι τῆς αὐτοῦ θεομαχίας τὸ ἀνίατον παρεζήλωσαν. Καὶ ὡς ἐκεῖνος τὸ πανάγιον πνεῦμα τῆς τριαδικῆς καὶ μιᾶς θεότητός τε καὶ κυριότητος ἀλλοτριοῦν ἐφρυάττετο, οὕτως αὐτὸν ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος καὶ τῆς ἱερωσύνης καὶ τῆς τῶν πιστῶν μερίδος καὶ συναυλίας οἷα δεύτερον ἠλλοτρίωσεν Ἄρειον• τὸ δὲ πανάγιον καὶ ζωαρχικὸν πνεῦμα, ἅτε δὴ ὁμοφυὲς καὶ ὁμοούσιον ἰσοσθενές τε καὶ παντοδύναμον, τῷ πατρὶ καὶ τῷ υἱῷ συμπροσκυνεῖσθαι καὶ συνδοξολογεῖσθαι κατὰ τὰς πατρικάς τε καὶ θεολογικὰς φωνὰς ἀνεκήρυξαν, ἐκθερίσαντες τέλεον καὶ εἴ τι τῆς Ἀρειανῆς σπορᾶς ζιζάνιον ὑπεφύετο. Τηνικαῦτα δὲ τὰς βασιλείας ἡνίας ὁ μέγας ὡς ἀληθῶς καὶ μεγάλης εὐφημίας ἄξιος περιεζώννυτο Θεοδόσιος, πρόμαχος καὶ αὐτὸς τῆς εὐσεβείας γνωριζόμενος. Ἀλλ' ἐν τούτοις μὲν καὶ αὕτη ἡ ἁγία σύνοδος.





Σημειώσεις

2. Τὸ 381 στὴν Κωνσταντινούπολη. Κύριο θέμα ἡ Πνευματομαχία.

3. Εἶναι παράξενο ποὺ ὁ Φώτιος δὲν χαρακτηρίζει τὸν Γρηγόριο τὸν Θεολόγο ὡς ἀρχιεπίσκοπο Κωνσταντινουπόλεως καὶ πρόεδρο τῆς συνόδου αὐτῆς μετὰ τὸ θάνατο τοῦ Μελετίου.

4. Α'Κόρ. 2, 10.

5. Ἰω. 14, 16.

6. Ματθ. 28, 19.



Προηγούμενη Σελίδα