image with the sign of Myriobiblos





Κεντρική Σελίδα | Βιβλιοθήκη | Αφιερώματα | Σεμινάρια | Παρουσιάσεις Βιβλίων

ΕΛΛΗΝΙΚΑ | ENGLISH | FRANÇAIS | ESPAÑOL | ITALIANO | DEUTSCH

русский | ROMÂNESC | БЪЛГАРСКИ


ΒΙΒΛΙΟΘΗΚΗ
 


ΕΠΙΚΟΙΝΩΝIA

Κλάδος Διαδικτύου

ΑΝΑΖΗΤΗΣΗ





ΕΛΛΗΝΙΚΟ ΚΕΙΜΕΝΟ


Προηγούμενη Σελίδα
Φώτιος ὁ Μέγας

Ἐπιστολὴ πρὸς Βούλγαρον Ἡγεμόνα

Εισαγωγή, κείμενο, μετάφραση καὶ σημειώσεις: Παν. Κ. Χρήστου.
Περιοδικό Ἐποπτεία, Φεβρουάριος 1992, Ἀθήνα.



ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ

Ἡ καθαρότης τῆς Ὀρθοδοξίας

29. Αὕτη τῆς πίστεως ἡμῶν τῶν Χριστιανῶν ἡ καθαρὰ καὶ ἀμώμητος ὁμολογία• αὕτη τῆς ἀχράντου καὶ εἰλικρινοῦς λατρείας ἡμῶν καὶ τῶν περὶ αὐτὴν σεπτῶν μυστηρίων ἡ θεόσοφος μυσταγωγία• κατὰ ταύτην μέχρι βίου δυσμῶν καὶ φρονοῦντες καὶ πιστεύοντες καί πολιτευόμενοι πρὸς τὴν ἀνατολήν του νοητοῦ ἡλίου ἐπειγόμεθα, τῆς ἐκεῖθεν ἀνεσπέρου αὐγῆς καὶ λαμπρότητος τρανότερόν τε καὶ τελειότερον ἀπολαύσαντες. Ταύτην προσήκει καὶ τὴν ὑμετέραν θεοφρούρητον σύνεσιν ἤδη πρὸς τὸν ἡμέτερον κλῆρον τῆς εὐσεβείας ἀφορῶσαν, εἰλικρινεῖ διαθέσει καὶ γνώμης εὐθύτητι καὶ ἀδιστάκτῳ πίστει ἀποδέχεσθαι καὶ στέργειν, καὶ μήτε δεξιᾶ μήτε ἀριστερᾷ(23) μηδὲ ἐπὶ βραχὺ ταύτης ἀποκλίνειν• τοῦτο γὰρ τῶν ἀποστόλων τὸ κήρυγμα, τοῦτο τῶν πατέρων τὸ μάθημα, τοῦτο τῶν οἰκουμενικῶν συνόδων τὸ φρόνημα. Διὸ οὐ μόνον σὲ αὐτὸν φρονεῖν οὕτω δεῖ καὶ δοξάζειν, ἀλλὰ καὶ τοὺς ὑπὸ σὲ τεταγμένους εἰς τὸ αὐτὸ τῆς ἀληθείας φρόνημα χειραγωγεῖν καὶ πρὸς τὴν αὐτὴν καταρτίζειν πίστιν καὶ μηδὲν τῆς τοιαύτης σπουδῆς καὶ ἐπιμελείας ἡγεῖσθαι τιμιώτερον. Ἄρχοντος γὰρ ὡς ἀληθῶς μὴ τῆς ἰδίας μόνον σωτηρίας, ποιεῖσθαι φροντίδα, ἀλλὰ καὶ τὸν ἐμπιστευθέντα λαὸν τῆς ἴσης ἀξιοῦν προνοίας καὶ εἰς τὴν αὐτὴν τῆς θεογνωσίας χειραγωγεῖν τε καὶ προσκαλεῖσθαι τελειότητα. Μὴ τοίνυν τῶν ἐλπίδων ἡμᾶς διαψευσθῆναι ποιήσῃς, ἃς ἡ σὴ περὶ τὰ καλὰ ροπή τε καὶ εὐηκοΐα παρέσχε προβάλλεσθαι• μηδὲ τοὺς πόνους καὶ τοὺς ἀγῶνας, οὕς ὑπὲρ τῆς ὑμετέρας σωτηρίας ἀνεδεξάμεθα χαίροντες, ματαίους ἐλέγξῃς• μηδ' ἄρχεσθαι μὲν προθυμίᾳ τοῦ θείου κηρύγματος ὑποδέχεσθαι τοὺς λόγους σαυτὸν ἐπιδείξῃς, εἰς ραθυμίαν δὲ τὴν προθυμίαν καταλύσης• ἀλλ’ ὅμοιον μὲν τῇ ἀπαρχῇ τὸ τέλος, σύμφωνον δὲ τὴν πολιτείαν τῇ πίστει, κοινὸν δὲ ἀγαθὸν καὶ γένους καὶ πατρίδος τὴν σὴν διδοὺς ἐξουσίαν καθορᾶσθαι καὶ ὀνομάζεσθαι, τὴν ἐμὴν ἐπὶ σοὶ χαρὰν καὶ εὐφροσύνην διατήρει ἀνεξάλειπτον.

30. Ἀλλ' ὅρα δή μοι λοιπόν, φιλόχριστε καὶ πνευματικὲ ἡμῶν υἱέ, καὶ εἴ τι ἄλλο κλεινὸν καὶ καλὸν καὶ στοργῆς ἄξιον ὄνομα, ὅρα τοιγαροῦν ὅσας παρατάξεις ὁ πονηρὸς κατὰ τῆς εὐσεβοῦς καὶ μόνης ἀληθινῆς τῶν Χριστιανῶν θρησκείας ἐπαλαμήσατο, αἱρέσεις διαφόρους καὶ στάσεις καὶ μάχας καὶ πολέμους ἐπινοῶν• ὅρα δὲ καὶ τοῦτο, ὅπως ἁπάσας αὕτη κατεστρέψατο καὶ λαμπρὰ τὰ κατὰ πάντων ἀνέστησεν τρόπαια. Καὶ μηδὲν θαυμάσῃς τὰς κατ' αὐτῆς λογιζόμενος ἐπινοίας καὶ ἐπιβουλάς. Πρῶτον μὲν γὰρ οὐκ ἂν οὕτως περιφανὴς καὶ κραταιὰ καὶ ἐπίσημος διὰ τῆς νίκης ἐγίνετο, εἰ μηδὲν αὐτῇ πολέμιον συνεπλέκετο• ἔπειτα δὲ κἀκεῖνο συνορᾶν ράδιον, ὡς ἔνθαπερ ὁ πονηρὸς σφοδρότερον πολεμεῖται, ἐκεῖ καὶ αὐτὸς σπουδαιότερον τὰ τῆς κακίας αὐτοῦ βέλη πέμπει καὶ τὰ μηχανήματα ἵστησιν. Ἐν μὲν γὰρ τοῖς ἄλλοις ἔθνεσιν, ἐπεὶ μηδείς ἐστιν αὐτῷ σφοδρὸς πόλεμος, διὰ τοῦτο οὐδὲ αὐτὸς κατ' ἐκείνων ὁπλίζεται• ὁ δὲ Χριστώνυμος τοῦ θεοῦ λαός, τὸ ἔθνος τὸ ἅγιον, τὸ βασίλειον ἱεράτευμα,(24) ἐπεὶ καθ' ἑκάστην κραταιούμενοι τῇ πίστει κατὰ τῶν πονηρῶν αὐτοῦ πράξεων καὶ ἐπιτηδευμάτων ἀνδρίζονται, διὰ τοῦτο κἀκεῖνος μυρίαις ἐπιβουλαῖς καὶ πάσαις μεθόδοις τινὰς ἐξ αὐτῶν ὑποσκελίζειν τεχνάζεται, καὶ ἀντιλυπεῖν τὴν ἐκκλησίαν Χριστοῦ ἀγωνίζεται, εἰ καὶ εἰς αἰσχύνην αὐτῷ οἱ ἀγῶνες καὶ τὰ πονηρεύματα καταστρέφουσιν.

31. Ἄλλως τε δὲ τὰ μὲν ἄλλα τῶν ἐθνῶν ἀδιάκριτα καὶ συγκεχυμένα τὰ ἐν δόγμασιν ἔχει φρονήματα, καὶ οὐδὲν καθαρὸν οὐδ' εἰς ἀκρίβειαν δεδοκιμασμένον• διὰ τοῦτο ἐν ἐκείνοις οὔτε τὸ ὀρθοδοξοῦν οὔτε τὸ διεστραμμένον φαίνεται• ἐν δὲ τῇ καθαρωτάτῃ καί ἁγιωτάτη καὶ πολὺ τὸ ἀκριβὲς ἐχούσῃ πίστει τῶν Χριστιανῶν, διὰ τὸ λίαν αὐτῆς εἰλικρινὲς καὶ εὐθὲς καὶ ἐξῃρημένον καὶ ἀκήρατον, ἐπειδάν τις καὶ μικρόν τι διαστροφῆς ἢ καινοτομίας παρεισενεγκεῖν ἐπιχειρήσῃ, αὐτίκα τὸ διεστραμμένον καὶ κίβδηλον τῇ παραθέσει τῆς ἀληθείας καὶ τοῦ ὀρθοῦ λόγου καταφαίνεταί τε καὶ διελέγχεται, καὶ οὐδ'ἐπὶ βραχὺ τὸ νόθον γέννημα οὐδ' ὑπὸ τὴν αὐτὴν ὀνομασίαν εἶναι τῶν εὐσεβῶν δογμάτων οὐδαμῶς ἀνέχεται ἡ εὐγένεια. Ὥσπερ γὰρ ἐπὶ τῶν κάλλει διαφερόντων σωμάτων καί μικρά τις ἐπιγενομένη κηλὶς θᾶττον συνορᾶται καὶ πεφώραται τῇ παραθέσει τῆς λοιπῆς ἐν τῷ σώματι ὡραιότητος, τοῖς δ' αἰσχροῖς τὴν ὄψιν οὐκ ἂν ἐξελεγχθείη ραδίως τὰ τῆς ἀσχημοσύνης πάθη ἐπισυνιστάμενα (ὑπολανθάνει γὰρ τῆς ἀμορφίας τῷ συγγενεῖ καὶ τῇ ὁμοιότητι), οὕτω καὶ ἐπὶ τῆς τῶν Χριστιανῶν ὡραιοτάτης ὡς ἀληθῶς καὶ ὑπερλάμπρου θρησκείας καί πίστεως, κἄν τὸ βραχύτατόν τις αὐτῆς παρατρέψῃ, μεγάλην ἀσχημοσύνην ἐργάζεται καὶ παραυτίκα τὸν ἔλεγχον δέχεται• τὰ δ' ἄλλα τῶν ἐθνῶν δόγματα, πολλῆς ἀκοσμίας καὶ ἀσχημοσύνης γέμοντα, οὐδεμίαν ἔχειν τοῖς οἰκείοις ἐρασταῖς συναίσθησιν δίδωσιν τῆς ἐπιγιγνομένης αἰσχρότητος.

32. Οὐ μόνον δέ, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων πασῶν τεχνῶν καί ἐπιστημῶν τὸ αὐτὸ κατιδεῖν ἐστιν. Ἐν μὲν γὰρ ταῖς ἀκριβεστάταις καὶ τὸ βραχύτατον τῶν ἁμαρτημάτων ρᾶστα κατάφωρον γίνεται, ἐν δὲ ταῖς τυχούσαις πολλὰ παρορᾶται καὶ οὐδ’εἰς ἁμάρτημα κρίνεται. Εἰ βούλει δέ, καὶ ἐν μὲν τοῖς ἄρχουσιν καὶ τῶν ἄλλων τῇ ἐξουσίᾳ προέχουσιν, μάλιστα δὲ οἷς κατὰ πλειόνων τὸ κράτος, καὶ τὸ μικρὸν τῶν πταισμάτων εἰς μέγεθος, αἴρεται καὶ πανταχοῦ φέρεται καὶ πᾶσι γίνεται περιβόητον ἐν δὲ τοῖς ἀρχομένοις καὶ ταπεινοτέροις πολλὰ τῶν παραπλησίως διαμαρτηθέντων οὐδ' ὅτι ἐπράχθη συνεγνώσθησαν, ἀλλ’ έπανεκρύβη καὶ ἔλαθεν, τῇ σμικρότητι καὶ εὐτελείᾳ συναποσβεσθέντα τοῦ ἁμαρτήματος.

33. Ὅσον οὗν μεγέθει καὶ κράτει καὶ κάλλει καὶ ἀκριβείᾳ καὶ καθαριότητι καὶ τῇ ἄλλῃ πάσῃ τελειότητι τῶν ἐν τοῖς ἔθνεσιν δοξασμάτων ἡ τῶν Χριστιανῶν πίστις καὶ λατρεία ὑπερανέστηκεν καὶ ἐξήρηται, τοσοῦτον ὅ τε πονηρὸς εἰς τὸν κατ' αὐτῆς ἀνερεθίζεται πόλεμον, καί τοσοῦτον πάλιν τὰ ἐξ ἀφρόνων καὶ κακόβουλων ἀνδρῶν ἁμαρτήματα ἐκ τοῦ εὐθέος καταφαίνεται, μηδ' ἐπὶ βραχὺ χώραν τοῦ λαθεῖν ἔχοντα, μηδέ τινα παρείσδυσιν ἐφευρίσκοντα. Ἀλλ' ὅμως ἡ τοῦ θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία, ὡς καὶ φθάσαντες ἒφημεν, καὶ τοῦ πονηροῦ πάντα τὰ μηχανήματα σαθρὰ καὶ ἄπρακτα διελέγχουσα, μᾶλλον δὲ κατ' αὐτοῦ ἐκείνου τοῦ μηχανουργοῦντος ἐπαναστρέφουσα, καὶ τῶν αἱρετιζόντων ραδίως ἀποσκευαζομένη τὸ βλάσφημον καὶ καταισχύνουσα τὸ ἀναίσχυντον, κατὰ πάντων ἄμαχον τὸ κράτος καὶ ἀήττητον ἀναδέχεται καὶ καλοῖς καὶ σωσικόσμοις διὰ παντὸς θριάμβοις ἐγκαλλωπιζεται.





Σημειώσεις

23. Δευτ. 5, 32. 17, 11.

24. Ἐξ. 19. 6. 23.22. Α' Πέτρ. 2,9.



Προηγούμενη Σελίδα