image with the sign of Myriobiblos





Κεντρική Σελίδα | Βιβλιοθήκη | Αφιερώματα | Σεμινάρια | Παρουσιάσεις Βιβλίων

ΕΛΛΗΝΙΚΑ | ENGLISH | FRANÇAIS | ESPAÑOL | ITALIANO | DEUTSCH

русский | ROMÂNESC | БЪЛГАРСКИ


ΒΙΒΛΙΟΘΗΚΗ
 


ΕΠΙΚΟΙΝΩΝIA

Κλάδος Διαδικτύου

ΑΝΑΖΗΤΗΣΗ





ΕΛΛΗΝΙΚΟ ΚΕΙΜΕΝΟ


Προηγούμενη Σελίδα
Φώτιος ὁ Μέγας

Ἐπιστολὴ πρὸς Βούλγαρον Ἡγεμόνα

Εισαγωγή, κείμενο, μετάφραση καὶ σημειώσεις: Παν. Κ. Χρήστου.
Περιοδικό Ἐποπτεία, Φεβρουάριος 1992, Ἀθήνα.



ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ

Προσευχὴ καὶ λατρεία

38. Σὺ δὲ μοὶ μάλιστα πρόσεχε, ἵνα μὴ μόνον ἀκροατής, ἀλλὰ καὶ ποιητὴς γένῃ καλῶν καὶ ἀξιαγάστων πράξεων• ἀρχὴ δὲ ἡμῖν κἀν τούτοις ἀπὸ τῶν θείων. Εὐχὴ μὲν οὖν θεῶ συνάπτει καὶ οἰκειοῖ, ὁμιλία τις ἔνθεος οὖσα καὶ συνουσία νοερὰ τοῦ πάντων καλλίστου καὶ τιμιωτάτου, ἐξ οὐ πᾶσα μὲν οὐσίωσις καὶ συνοχή, πᾶσα δὲ πρόνοια καὶ χορηγία τῶν ἀγαθῶν, πᾶσα δὲ τελειότης καὶ διακάθαρσις τῶν παθῶν. Ὥστε εἰ καὶ μὴ τι ἄλλο κέρδος ἐκ τῆς εὐχῆς ἀνεφύετο, αὐτὸ δὴ τοῦτο μάλιστα τοῖς φιλοθέοις καὶ τοῦ ἀγαθοῦ φιλοθεάμοσιν ἀντὶ πάσης εὐφροσύνης ἤρκει καὶ πάσης τῆς κατὰ τὸν βίον μακαριότητος καὶ εὐδαιμονίας. Ὅτε δὲ καὶ τῶν ἡμαρτημένων ἄφεσιν λαμβάνομεν δι' αὐτῆς, καὶ τῶν ἄλλων αἰτημάτων ὅσα συμφέρουσιν τὰς ἀγαθοειδεῖς καὶ τελεσιουργοὺς δωρεὰς προκαλούμεθα, ἀξιούμεθά τε τῶν ἀφάτων περὶ ἡμᾶς ἔργων καὶ δωρεῶν διὰ τῆς ἐν αὐτῇ εὐχαριστίας τὸν εὐεργέτην ἀμείβεσθαι, καὶ δὴ καὶ οἷον ἀπαρχάς τινας αὐτῷ προσφέρειν τὰς κατ' ἐκείνην τοῦ νοῦ κινήσεις καὶ δοξολογίας τῆς νοερᾶς ἡμῶν καὶ λογικῆς οὐσιώσεως. Ὅτε τοίνυν τοσαῦτα καὶ τηλικαῦτα τῇ εὐχῇ περιείληπται, πῶς οὐ χρὴ πρὸς ταύτην προθύμως ἐπεκτείνεσθαι καὶ ταύτης ἐρᾶν σφόδρα καὶ ἀντιλαμβάνεσθαι;

39. Σὺ τοίνυν προσεύχου μὲν εὐχὰς ἰδίας διὰ παντὸς καὶ καθ' ἑαυτὸν τῷ θεῷ, προσεύχου δὲ καὶ ἅμα τῷ πλήθει καὶ ἐν τῷ φανερῷ). Δι' ἑκάτερου μὲν γὰρ θεοφιλῶς πραττομένου τὸ ὅσιόν ἐστιν ἀποδιδόναι• ὅσον δὲ τὸ πρότερον εἰς καθαρότητα διανοίας πλεονεκτεῖ, τοσοῦτον τὸ δεύτερον εἰς μίμησιν τοὺς ὁρῶντας παρακαλεῖ• καὶ τὸ μὲν εἰς οἰκεῖον κέρδος συντελεῖ, τὸ δὲ καὶ τοὺς ἄλλους οἶδεν ὠφελεῑν, ὧν ἡ σωτηρία καὶ ἡ προκοπὴ μεγάλη πάλιν τῆς ἀρετῆς ἐστι τοῦ ἄρχοντος μαρτυρία.

40. Ναοὺς ἐπ' ὀνόματι θεοῦ καὶ τῶν αὐτοῦ ἁγίων κατὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς οἰκοδομεῖ, καὶ τούτοις τὸν λαὸν ἐκκλησιάζεσθαι ἔθιζε, ἵνα κοινῆ τὸ θεῖον ἐξιλεούμενοι καὶ κοινὴν τὴν δοξολογίαν προσάγοντες, εἰς κοινήν τε μᾶλλον ὁμόνοιαν συνελαύνωνται καὶ κοινὴν καρπῶνται τὴν σωτηρίαν καὶ ὠφέλειαν.

41. Αἱ θυσίαι μὲν τῆς ἱερᾶς ἡμῶν λατρείας τοῖς ἱερεῦσιν ἀνάκεινται• οἷς ὑπηρετῶν προθύμως καὶ προσφέρων πολλῆς τῆς διὰ τούτων ἀπολαύσεις καὶ εὐεργεσίας καὶ χάριτος. Δύναιο δ' ἂν καὶ σὺ βουληθεὶς κάλλιστον αὐτουργῆσαι θεῷ θῦμα καὶ ἐρασμιώτατον, βίον αὐτῷ καλλιερούμενος καθαρὸν καὶ διανοίας ὀρθότητα.



Προηγούμενη Σελίδα