image with the sign of Myriobiblos





Κεντρική Σελίδα | Βιβλιοθήκη | Αφιερώματα | Σεμινάρια | Παρουσιάσεις Βιβλίων

ΕΛΛΗΝΙΚΑ | ENGLISH | FRANÇAIS | ESPAÑOL | ITALIANO | DEUTSCH

русский | ROMÂNESC | БЪЛГАРСКИ


ΒΙΒΛΙΟΘΗΚΗ
 


ΕΠΙΚΟΙΝΩΝIA

Κλάδος Διαδικτύου

ΑΝΑΖΗΤΗΣΗ





ΕΛΛΗΝΙΚΟ ΚΕΙΜΕΝΟ


Προηγούμενη Σελίδα
Φώτιος ὁ Μέγας

Ἐπιστολὴ πρὸς Βούλγαρον Ἡγεμόνα

Εισαγωγή, κείμενο, μετάφραση καὶ σημειώσεις: Παν. Κ. Χρήστου.
Περιοδικό Ἐποπτεία, Φεβρουάριος 1992, Ἀθήνα.



ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ

Ἡ ἑβδόμη Σύνοδος

23. Ἡ δὲ ἁγία καὶ οἰκουμενικὴ ἑβδόμη σύνοδος(18) Νίκαιαν μέν, τῆς Βιθυνῶν μητρόπολιν οὖσαν καὶ τῶν ὀρθῶν δογμάτων δικαστήριον πάλαι γεγονυῖαν, καὶ αὐτὴ τῆς εὐσεβείας κριτήριον ἔδειξεν, ἑπτὰ μὲν καὶ ἑξήκοντα καὶ τριακοσίων ἱερῶν ἀνδρῶν τῷ πλήθει πλατυνομένη, ταξιάρχους δὲ καὶ πρωτοστάτας τῆς ἱερᾶς αὐτῶν καὶ μεγάλης φάλαγγος προβαλλομένη Ταράσιόν τε τὸν ἐν ἀρχιερεῦσι θεοῦ περιβόητον (θεῖος οὗτος καὶ πανάριστος ἀνήρ, καὶ τῆς βασιλίδος πόλεως τοὺς ἱεραρχικοὺς οἴακας εἴπερ τις ἄλλος περιάγειν ἄξιος) καὶ δὴ καὶ Πέτρον τὸν εὐλαβέστατον πρωτοπρεσβύτερον τῆς κατὰ 'Ρώμην ἁγίας Ἐκκλησίας, καὶ Πέτρον ἄλλον, πρεσβύτερον καὶ αὐτὸν καὶ τῆς ἐκεῖσε μονῆς ἡγούμενον τοῦ ἁγίου Σάβα• οἳ τῆς ἀποστολικῆς καθέδρας διεκληροῦντο τὸν τόπον, Ἀδριανοῦ τότε τὸ ἀρχιερατικὸν κοσμοῦντος ἀξίωμα• ἅμα δὲ τούτοις Ἰωάννην καὶ Θωμᾶν, ἄνδρας μοναδικῇ πολιτείᾳ περιωνύμους καὶ ἱερατικῇ τιμῇ διαλάμποντας καὶ τῆς ἀνατολικῆς ἁπάσης διοικήσεως τῶν ἀποστολικῶν καὶ μεγάλων θρόνων τοποτηρητὰς καὶ τὸ τῶν ἀρχιερέων προνόμιον ἔχοντας, λέγω δὴ Ἀπολιναρίου τε καὶ Θεοδωρήτου καὶ Ἠλία• ὧν ὁ μὲν Ἀλεξανδρείας, ὁ δὲ Ἀντιοχείας, καὶ ὁ λοιπὸς δὲ Ἱεροσολύμων ἱεροπρεπῶς τε καὶ πανσόφως προειστήκεισαν. Τότε Κωνσταντῖνος καὶ Εἰρήνη,(19) ὀρθοδοξίας στεφάνῳ κοσμούμενοι, καὶ τὴν αὐτοκράτορα τῆς 'Ρωμαίων ἀρχῆς πορφυρίδα ἐστολιζοντο.

24. Αὕτη τοιγαροῦν ἡ ἱερὰ καὶ μεγάλη σύνοδος ἀρτιφανῆ τε καὶ βάρβαρον αἵρεσιν, ὑπὸ δυσσεβῶν τε καὶ ἀνιέρων ἀνδρῶν παρεισαχθεῖσαν, θεοκρίτῳ καὶ κοινῷ ψηφίσματι κατεδίκασεν, καὶ τοὺς εἰσηγητὰς καὶ προμάχους αὐτῆς τῷ αὐτῷ συνυποβάλλουσα κρίματι. Οὗτοι γὰρ οἱ δείλαιοι Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν βλασφημεῖν οὐχ ὁμολογοῦντες τοῖς ρήμασιν, διὰ τῶν ἔργων πᾶσαν ἐπενόουν ὕβριν καὶ βλασφημίαν καὶ ἀσέλγειαν• καὶ αὐτὸν ἐκεῖνον δυσφημεῖν ἀμέσως καὶ χωρίς τινος παραπετάσματος οὐ θαρρήσαντες, διὰ τῆς σεπτῆς εἰκόνος τὸ πᾶν αὐτῶν τῆς Χριστομάχου γνώμης ἐξεπλήρουν θέλημα. Εἴδωλον γὰρ (ὢ τολμηρᾶς καὶ ἀθέου γλώσσης καὶ διανοίας ἀπήχημα) τὴν προσκυνητὴν εἰκόνα Χριστοῦ, δι' ἧς εἰδώλων πλάνη διώκεται, καθυβρίζοντες καὶ πάσαις αὐτὴν ἀτιμίαις περιβάλλοντες, ἀνὰ τὰς ἀγορὰς καὶ τὰς λεωφόρους ποσὶ κατεπάτουν, περιέσυρον, πυρὶ παρεδίδοσαν, θέαμα Χριστιανοῖς ἐλεεινὸν καὶ τῆς ἑλληνικῆς χριστομαχίας μόνης ἄξιον. Τὰ αὐτὰ δὲ καὶ κατὰ τῶν ἄλλων ἱερῶν εἰκονισμάτων ποσὶν ταχινοῖς ἐκχέαι αἷμα(20) χερσί τε παλαμναίαις καὶ βεβήλοις χείλεσιν ἐνησέλγαινον, καὶ κόρον οὐδενά τῆς τηλικαύτης μανίας καὶ παραπληξίας οὐδαμῶς ἐλάμβανον οἱ ἀλάστορες, ἀλλὰ τῶν ἑλληνικῶν βδελυγμάτων οὐδὲν ἒλαττον, εἰ καὶ μὴ μᾶλλον, τὰ Χριστιανῶν ἱερὰ σύμβολά τε καὶ ἐκτυπώματα διὰ μίσους ἄγοντες ἐβδελύσσοντο• δι' ὧν αὐτοῖς καὶ ὁ ἄσπονδος πόλεμος κατὰ Χριστοῦ καὶ τῶν αὐτοῦ ἁγίων συνεκροτεῖτο καὶ ἐκρατύνετο. Δῆλον γὰρ ἅπασιν ὡς ἡ τιμὴ τῶν εἰκονισμάτων τιμὴ γίνεται τῶν εἰκονιζομένων, ὥσπερ καὶ ἡ ἀτιμία εἰς αὐτὰ διαβαίνει τὰ εἰκονιζόμενα.

25. Ἀλλ'οὗτοι, τὰ νέα τῶν Χριστομάχων Ἰουδαίων γεννήματα, δι’ ὧν μὲν τὴν σεπτὴν εἰκόνα Χριστοῦ καὶ τῶν αὐτοῦ ἁγίων ἐνύβριζον, τὸ προγονικὸν ἀνεπλήρουν ὑστέρημα,(21) εἰς τὰ τῶν Ἰουδαίων τολμήματα ἐκφερόμενοι καὶ νικᾶν φιλονεικοῦντες τῇ ὑπερβολῇ τῆς προθυμίας τοὺς γεννήτορας• δι' ὧν δὲ Χριστιανῶν ἐν μέσῳ οὐκ ἔσχον τολμῆσαι τὸν Χριστὸν καὶ χείλεσιν ἀπαρνήσασθαι, καὶ αὐτοῦ ἐκείνου τοῦ Ἰουδαϊκοῦ καὶ πατρώου ζήλου ἠλέγχοντο διαπίπτοντες καὶ νόθον καὶ ταύτην αὐτῶν δεικνύντες τὴν μίμησιν καὶ μηδαμοῦ στάσιν ἔχοντες, ἀλλ’ ὥσπερ τῷ κακῷ καρωθέντες τῆς αἱρέσεως ὧδε κακεῖσε διερριπτοῦντο καὶ παρεφέροντο. Χριστιανοὺς μὲν γὰρ ἑαυτοὺς ὀνομάζοντες κατὰ Χριστοῦ ἐφρυάττοντο• καὶ τὴν Ἰουδαίων κλῆσιν οὐ προσιέμενοι τὸ Χριστομάχον αὐτῶν παρεζήλουν διὰ τῆς εἰκονομαχίας καὶ ὑπερέβαλλον• οὐ μόνον δέ, ἀλλα καὶ τὸ τῆς εἰδωλολατρίας ἐκκλίνοντες ὄνομα οὐδὲν εἰδωλολατρῶν ἀνεκτότερα εἴς τε Χριστιανοὺς αὐτοὺς καὶ εἰς τὰ τῶν Χριστιανῶν θεῖα καὶ ἄχραντα μυστήρια ἐπεδείξαντο.

26. Διὸ τούτους μέν, ὅσοι μὴ τῆς μοιχαλίδος ταύτης καὶ πολυσπόρου καὶ συμπεφυρμένης δόξης φυγεῖν ἠθέλησαν τὴν δυσγένειαν, ὡς νόθα γένη καὶ ἔκφυλα τῆς τῶν πιστῶν εὐγενείας ἡ ἁγία καὶ οἰκουμενικὴ διακρίνασα σύνοδος δεσμοῖς ἀλύτοις τοῦ ἀναθέματος καθυπέβαλεν• τὴν δὲ εἰκόνα Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν κατὰ τὰς ἀνέκαθεν ἀποστολικάς τε καὶ πατρικὰς παραδόσεις καὶ τὰς τῶν ἱερῶν λογίων ἐκφαντορίας ἐπὶ τιμῇ καὶ σεβασμιότητι τοῦ εἰκονιζομένου προσκυνεῖσθαι καὶ τιμᾶσθαι ψήφοις ἁπάσαις ἐπεκύρωσέν τε καὶ ἐπεσφραγίσατο, τῆς προσκυνήσεως καὶ τιμῆς δηλονότι προσαγομένης καθ’ ὅν τρόπον καὶ τοῖς ἄλλοις ἱεροῖς τύποις καὶ συμβόλοις τῆς καθ' ἡμᾶς ἁγιωτάτης λατρείας προσερχόμεθα. Οὐ γὰρ ἐν αὐτοῖς ἰστῶμεν καὶ συμπερικλείομεν τὴν τιμὴν καὶ προσκύνησιν, οὐδ' εἰς ἑτερόφυλα καὶ διάφορα τέλη σχιζόμεθα, ἀλλὰ διὰ τῆς φαινομένης διαφόρου καὶ μεριστῆς αὐτῶν θεραπείας καὶ προσκυνήσεως ἱεροπρεπῶς τε καὶ ἀδιαιρέτως εἰς τὴν ἀμέριστον ἐκείνην ἑνοειδῆ τε καὶ ἑνοποιὸν θειότητα ἀναγομέθα.

27. Οὕτως τὸν τίμιον σταυρὸν προσκυνοῦμεν, ἐν ᾧ τὸ δεσποτικὸν ἐξετανύσθη σῶμα καὶ τὸ τοῦ κόσμου καθάρσιον ἀνέβλυσεν αἷμα, καὶ ἡ τοῦ ξύλου φύσις ταῖς ἐκεῖθεν ροαῖς ἀρδευθεῖσα τὴν ἀγήρω ζωὴν ἐβλάστησεν ἀντὶ τοῦ θανάτου. Οὕτως τὸν τύπον τοῦ σταυροῦ προσκυνοῦμεν, δι’ οὗ δαιμόνων ἐλαύνεται στίφη καὶ πάθη θεραπεύεται ποικίλα, τῆς ἅπαξ ἐν τῷ πρωτοτύπῷ χάριτος καὶ δυνάμεως ἐνεργηθείσης καὶ μέχρις αὐτῶν τῶν τύπων μετὰ τῆς ὁμοίας ἐνεργείας συμπροϊούσης. Τούτων τοιγαροῦν ἕκαστον, τήν τε Χριστοῦ εἰκόνα φημὶ καὶ αὐτὸν τὸν σταυρὸν καὶ δὴ καὶ τοῦ σταυροῦ τὸν τύπον, παραπλησίως τῇ σεβασμιότητι καὶ προσκυνήσει ἐξοσιοῦντες, οὐκ ἐν αὐτοῖς περιγράφομεν καὶ περιορίζομεν τὴν τιμὴν καὶ τὸ σέβας, ἀλλ'εἰς τὸν δι' ἡμᾶς ἐνανθρωπήσαντα πλούτῳ φιλανθρωπίας ἀφάτω καὶ τὸν ὑπὲρ ἡμῶν ἐπονείδιστον θάνατον ἑκουσίως ὑπενεγκόντα ταύτην ἀναφέρομεν καὶ ἀνιεροῦμεν. Οὕτω δὴ καὶ ναοὺς ἁγίων καὶ τάφους καὶ λείψανα πιστοῖς βρύοντα ἰάσεις πιστῶς προσκυνοῦμεν, τὸν αὐτοὺς δοξάσαντα Χριστὸν τὸν θεὸν ἡμῶν μεγαλύνοντες καὶ ἀνευφημοῦντες• καὶ δὴ καὶ εἴ τι τούτοις κατὰ τὰς μυστικὰς καὶ ἁγίας ἡμῶν τελετάς ἐστι παραπλήσιον, διὰ τῆς ἐν αὐτοῖς ἐνεργουμένης δωρεᾶς τε καὶ εὐεργεσίας τὸ ἀρχικόν τε καὶ πρωτουργὸν αἴτιον ἐπιγινώσκομέν τε καὶ δοξολογοῦμεν.

28. Διὸ καὶ τῶν μακαρίων ἐκείνων καὶ ἱερῶν ἀνδρῶν ἡ θεοφόρος καὶ ἁγία πανήγυρις οὐ μόνον τὴν εἰκόνα Χριστοῦ, καθάπερ ἔφημεν, ἀλλά γε δὴ καὶ τῆς παναχράντου καὶ ἀειπαρθένου δεσποίνης ἡμῶν θεοτόκου καὶ πάντων τῶν ἁγίων τὰς ἱερὰς εἰκόνας κατὰ ἀναλογίαν τῆς τῶν πρωτοτύπων ὑπεροχῆς καὶ σεβασμιότητος τιμᾶσθαι καὶ προσκυνεῖσθαι κοινῶν θεσπισμάτων ὅροις ἐπεσφράγισέ τε καὶ ἐπεκύρωσεν. Καὶ γὰρ καὶ δι’ αὐτῶν εἰς ἑνόποιόν τινα καὶ συναγωγὸν ἀναγόμεθα θεωρίαν καὶ τῆς πρὸς τὸ ἀκρότατον τῶν ὀρεκτῶν δι’ αὐτῆς ἀξιούμεθα θείας καὶ ὑπερφυοῦς συναφείας. Ἄλλὰ ταῦτα μὲν σοφῶς τε καὶ θεαρέστως τελεσαμένη διώρισεν, πᾶσαν δὲ αἱρετικὴν νόσον καὶ πᾶσαν ἀκοσμίαν τῆς λογικῆς ἀγέλης ἀπελάσασα τὸν οἰκεῖον κόσμον καὶ τὸ κάλλος τὴν ἐκκλησίαν ἐπαναλαβοῦσαν ὑπέδειξεν καὶ οἷα δὴ νύμφην, οὐκ ἐν κροσσωτοῖς χρυσοῖς,(22) ἀλλ'ἐν ἱεροῖς ἐξωραϊσθεῖσαν εἰκονίσμασιν, ἐκ δεξιῶν του νυμφίου Χριστοῦ παραστήσασα, ἱλαροῖς καὶ χαίρουσιν ὀφθαλμοῖς καθορᾶσθαι καὶ ἐναγλαΐζεσθαι παντὶ τῷ τῶν πιστῶν πληρώματι παρεσκεύασεν.




Σημειώσεις

18. Στὴν Νίκαια, τὸ 787. Κύριο θέμα ἡ Εἰκονομαχία.

19. Τὴν πρωτοβουλία εἶχε ἡ Εἰρήνη ἡ Ἀθηναία, ἐφ' ὅσον ὁ υἱός της Κωνσταντῖνος ἦταν ἀνήλικος. Ὁ πατριάρχης Ταράσιος ἦταν θεῖος τοῦ πατέρα τοῦ Φωτίου.

20. Ἠσ. 59, 7.

21. Ὁ Φώτιος θεωρεῖ τὴν εἰκονομαχία ὡς γέννημα Ἰουδαϊκοῦ φρονήματος.

22. Ψαλμ. 44, 14.



Προηγούμενη Σελίδα