image with the sign of Myriobiblos





Κεντρική Σελίδα | Βιβλιοθήκη | Αφιερώματα | Σεμινάρια | Παρουσιάσεις Βιβλίων

ΕΛΛΗΝΙΚΑ | ENGLISH | FRANÇAIS | ESPAÑOL | ITALIANO | DEUTSCH

русский | ROMÂNESC | БЪЛГАРСКИ


ΒΙΒΛΙΟΘΗΚΗ
 


ΕΠΙΚΟΙΝΩΝIA

Κλάδος Διαδικτύου

ΑΝΑΖΗΤΗΣΗ





ΕΛΛΗΝΙΚΟ ΚΕΙΜΕΝΟ


Προηγούμενη Σελίδα
Φώτιος ὁ Μέγας

Ἐπιστολὴ πρὸς Βούλγαρον Ἡγεμόνα

Εισαγωγή, κείμενο, μετάφραση καὶ σημειώσεις: Παν. Κ. Χρήστου.
Περιοδικό Ἐποπτεία, Φεβρουάριος 1992, Ἀθήνα.



ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ

Τὸ χριστιανικὸ ἦθος

36. Ὅτι μὲν οὗν χρὴ τὸ θεῖον εἰλικρινῶς ἀγαπᾶν καὶ θεραπεύειν, καὶ τὸ ὁμόφυλον ὡς ἑαυτὸν στέργειν καὶ φιλεῖν,(30) ἔμφυτός πως τοῖς ἀνθρώποις ἡ γνῶσις καθέστηκεν• ἡ βούλησις δὲ μὴ συντρέχουσα τῇ γνώσει, εἰς θέσπισμα καὶ νόμον ἀναγραφῆναι τὴν κοινὴν ἐξεβιάσατο γνώμην. Ὅτι δὲ ὁ τοῦ θείου εἰλικρινὴς ἔρως καὶ ἡ τοῦ πλησίον στοργὴ καὶ τελεία ἀγάπη τῶν ἄλλων ἐντολῶν ἐν ἑαυταῖς περιέχουσι τὰς πράξεις, οὐ χαλεπὸν μὲν καὶ αὐτόθεν κατανοῆσαι, παρίστησι δὲ τοῦτο καὶ ὁ δεσποτικὸς λόγος, ἐν οἷς φησι περὶ αὐτῶν «ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται».(31) Καὶ γὰρ ὁ τὸν θεῖον ἔρωτα ἐνστερνισμένος καὶ τὸν πλησίον ὡς ἑαυτὸν στέργων καὶ φιλῶν, πατέρα μὲν καὶ μητέρα διαφερόντως, ἀγαπήσει καὶ τιμῆς τῆς πρώτης μετά γε θεὸν ἀξιώσει• αἱμάτων δὲ ἐμφυλίων καὶ φόνων οὐ μόνον τὰς χείρας καθαρὰς φυλάξει, ἀλλὰ καὶ τὴν γλῶσσαν καὶ τοὺς λογισμοὺς μελέτης τοιαύτης• οὐ μὴν οὐδὲ κλέψειεν οὗτος, οὐδεὶς γάρ, ὃς ὡς ἑαυτὸν φιλεῖ καὶ φυλάττει, τούτου κλέπτης ἐφωράθη• ἀλλ’οὐδὲ ἀλλοτρίους γάμους διορύξει• οὐδ' ὅρκον ἐπίορκον ὀμόσει• οὐμενοῦν οὐδὲ μαρτυρίαν ψευδῆ κατὰ τοῦ πλησίον μαρτυρήσει• καὶ ὅλως οὐ χειρῶν ἀδίκων ἄρξει, τύπτειν ἢ προπηλακίζειν ἐπιχειρῶν ἢ τύραννος ἐραστὴς τῶν ὅσα τῷ πλησίον ὑπάρχει γινόμενος(32). Ὁ γάρ τι τούτων κατατολμῶν αὐτόθεν λυμαίνεται ἄμφω, καὶ τὸν ἔρωτα τὸν θεῖον καὶ δεσποτικὸν καὶ τοῦ ὁμοφυοῦς τὴν στοργήν, τὸν μὲν ἐπιβουλεύων καὶ περιβάλλων κακοῖς, τὸν δὲ παρὰ φαῦλον ποιούμενος καὶ ὑπερορῶν. Ἐξ ὧν εἰς οἵας ἀπαραιτήτους καὶ πικρὰς τιμωρίας ἐμβάλλει ἑαυτόν, πᾶσίν ἐστι φανερόν. Εἰ γὰρ ὁ τῶν ἀνθρωπίνων προσταγμάτων καὶ τῆς ἐπιστατούσης ἀρχῆς ὑπερόπτης οὐ διαφεύγει τὴν δίκην, ἀλλὰ καὶ εἰς αὐτὸ τὸ ζῆν πολλάκις τὸν κίνδυνον ἔχει, ὁ τὸν δεσπότην τῶν ὅλων καὶ βασιλέα καὶ δημιουργὸν διὰ τῆς εἰς τὸν ὁμόδουλον παροινίας καὶ ἐπιβουλῆς ἀτιμάζων καὶ ἐξουθενῶν καὶ τοὺς αὐτοῦ νόμους διαπαίζων καὶ χλεύην δεικνύς, ἡλίκην τινὰ τὴν τιμωρίαν δώσει• διὸ προσήκει παντὶ τρόπῳ καὶ πάσῃ σπουδῇ μετὰ τῆς καθαρᾶς καὶ ἀμωμήτου ἡμῶν θρησκείας καὶ ταύτας διαφυλάττειν τὰς ἐντολάς• οὐ γάρ ἐστιν, οὐκ ἔστὶ χωρὶς αὐτῶν οὔτε τῆς τῶν πιστῶν καὶ φιλοθέων μερίδας γενέσθαι οὔτε τῆς τῶν οὐρανῶν ἀξιωθῆναι βασιλείας.

37. Άλλὰ ταῦτα μὲν ἀνθρώπῳ παντὶ πάσῃ δυνάμει παραφυλακτέον, ἄρχοντι καὶ ἀρχομένῳ, νέῳ καὶ πρεσβύτῃ, πλουσίῳ καὶ πένητι• κοινὴ γὰρ ἡ φύσις καὶ κοινὰ τὰ προστάγματα καὶ κοινῆς τῆς παραφυλακῆς καὶ ἐπιμελείας δεόμενα. Ἃ δὲ μᾶλλον πρὸς τὴν τῶν ἀρχόντων ὁρᾶ παιδαγωγίαν καὶ τῆ σῇ φυλάττειν ἐπιτηδειότερα ἐξουσίᾳ καὶ ἐξ ὧν ἔσται σοι καὶ περὶ τῶν ἄλλων πλείστη ἐμπειρία, ἐκεῖνά σοι νῦν εἰρήσεται• καὶ γὰρ πολλῆς τῷ ἄρχοντι δεῖ καλοκαγαθίας, τῆς τε ἄλλης καὶ τῆς ἐν ἤθεσιν εὐκοσμίας. Διὸ καὶ φάσιν «ἀρχὴ ἄνδρα δεικνύει»(33) καὶ ὅτι, ὥσπερ ὁ χρυσὸς ἐν ταῖς λιθίναις ἀκόναις δοκιμάζεται, οὕτως ὁ ἀνθρώπινος νοῦς ἐν ταῖς ἀρχικαῖς ἐργασίαις καὶ ταῖς τῶν ἀρχομένων διανοίαις ἐξετάζεται.





Σημειώσεις

30. Ματθ. 22, 37-39.

31. Ματθ. 22,40.

32. Ἐξ. 20, 12-17, σύνοψις τοῦ Δεκάλογου.

33. Πιττακός, στὸν Διογένη Λαέρτιο, 1,71



Προηγούμενη Σελίδα