The New Testament

ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ        ΜΥΡΙΟΒΙΒΛΟΣ



ΚΑΤΑ ΙΩΑΝΝΗΝ

9

 

1 Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς· 2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ραββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; 3 ἀπεκρίθη Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. [1] 4 ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. [2] 5 ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. [3]  

Πολλοὶ τῆς ἐγκαταλείψεώς εἰσιν οἱ τρόποι͵ καὶ ὁ μέν τις πάσχει δι΄ ἁμαρτίας͵ ὡς ἐκεῖνος πρὸς ὃν ἔλεγεν ὁ Σωτήρ· ἴδε͵ ὑγιὴς γέγονας͵ μηκέτι ἁμάρτανε͵ ὁ δέ͵ ἵνα δοξασθῇ ὁ Θεός͵ ὡς ὁ ἐκ γεννητῆς τυφλός͵ περὶ οὗ πάλιν ἔφησεν ὁ Κύριος· οὔτε οὗτος ἥμαρτεν͵ οὔτε οἱ γονεῖς αὐτοῦ͵ ἀλλ΄ ἵνα δοξασθῇ ὁ Θεός. καὶ ἄλλοι πάσχουσι κατ΄ ἄλλην οἰκονομίαν͵ ὡς οἱ παῖδες οἱ ἀναιρεθέντες ὑπὸ Ἡρώδου καὶ ἄλλοι πολλάκις͵ ἵνα κακίας προσδοκωμένης ἀνασταλῶσιν ἢ ἵνα ἀπὸ κακίας εἰς ἀρετὴν ἐπιστρέψωσιν. καὶ ἁπλῶς εἰπεῖν ποικίλοι καὶ πολλοὶ τῆς τοῦ θεοῦ προνοίας καὶ τῆς ἐξ αὐτοῦ παιδεύσεως ἡμῖν ἐπιφερομένης οἱ τρόποι͵ πάντες δὲ συμφέροντες καὶ ὠφέλιμοι͵ κἂν ἡμεῖς τούτων ἀγνοῶμεν τοὺς λόγους. εἷς δὲ τῶν τρόπων τυγχάνει καὶ οὗτος ὃς τοῖς δικαίοις ἐπιφέρεται͵ ἵνα αὐτῶν ἡ κεκρυμμένη ἀρετὴ διαλάμψῃ καὶ ὡς χρυσὸς ἐν χωνευτηρίῳ δοκιμασθέντες ἐκλάμψωσιν. [4] 

6 ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν [5] ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ [6] 7 καὶ εἶπεν αὐτῷ· Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων. 8 Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; 9 ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. 10 ἔλεγον οὖν αὐτῷ· Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; 11 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· Ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα. 12 εἶπον οὖν αὐτῷ· Ποῦ ἐστιν ἐκεῖνος; λέγει· Οὐκ οἶδα.

13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. 14 ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. 15 πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· Πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. 16 ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. 17 λέγουσι τῷ τυφλῷ πάλιν· Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν. 18 οὐκ ἐπίστευον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος 19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει; 20 ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· 21 πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.

22 ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. 23 διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε. 24 Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλὸς, καὶ εἶπον αὐτῷ· Δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. 25 ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. 26 εἶπον δὲ αὐτῷ πάλιν· Τί ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς; 27 ἀπεκρίθη αὐτοῖς· Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; 28 ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· Σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. 29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.  

ὅτε λέγουσι περὶ Χριστοῦ͵ τό Οὐκ οἴδαμεν πόθεν ἐστίν͵ οὐχ ὡς ἀγνοοῦντες τὸ τίς ἢ πόθεν ἐστὶ τὰ τοιαῦτά φασιν͵ ἁλίσκονται γὰρ ἑτέρωθεν διαῤῥήδην ὁμολογήσαντες εἰδέναι τὰ ἐπ΄ αὐτῷ. Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς͵ οὗ ἡμεῖς τὸν πατέρα καὶ τὴν μητέρα οἴδαμεν; πῶς οὖν λέγει ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; οὐχ ὡς ἀγνοίας οὖν ἄρα σημαντικὸν ἐκδεξώμεθα τό Οὐκ οἴδαμεν τοῦτον πόθεν ἐστίν͵ ἀλλὰ τῆς ἐνούσης αὐτοῖς ἀλαζονείας καρπὸν ἐπαθρήσομεν. περιπτύοντες γὰρ τὰς ἑαυτῶν κεφαλὰς καὶ ἐν τῷ μηδενὶ τὸ παράπαν λογιζόμενοι͵ τὴν τοιαύτην ἐπ΄ αὐτῷ λέγουσι φωνήν. [7] 

30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· Ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς. 31 οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ' ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. 32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· 33 εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. 34 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.

35 Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ; 36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; 37 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. 38 ὁ δὲ ἔφη· Πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ. 39 καὶ εἶπεν ὁ Ἰησοῦς· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.  

Τί λέγεις; τὸ φῶς πηρώσεως αἴτιον γέγονεν; Οὐ τὸ φῶς πηρώσεως αἴτιον γέγονεν͵ ἀλλ΄ ἡ ἀσθένεια τῶν ὀφθαλμῶν τῆς ψυχῆς τὸ φῶς ὑποδέξασθαι οὐκ ἴσχυσεν. Εἶδες ὅτι ἀσθενὴς πάντοθεν βλάπτεται͵ ὁ δὲ ἰσχυρὸς πάντοθεν ὠφελεῖται; Πανταχοῦ γὰρ ἡ προαίρεσις αἰτία͵ πανταχοῦ ἡ γνώμη κυρία· ἐπεὶ ὁ διάβολος͵ εἰ βούλει μαθεῖν͵ καὶ χρήσιμος ἡμῖν ἐστιν͵ ἐὰν εἰς δέον αὐτῷ χρώμεθα͵ καὶ τὰ μεγάλα ἡμᾶς ὠφελεῖ͵ καὶ κερδαίνομεν οὐ τὰ τυχόντα Καὶ τοῦτο ἐδείξαμεν πολλοστὸν καὶ ἀπὸ τοῦ Ἰώβ. [8] 

40 Καὶ ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ὄντες μετ' αὐτοῦ, καὶ εἶπον αὐτῷ· Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; 41 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι βλέπομεν· ἡ οὖν ἁμαρτία ὑμῶν μένει. [9]

 

 


[1] “Οἷον οὗτος͵ φασίν͵ τυφλὸς ἐγεννήθη; τί ἄν τις εἶποι περὶ αὐτοῦ͵ ὅτι διὰ τὰς ἁμαρτίας αὐτοῦ τυφλὸς ἐγεννήθη; ἀλλὰ ἀδύνατον τοῦτο· πῶς γὰρ ἄν τις ἁμάρτοι πρὶν ὅλως ὑπάρξαι; ἀλλὰ διὰ τὰς τῶν τεκόντων ἁμαρτίας ὑπέστη τὸ πάθος· ἀλλ΄ ὁμοίως ἄτοπον ἑτέρων ἡμαρτηκότων ἕτερον παρέχειν τὰς εὐθύνας. διὸ καὶ ὁ δεσπότης φησίν· οὔτε οὗτος ἥμαρτεν καὶ διὰ τοῦτο ἐγεννήθη τυφλός (ἀδύνατον γὰρ ὅλως τοῦτο). οὔτε πάλιν διὰ τεκόντων ἁμαρτίας οὗτος ἐγεννήθη τυφλός· ἀνάξιον γὰρ τοῦτο τῆς τοῦ θεοῦ δικαιοκρισίας καὶ φιλανθρωπίας. ὁ δὲ λόγος ὁ ἐπὶ τοῦ τυφλοῦ εἰρημένος καὶ καθολικός ἐστιν ἐπὶ πάντων τῶν μετά τινος πάθους ἐκ μήτρας προερχομένων· οὐδεὶς γὰρ τούτων τῶν λελωβημένων οὐδὲ διὰ τὰς τῶν τεκόντων ἁμαρτίας σεσίνωται͵ πολλῷ δὲ μᾶλλον οὐδὲ διὰ τὰς ἰδίας· πῶς γὰρ ἄν τις καὶ ἁμάρτοι μήπω τοῦ εἶναι μετασχών; γίνονται δὲ τὰ τοιαῦτα πάθη τοῖς τικτομένοις διά τινας ἀρρήτους καὶ ὑπερφυεῖς λόγους͵ οὓς ὁ πλάστης μόνος ἐπίσταται”.   Μ. Φώτιος, Εἰς τὸ Κατὰ Ἰωάννην, ἀπ. 61.

[2]Ἕως ἡμέρα ἐστὶν ἐργάζεται ὁ δεσπότης τὰ σημεῖα͵ τοῦτ΄ ἔστι ἕως ὁ παρὼν ἐνέστηκεν βίος͵ ἵνα καὶ ἡμεῖς ἐργαζώμεθα͵ τοῦτ΄ ἔστιν τὴν εἰς αὐτὸν καρποφορῶμεν πίστιν· καὶ γὰρ δι΄ ἡμᾶς ἔπραττεν τὰ σημεῖα͵ ἵνα πιστεύσωμεν εἰς αὐτὸν καὶ πιστεύοντες σωθῶμεν. ἔρχεται δὲ νύξ͵ ἡ κατάπαυσις τῶν ἔργων͵ ἡ μέλλουσα ἡμέρα͵ ἐν ᾗ οὐκ ἔστι οὐδὲ τὸν δεσπότην εἰς τὸ πιστεῦσαι ἡμᾶς σημεῖα ποιεῖν· αὐτοὶ γὰρ πεισόμεθα καὶ χωρὶς ἄλλου σημείου αὐτὸν εἶναι τὸν ἁπάντων δεσπότην καὶ κριτήν͵ ὥστε περιττὰ τότε τὰ σημεῖα. διὸ οὐδὲ ὁ δεσπότης αὐτὰ τότε ἐργάσεται͵ ἀλλ΄ οὐδὲ ἡμεῖς τι τότε δυνησόμεθα ἐργάσασθαι· οὐ γάρ ἐστιν ὁ καιρὸς ἐργασίας καὶ πίστεως͵ ἀλλὰ μισθαποδοσίας”.   Μ. Φώτιος, Εἰς τὸ Κατὰ Ἰωάννην, ἀπ. 62.

[3] “Δείκνυσιν ἐκ τούτου͵ ὅτι καὶ μετὰ τὸν σταυρὸν μέλλει προνοεῖν τῶν ἀσεβῶν καὶ ἐπάγεσθαι πολλούς. Ἔτι γὰρ ἡμέρα ἐστί. Μετὰ δὲ τοῦτο τέλεον αὐτοὺς ἀποσχίζει”.   Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.309.

[4] Ὀλυμπιόδωρος Διάκονος, Εἰς Ἰώβ, Hagedorn, σελ. 3-4.

[5] “ἵνα δείξῃ͵ ὅτι αὐτός ἐστιν ὁ καὶ τὸν Ἀδὰμ δημιουργήσας ἀπὸ πηλοῦ”.   Μ. Φώτιος, Εἰς τὸ Κατὰ Ἰωάννην, ἀπ. 63.

[6] “παρακλήσεως δίχα͵ καὶ οὐδενὸς ἐκλιπαροῦντος αὐτόν͵ ἐθελουργῷ δὲ μᾶλλον καὶ αὐτοκελεύστῳ ῥοπῇ πρόσεισιν ὁ Σωτὴρ ἐπὶ τὸ θέλειν ἰάσασθαι τὸν ἄνθρωπον͵ σημεῖον ὥσπερ καὶ τοῦτο τιθεὶς ὡς οὐδεμιᾶς ἐκ τῆς τῶν ἐθνῶν πληθύος παρακλήσεως γεγενημένης· πάντες γὰρ ἦσαν ἐν τῇ πλάνῃ”  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 3, σ. 156.

[7] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σ. 187.

[8] Χρυσόστομος, Πρὸς τοὺς λέγοντας ὅτι δαίμονες τὰ ἀνθρώπινα διοικοῦσι, PG 49.261.

[9] “πῶς γὰρ ἔστιν ἀληθῶς βλέπειν͵ ὅταν τινὲς ὁρῶντες τυφλῶν ὀφθαλμοὺς ἀνοιγομένους͵ λεπροὺς καθαιρομένους͵ δαιμόνια διωκόμενα οὐ μόνον οὐ πιστεύουσιν͵ ἀλλὰ καὶ βλασφημοῦσιν· τοῦτο γὰρ οὐκ ἔστι βλέπειν͵ ἀλλὰ πολλῷ χεῖρον τῶν τυφλωττόντων διακεῖσθαι”.   Μ. Φώτιος, Εἰς τὸ Κατὰ Ἰωάννην, ἀπ. 65.

 

<<

>>

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ  -  ΚΑΤΑ ΙΩΑΝΝΗΝ

^

www.myriobiblos.gr/bible/nt-fathers.asp

ΕΠΙΚΟΙΝΩΝΙΑ