image with the sign of Myriobiblos





Κεντρική Σελίδα | Βιβλιοθήκη | Αφιερώματα | Σεμινάρια | Παρουσιάσεις Βιβλίων

ΕΛΛΗΝΙΚΑ | ENGLISH | FRANÇAIS | ESPAÑOL | ITALIANO | DEUTSCH

русский | ROMÂNESC | БЪЛГАРСКИ


ΒΙΒΛΙΟΘΗΚΗ
 


ΕΠΙΚΟΙΝΩΝIA

Κλάδος Διαδικτύου

ΑΝΑΖΗΤΗΣΗ





ΕΛΛΗΝΙΚΟ ΚΕΙΜΕΝΟ


Προηγούμενη Σελίδα
Φώτιος ὁ Μέγας

Ἐπιστολὴ πρὸς Βούλγαρον Ἡγεμόνα

Εισαγωγή, κείμενο, μετάφραση καὶ σημειώσεις: Παν. Κ. Χρήστου.
Περιοδικό Ἐποπτεία, Φεβρουάριος 1992, Ἀθήνα.



ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ

Ἐπίλογος

132. Ταῦτά σοι ἐκ πολλῶν ὀλίγα, ὦ τῶν ἐμῶν πνευματικῶν ὠδίνων εὐγενὲς καὶ γνήσιον γέννημα, τῆς περὶ σὲ φιλίας καὶ υἱοθεσίας οἰονεί τινα θεῖα συμβόλαια καὶ ἀρετῆς ἀρχετύπους ἀνατίθημι πίνακας• εἰς οὓς ἀφορῶν καὶ πρὸς ἐκείνους σεαυτὸν σχηματίζων καὶ διαμορφῶν οὐ χαλεπῶς ἕξεις συνορᾶν τίνες τε τῶν πράξεων ἀνθεῖν τὴν ἐν τῇ ψυχῇ παρασκευάζουσιν ὡραιότητα καὶ τίνες αὐτὴν ὥσπερ σπῖλοι καὶ ρυτίδες εἰς αἰσχρὰν ὄψιν καὶ ἀσχήμονα μετασκευάζουσιν. Ὧν τὰς μεν ἀπαλείφων, τὰς δὲ ἐγγραφόμενος, ἔμψυχον ὡς ἀληθῶς καὶ κάλλιστον θεοφιλοῦς πολιτείας σαυτὸν ἐπιδείξεις ἄγαλμα καὶ ἥδιστον ἐμοὶ καὶ πᾶσιν εὐσεβέσιν καὶ θέαμα καὶ διήγημα.

133. Διὸ καὶ τὰς χεῖρας εἰς οὐρανοὺς ἐξαπλώσας καὶ τὴν περὶ σὲ στοργὴν καὶ τὸν πόνον καὶ τὴν εἰς θεὸν ἀναφερομένην δόξαν ἀνθ’ ἱκετηρίας αὐτῷ προτείνας, ἐπεύχομαί σὲ τῶν ἐλπίδων καὶ παραινέσεων ἐργάτην δόκιμον καὶ πιστὸν φύλακα γενέσθαι. Καὶ εἴης μοι διὰ πάσης ἰδέας κατορθωμάτων ἐπίσημος καὶ περίβλεπτος• ἄκρος μὲν σύνεσιν, μνήμην δ' ἀσφαλής• ἡδὺς ἐν λόγοις, τοὺς τρόπους ἡδύτερος• ἐράσμιος ἐντυχεῖν, τοῖς ἀεὶ συνοῦσιν ἐρασμιώτερος• κράτιστος τὸ παρὸν κρῖναι καὶ ἀγαγεῖν εἰς διάταξιν, ὀξὺς τὸ μέλλον ἰδεῖν, προμηθὴς φυλάξασθαι• ἕτοιμος μεγάλας αὐτουργῆσαι πράξεις, ἑτοιμότερος τὸ κατορθωθὲν διασώσασθαι• δεινὸς μὲν τὸ συμφέρον κρύπτειν, κρείττων δὲ λανθάνειν, δεινότερος δὲ φωρᾶσαι τοὺς ἐπηρεάζοντας• φοβερὸς μὲν τοῖς πολεμίοις, ποθεινὸς δὲ τοῖς ὑπηκόοις, ἀμφοῖν δὲ κοινῶς τὸ αἰδεῖσθαι καὶ θαυμάζεσθαι• κρείττων ἡδονῶν, ἥττων σωφροσύνης• ὀργῆς κύριος, πραότητος φίλος• ταχὺς θηρεῦσαι τὸ δίκαιον, ἀδέκαστος διανεῖμαι• γνώμην εὐσταθής, ταῖς ὑποσχέσεσι βέβαιος• γενναῖος ἐν φόβοις, ἄτολμος πρὸς πᾶσαν παρανομίαν, καὶ μηδεμίαν ραστώνην καρτερίας καὶ καλῶν πόνων ἀνταλλασσόμενος• εὐεργετεῖν πρόθυμος, κολάζειν ὀκνηρός• φιλίας ἐραστής, ἔχθρας πολέμιος, ἐλέους πηγή• οἰήσεως μείζων, ταπεινοφροσύνης ἐλαττούμενος• ὑπερόπτης πλούτου, πενίας ἐπίκουρος• ἀλήθειαν τιμῶν, ψεύδει μὴ σπενδόμενος• ἀταπείνωτος οὐκ εὐδοκιμῶν, εὐδοκιμῶν δὲ οὐ φυσιούμενος• γλώσσης αὐτοκράτωρ, ἀκοῆς φύλάξ• ἁφῆς καὶ τῆς ἄλλης αἰσθήσεως ἀδυσώπητος ἐπιστάτης καὶ μηδενὶ πάθει ἐνδιδοὺς μηδὲ τοῖς ἐρεθισμοῖς κηλούμενος τῶν ὀρέξεων. Καὶ σύμπαν εἰπεῖν, εἴης μοι πάσης ἀρετῆς καὶ εὐσεβείας οὐ τοῖς ὑπὸ σὲ μόνον ὑπογραμμὸς καὶ παράδειγμα, ἀλλὰ καὶ τῷ μετὰ σὲ παντὶ τῶν ἀνθρώπων γένει καλὴ καὶ μεγάλη καὶ καλὰ καὶ μεγάλα κατεργαζομένη παραίνεσις.

134. Δι’ ἅ σοι μάλιστα καὶ ἡ τῶν οὐρανῶν ἀνέκφραστος καὶ ἀΐδιος βασιλεία εἰς κλῆρον ἀναφαίρετον καὶ κατασκήνωσιν ἀδιάδοχον καὶ ὑπερφυῆ καὶ θείαν τρυφὴν καὶ ἀπόλαυσιν μὴ λυομένην παρασχεθήσεται.



Προηγούμενη Σελίδα