The New Testament

ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ        ΜΥΡΙΟΒΙΒΛΟΣ



ΚΑΤΑ ΙΩΑΝΝΗΝ

7

 

1 Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. 2 ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία. 3 εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα σου ἃ ποιεῖς· 4 οὐδεὶς γάρ ἐν κρυπτῷ τι ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. 5 οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. [1] 6 λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. [2] 7 οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. 8 ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν ταύτην, ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται.  

ὑμεῖς τοιγαροῦν͵ φησίν͵ οἱ τὴν σκιὰν ἀγαπῶντες ἔτι͵ παχύτερόν τε καὶ Ἰουδαϊκῶς διακείμενοι περὶ τούτων͵ ἀνάβητε πρὸς τὴν ἐν σκιαῖς καὶ τύποις πανήγυριν· ἐμοὶ δὲ οὐχ οὕτως ἑορτάζειν ἡδύ· πρὸς ταύτην οὐκ ἄνειμι τὴν ἑορτήν͵ τὴν ἐν τύπῳ δηλονότι καὶ σχήματι· ἔχω γὰρ ἐν αὐτῇ τὸ τέρπον οὐδέν· περιμένω δὲ μᾶλλον τῆς ἀληθοῦς πανηγύρεως τὸν καιρόν͵ ὃς οὔπω πεπλήρωται. τότε γὰρ τότε͵ φησί͵ τοῖς ἐμοῖς θιασώταις συνέσομαι χαίρων ἐν τῇ λαμπρότητι τῶν ἁγίων͵ τῇ τοῦ Πατρὸς δόξῃ͵ τὴν εἰς ἄκρον ἀπαστράπτων φαιδρότητα. ἑαυτοῦ δέ φησι͵ καὶ ὡς ἴδιον ἀποκαλεῖ τὸν καιρόν· αὐτοῦ γὰρ ἡ ἑορτή͵ αὐτὸς ὁ πανηγυριάρχης ἐστίν. [3] 

9 ταῦτα δὲ εἰπὼν αὐτοῖς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ. 10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς, ἀλλ' ἐν κρυπτῷ. [4] 11 οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· Ποῦ ἐστιν ἐκεῖνος; 12 καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις, οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν, ἄλλοι ἔλεγον, οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. 13 οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων. 

Ποῦ ἐστιν ἐκεῖνος; Ὑπὸ τοῦ πολλοῦ μίσους καὶ τῆς ἀπεχθείας οὐδὲ ὀνομαστὶ αὐτὸν καλεῖν ἐβούλοντο. Πολλὴ ἡ εἰς τὴν ἑορτὴν αἰδώς͵ μεγάλη ἡ εὐλάβεια, ἀπ΄ αὐτῆς τῆς ἑορτῆς αὐτὸν θηρεῦσαι ἐβούλοντο. Καὶ γογγυσμὸς ἦν περὶ αὐτοῦ πολὺς ἐν τοῖς ὄχλοις. Ἐμοὶ δὲ δοκεῖ καὶ ἀπὸ τοῦ τόπου παροξύνεσθαι αὐτοὺς ἔνθα τὸ σημεῖον ἐγένετο͵ καὶ ὁμοῦ ἀγριαίνειν καὶ δεδοικέναι οὐχ οὕτως ὑπὲρ τοῦ παρελθόντος ὀργιζομένους͵ ὡς φοβουμένους͵ μὴ πάλιν ἐργάσηταί τι τοιοῦτον. Ἐξέβαινε δὲ πᾶν τοὐναντίον͵ καὶ ἄκοντες φανερὸν αὐτὸν ἐποίουν. Καὶ οἱ μὲν ἔλεγον͵ ὅτι Ἀγαθός ἐστιν͵ οἱ δὲ Οὔκ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. Ἐκείνην μὲν οὖν οἶμαι τὴν δόξαν τῶν πολλῶν εἶναι, ταύτην δὲ τῶν ἀρχόντων καὶ τῶν ἱερέων. Τὸ γὰρ διαβάλλειν τῆς ἐκείνων βασκανίας καὶ πονηρίας ἐστί. Πλανᾷ͵ φησί͵ τὸν ὄχλον. Τί ποιῶν͵ εἰπέ μοι; ἆρα φαντάζων καὶ οὐκ ἐργαζόμενος τὰ σημεῖα; Καὶ μὴν τοὐναντίον ἡ πεῖρα μαρτυρεῖ. Οὐδεὶς μέντοι παῤῥησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων. Ὁρᾷς πανταχοῦ τὸ μὲν ἀρχικὸν διεφθαρμένον͵ τοὺς δὲ ἀρχομένους ὑγιαίνοντας μὲν τῇ κρίσει͵ οὐκ ἔχοντας δὲ ἀνδρείαν προσήκουσαν͵ ἧς μάλιστα τῷ πλήθει δεῖ; [5] 

14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκε. 15 ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες· Πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς; [6] 16 ἀπεκρίθη οὖν αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με· [7] 17 ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ' ἐμαυτοῦ λαλῶ. 18 ὁ ἀφ' ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. 

Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ Πατρός͵ ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον͵ καὶ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Τί δή ποτε συνεχῶς ἄνω καὶ κάτω στρέφει τὴν ἀνάστασιν; Ἵνα μὴ τοῖς παροῦσι πράγμασι κρίνωσι μόνον τὴν τοῦ Θεοῦ πρόνοιαν· ἵνα κἂν ἐνταῦθα μὴ ἀπολαύωσι͵ μὴ διὰ τοῦτο ὑπτιώτεροι γένωνται ἀλλὰ τὰ μέλλοντα ἐλπίζωσι͵ καὶ ἵνα μὴ διὰ τὸ μὴ κολάζεσθαι πρὸς τὸ παρόν, αὐτοῦ καταφρονῶσιν ἀλλ΄ ἑτέραν προσδοκῶσι ζωήν.[8] 

19 οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι; 20 ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπε· Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;   

Ὀργῆς τὸ ῥῆμα καὶ θυμοῦ καὶ ψυχῆς ἀναισχυντούσης ἐπὶ τῷ παραδόξως ἐληλέγχθαι καὶ προκαταπληττομένης αὐτῶν͵ ὡς ᾤοντο. Καθάπερ γὰρ λῃσταί τινες ᾄδοντες ἐπὶ ταῖς ἐπιβουλαῖς εἶτα βουλόμενοι ἀφύλακτον ἐργάσασθαι τὸν ἐπιβουλευόμενον͵ διὰ τῆς σιωπῆς τοῦτο ποιοῦσιν, οὕτω καὶ οὗτοι. Αὐτὸς δὲ ἀφεὶς ἐλέγξαι τοῦτο͵ ὥστε μὴ ἀναισχυντοτέρους ποιῆσαι͵ πάλιν τῆς ἀπολογίας ἅπτεται τῆς ὑπὲρ τοῦ σαββάτου͵ ἀπὸ τοῦ νόμου συλλογιζόμενος αὐτούς.[9] 

21 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε διὰ τοῦτο 22 Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν, οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν ἀλλ' ἐκ τῶν πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. 23 εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ! 24 μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. 25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; 26 καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός; 27 ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν. 

Τί δήποτε πρόσκειται͵ Τῶν Ἱεροσολυμιτῶν; Δείκνυσιν ὁ εὐαγγελιστὴς ὅτι οἱ μάλιστα τῶν μεγάλων ἀπολελαυκότες σημείων͵ οὗτοι πάντων ἦσαν ἐλεεινότεροι͵ οἳ τῆς θεότητος αὐτοῦ σημεῖον ἑωρακότες μέγιστον͵ τὸ πᾶν τῇ κρίσει τῶν ἀρχόντων ἐπέτρεπον τῶν διεφθαρμένων. ῍Η γὰρ οὐ μέγα σημεῖον͵ μαινομένους καὶ φονῶντας καὶ περιιόντας καὶ ζητοῦντας ἀνελεῖν καὶ κατέχοντας ἐν χερσίν͵ ἡσυχάζειν ἐξαίφνης; τίς γὰρ ἂν τοῦτο ἐποίησε; τίς ὁλόκληρον μανίαν οὕτως ἔσβεσεν; Ἀλλ΄ ὅμως μετὰ τοσαῦτα σημεῖα͵ ὅρα τὴν ἄνοιαν καὶ τὴν μανίαν. Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Ὅρα πῶς ἑαυτῶν κατηγοροῦσι. Ὃν ζητοῦσι͵ φησίν͵ ἀποκτεῖναι͵ καὶ οὐδὲν αὐτῷ λέγουσι. Καὶ οὐχ ἁπλῶς οὐδὲν αὐτῷ λέγουσιν ἀλλὰ καὶ παῤῥησιαζομένῳ· ὁ γὰρ παῤῥησίᾳ λαλῶν καὶ μετ΄ ἐλευθερίας ἁπάσης μᾶλλον ἂν αὐτοὺς παρώξυνεν· ἀλλ΄ οὐδὲν ἐποίουν. Μήποτε ἀληθῶς ἔγνωσαν͵ ὅτι οὗτός ἐστιν ὁ Χριστός; Ὑμῖν δὲ τί δοκεῖ; ποίαν περὶ αὐτοῦ φέρετε ψῆφον; Τὴν ἐναντίαν͵ φησί. Διὰ τοῦτο ἔλεγον, Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν. Ὢ τῆς πονηρίας!, ὢ τῆς ἐναντιολογίας!, οὐδὲ ταῖς τῶν ἀρχόντων ἕπονται ψήφοις ἀλλ΄ ἑτέραν ἐκφέρουσι διεφθαρμένην καὶ τῆς οἰκείας ἀνοίας ἀξίαν. Οἴδαμεν αὐτόν͵ φησί͵ πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται͵ οὐδεὶς γινώσκει πόθεν ἐστί.[10] 

28 ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· [11] καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ' ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε·  29 ἐγὼ οἶδα αὐτόν, ὅτι παρ' αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν. 30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.  

Πολλοὶ πολλάκις πατέρα εἶπον τὸν Θεὸν ἑαυτῶν· οἷον͵ ὅτι Θεὸς εἷς ἔκτισεν ἡμᾶς͵ καὶ πατὴρ εἷς πάντων ἡμῶν· ἀλλ΄ οὐ παρὰ τοῦτο ἴσος ἦν ὁ λαὸς τῷ Θεῷ· ὅθεν οὐδὲ ἐσκανδαλίζοντο ἀκούοντες. Ὥσπερ οὖν ὅτε͵ Οὐκ ἔστιν ἐκ Θεοῦ͵ ἔλεγον͵ καὶ ἐθεράπευσεν αὐτοὺς πολλάκις καὶ ὑπὲρ τῆς τοῦ σαββάτου λύσεως ἀπελογήσατο· οὕτω καὶ τοῦτο͵ εἰ τῆς ἐκείνων ὑποψίας ἦν καὶ μὴ τῆς αὐτοῦ γνώμης͵ διώρθωσεν ἂν καὶ εἶπεν· τί με νομίζετε ἴσον τῷ Θεῷ; Οὐκ εἰμὶ ἴσος. Ἀλλ΄ οὐδὲν τοιοῦτον εἶπεν͵ ἀλλὰ καὶ τοὐναντίον͵ καὶ ἀπέδειξεν ὅτι ἴσος ἐστὶ διὰ τῶν ἑξῆς. Τὸ γὰρ Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ͵ οὕτω καὶ ὁ Υἱός· καὶ͵ Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα͵ καὶ Τὰ ἔργα͵ ἃ ἂν ἐκεῖνος ποιεῖ͵ ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· ταῦτα πάντα τῆς ἰσότητός ἐστι συστατικά. Καὶ περὶ τοῦ νόμου δὲ λέγει· Μὴ νομίσητε͵ ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας. Οὕτως οἶδε καὶ τὰς ἐν διανοίᾳ πονηρὰς ὑπονοίας ἐξελεῖν. Ἐνταῦθα δὲ τὴν τοῦ ἴσου ὑπόνοιαν οὐ μόνον οὐκ ἀναιρεῖ͵ ἀλλὰ καὶ βεβαιοῖ. Διὸ καὶ ἀλλαχοῦ εἰπόντων αὐτῶν͵ ὅτι Ποιεῖς σεαυτὸν Θεὸν͵ οὐκ ἀνεῖλε τὴν ὑπόνοιαν͵ ἀλλὰ καὶ ἐβεβαίωσεν εἰπών· Ἵνα δὲ εἰδῆτε͵ ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς͵ λέγει τῷ παραλυτικῷ· Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. Ἐκεῖνο μὲν οὖν τὸ πρότερον ἐπέτεινε͵ τὸ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ͵ δεικνὺς ὅτι οὐκ ἔστιν ἀντίθεος͵ ἀλλὰ καὶ τὰ αὐτὰ λέγει καὶ τὰ αὐτὰ ἐκείνῳ διδάσκει.[12] 

31 πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτόν καὶ ἔλεγον ὅτι ὁ Χριστὸς ὅταν ἔλθῃ, μήτι πλείονα σημεῖα τούτων ποιήσει ὧν οὗτος ἐποίησεν; 32 Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἵνα πιάσωσιν αὐτόν. 33 εἶπεν οὖν ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. 34 ζητήσετέ με καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγὼ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. [13] 

Εγὼ μέν͵ φησί͵ τῆς ὑμετέρας ἀνοσιότητος τὴν παγίδα διεκδραμὼν ἀνακομισθήσομαι πρὸς Θεὸν καὶ Πατέρα, προαποδημήσω δὲ πάντως τῶν ἡμετέρων προσκυνητῶν͵ ἵνα καὶ πορεύσιμον αὐτοῖς ἀποδείξας τὴν πρὸς τὸ ἄνω διακομίζουσαν τρίβον͵ πάντας ἔχοιμι μεθ΄ ἑαυτοῦ. ὑμεῖς δὲ οὐ δύνασθε ἐλθεῖν ὅπου εἰμὶ ἐγώ͵ τουτέστιν ἀπόκληροι τῶν θείων ἀγαθῶν εὑρεθήσεσθε͵ ἀμέτοχοι τῆς ἐμῆς ἔσεσθε δόξης, καὶ τοῦ συμβασιλεύειν τοῖς ἁγίοις ἀλλότριοι͵ ἄγευστοι διαμενεῖτε τῆς ἐν ἐλπίσι δωρεᾶς͵ ἀπόσιτοι τῶν θείων ἔσεσθε γάμων͵ τὴν ἐμὴν οὐκ ὄψεσθε πανήγυριν͵ οὐκ ἀναβήσεσθε πρὸς τὰς ἄνω μονάς͵ ἀλλ΄ οὐδὲ τῆς τῶν πρωτοτόκων Ἐκκλησίας τὸ κάλλος ἐπαθρήσετε· ἄποπτος ὑμῖν ἡ ἄνω γενήσεται πόλις· οὐ θεωρήσετε τὴν πλουσίαν Ἱερουσαλήμ· ἐκεῖ γάρ με τὸ ἐμὸν δοξολογήσει ποίμνιον͵ ὑμεῖς δὲ οὐ δύνασθε ἐλθεῖν. οὐ γὰρ παραδέξεται κυριοκτόνους ὁ οὐρανὸς οὐδὲ ἀνοίξει τοῦ παραδείσου τὰς πύλας τὰ Χερουβίμ͵ ἵνα θεομάχος εἰσέλθῃ λαός͵ δυσωπήσει δὲ οὐδαμῶς τὴν φλογίνην ῥομφαίαν ἀνὴρ ταῖς εἰς Θεὸν δυσσεβείαις ἔνοχος· μόνον οἶδε τὸν εὐσεβῆ καὶ τιμᾷ τὸν φιλόθεον καὶ εἰρήνης σύνθημα ποιεῖται τὴν πίστιν.[14] 

35 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· Ποῦ οὗτος μέλλει πορεύεσθαι, ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας; 36 τίς ἐστιν οὗτος ὁ λόγος ὃν εἶπε, ζητήσετέ με καὶ οὐχ εὑρήσετε, καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;  

Τὴν τῶν Ἑλλήνων φαντάζονται χώραν͵ ὥσπερ παρ΄ ἐκείνοις ὄντος τοῦ πεπομφότος αὐτόν͵ πρὸς ὃν καὶ ἐπανήξειν ἐπηγγέλετο. προφητεύει δέ͵ ὡς εἰκός͵ διὰ τούτων͵ καίπερ οὐκ εἰδὼς ὃ λέγει τῶν Ἰουδαίων ὁ δῆμος. διὰ γὰρ θείας τινὸς ἐνεργείας κεκινημένοι δὴ τῇ τῶν ἐθνῶν χώρᾳ χαρίζονται τὸν Χριστόν͵ ὡς ἐν ὑποψίας σχήματι τὰ μικρὸν ὕστερον ἀληθῆ δοξάζοντες· ἔμελλε γὰρ καὶ βαδιεῖσθαι ὄντως πρὸς Ἕλληνας καὶ διδάσκειν αὐτούς͵ τὴν ἀχάριστον τῶν Ἰουδαίων ἀπολακτίσας μητέρα τὴν Ἱερουσαλήμ. ἐπιτήρει δὲ ὅπως οὐχ ἁπλοῦν τὸν ἐπὶ τούτῳ ποιοῦνται λόγον. οὐ γὰρ ὅτι μόνον εἰς τὴν τῶν Ἑλλήνων ἀποδραμεῖται διασπορὰν ὑπολαμβάνουσιν͵ ἀλλ΄ ἐπάγουσι δυστρόπως ὅτι καὶ μέλλει διδάσκειν τοὺς Ἕλληνας͵ ἵνα πάλιν αὐτοῖς κατηγορίας ἀποτέκῃ πρόφασιν καὶ ἡ παρ΄ αὐτῶν ὑποψία. τὸ μὲν γὰρ ἐπιμίγεσθαι ταῖς τῶν Ἑλλήνων διασποραῖς διὰ τοῦ πρὸς τὰς ἐκείνων ἰέναι πόλεις ἢ χώρας͵ τετριμμένον τε καὶ ἀκατηγόρητον παρὰ τοῖς Ἰουδαίοις ηὑρίσκετο, τὸ δὲ ἐξηγεῖσθαι τοῖς ἀλλογενέσι τὸν νόμον καὶ τὰ θεῖα τοῖς ἀμυήτοις ἀνακαλύπτειν μυστήρια͵ διαβεβλημένον καὶ οὐκ ἀνέγκλητον παρ΄ αὐτοῖς. καὶ γοῦν ἀδιαφορήσαντάς τινας περὶ τοῦτο κατῃτιᾶτο Θεὸς διὰ τοῦ προφήτου λέγων Ἱερεμίου Καὶ ἀνέγνωσαν ἔξω νόμον. πικρῶς οὖν ἄρα φασὶν ὅτι μέλλει διδάσκειν τοὺς Ἕλληνας͵ ὡς ἑτοίμως παραβαίνοντα τὸν νόμον διασύροντες͵ καὶ ἐκ τῶν ἤδη προειργασμένων ἐν ἡμέρᾳ σαββάτου τὸ πάντα πράττειν ἀπερισκέπτως͵ κἂν τοῖς θείοις ἀπᾴδῃ νόμοις͵ σύνηθες ὂν αὐτῷ καὶ ἐν τῷ μηδενὶ γεγονὸς πιστεύοντες.[15] 

Ἐκεῖνος μὲν γὰρ εἰς δόξαν ἄφραστον καὶ ζωὴν ἀκήρατον σταυρούμενος μεθίστατο͵ οἱ δὲ Ἰουδαῖοι τὸν βίον καταλύοντες τῷ θανάτῳ καὶ τῇ κολάσει παρεπέμποντο. διό φησιν· καὶ ὅπου ὑπάγω͵ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. ἀλλ΄ ἐκείνοις μὲν οὕτω φησίν͵ τοῖς δὲ μαθηταῖς· τί ζητήσετέ͵ φησίν. οὐκέτι δὲ προστίθησιν͵ ὅτι καὶ ὅπου ἐγὼ ὑπάγω͵ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν· προειρήκει γὰρ αὐτοῖς, ὅτι ὅπου εἰμὶ ἐγώ͵ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται καὶ ἐάν τις ἐμοὶ διακονῇ͵ τιμήσει αὐτὸν ὁ πατήρ. καλῶς ἄρα νῦν τὸ ζητήσετέ με εἰπὼν οὐδὲν ἕτερον ὡς τοῖς Ἰουδαίοις προσέθηκεν. λέγει δὲ αὐτοῖς καὶ προαναφωνεῖ ταῦτα͵ ἵνα ὅταν ταῖς θλίψεσιν καὶ τοῖς πειρασμοῖς συνεχόμενοι ἐπιζητῶσιν αὐτόν͵ εὑρίσκωσιν ἀναψυχὴν καὶ παραμυθίαν αὐτὸ τοῦτο τὸ προειρῆσθαι αὐτοῖς καὶ προεγνωκέναι τὰ συμβησόμενα αὐτοῖς· ἢ προστίθησι καὶ ἐπὶ τῶν μαθητῶν καὶ τὸ ὅπου ἐγὼ ὑπάγω καὶ ἑξῆς͵ ἀλλὰ δι΄ ἕτερον καὶ οὐχὶ τὸν αὐτὸν τρόπον.[16] 

37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· [17] Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.  

Ἐπειδὴ τοίνυν ὁ νόμος κλητὴν ἁγίαν ἐκάλει τήν τε πρώτην͵ καὶ τὴν ἑβδόμην τῆς ἑορτῆς ἡμέραν͵ μεγάλην αὐτὴν κατωνόμασεν καὶ αὐτὸς ὁ θεσπέσιος Εὐαγγελιστής͵ τετριμμένον͵ ὡς ἔοικε͵ τοῖς Ἰουδαίοις οὐκ ἀτιμάσας ἔθος. ἐνούσης τοιγαροῦν τοῖς περὶ τῆς ἑορτῆς διατεταγμένοις καὶ τῆς τοῦ χειμάῤῥου μνήμης͵ ἐπιδεικνὺς ἑαυτὸν ὁ Σωτὴρ αὐτὸν ἐκεῖνον ὄντα τὸν χειμάῤῥουν͵ ὃς ἐν τῷ νομικῷ προκατηγγέλετο λόγῳ Εἴ τις διψᾷ φησιν ἐρχέσθω πρός με καὶ πινέτω. ὅρα γὰρ ὅπως ἐξίστησι τῶν Ἰουδαίων τὸν νοῦν τῶν ἐν γράμμασι τύπων͵ καὶ μετακομίζει εὐφυῶς τὰ ἐν σχήμασιν͵ εἴ τι συμβουλεύει τὴν ἀλήθειαν. ἐγὼ γὰρ εἰμί φησιν ὁ διὰ τοῦ νομοθέτου χείμαῤῥος ἐν τοῖς περὶ τῆς ἑορτῆς προαναφωνούμενος λόγοις.[18] 

38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 39 τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.[19] 40 πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· 41 ἄλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ Χριστός· οἱ δὲ ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; 42 οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης, ὅπου ἦν Δαυῒδ, ὁ Χριστὸς ἔρχεται; 43 σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι' αὐτόν. 44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας.  

εἰ γὰρ καὶ μηδὲν ἕτερον͵ τοῦτο γοῦν ἱκανὸν ἦν εἰς κατάνυξιν αὐτοὺς ἀγαγεῖν· ἀλλ΄ οὐ κατενύγησαν͵ καθώς φησιν ὁ προφήτης, Διεσχίσθησαν καὶ οὐ κατενύγησαν. Τοιοῦτον γὰρ ἡ πονηρία· οὐδενὶ βούλεται εἴκειν͵ πρὸς ἓν βλέπει μόνον͵ ὥστε τὸν ἐπιβουλευόμενον ἀνελεῖν. Ἀλλὰ τί φησιν ἡ Γραφή; Ὁ ὀρύσσων βόθρον τῷ πλησίον͵ εἰς αὐτὸν ἐμπεσεῖται, ὅπερ καὶ τότε γέγονεν. Αὐτοὶ μὲν γὰρ ἐβούλοντο αὐτὸν ἀνελεῖν ὡς δὴ σβεννύντες τὸ κήρυγμα, γέγονε δὲ τοὐναντίον. Τὸ μὲν γὰρ κήρυγμα ἀνθεῖ τῇ τοῦ Χριστοῦ χάριτι, τὰ δὲ ἐκείνων πάντα ἐσβέσθη καὶ ἀπόλωλε͵ καὶ πατρίδος καὶ ἐλευθερίας καὶ ἀδείας καὶ λατρείας ἐξέπεσον, καὶ πάσης ἀπεστερήθησαν εὐημερίας καὶ γεγόνασι δοῦλοι καὶ αἰχμάλωτοι. Ταῦτ΄ οὖν εἰδότες͵ μηδέποτε ἐπιβουλεύωμεν ἑτέροις͵ μαθόντες ὅτι καθ΄ ἑαυτῶν ἀκονῶμεν τὸ ξίφος καὶ βαθυτέραν ἑαυτοῖς διδόαμεν τὴν πληγήν. Ἀλλ΄ ἐλύπησέ τις καὶ βούλει αὐτὸν ἀμύνασθαι; Μὴ ἀμύνῃ· οὕτω γὰρ ἀμύνασθαι δυνήσῃ. Ἐὰν δὲ ἀμύνῃ͵ οὐκ ἠμύνω. Καὶ μὴ νομίσῃς αἴνιγμα εἶναι τὸ εἰρημένον͵ ἀλλ΄ ἀληθῆ λόγον. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι σὺ μὴ ἀμυνόμενος͵ τὸν Θεὸν αὐτῷ καθιστᾷς ἐχθρόν· ἀμυνόμενος δὲ οὐκέτι.[20] 

45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· Διατί οὐκ ἠγάγετε αὐτόν; 46 ἀπεκρίθησαν οἱ ὑπηρέται· Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος.  

ἐλάλει γὰρ οὐχ ὡς ἄνθρωπος͵ οὐδὲ ἦσαν ἀνθρώπῳ πρέποντες οἱ παρ΄ αὐτοῦ γεγονότες λόγοι͵ Θεῷ δὲ μᾶλλον τῷ κατὰ φύσιν ἀκατηγορήτως ἁρμόζοντες. λεγέτω γάρ τις εἰ διαμέμνηται͵ φασί͵ τίς τῶν ἁγίων προφητῶν χείμαῤῥον ἑαυτὸν ἁλώσεται λέγων͵ ἢ τίς ἀπετόλμησεν εἰπεῖν Εἴ τις διψᾷ͵ ἐρχέσθω πρὸς μὲ καὶ πινέτω· πότε δὲ ἡμῖν αὐτὸς ὁ μέγας ἔφη Μωυσῆς Ὁ πιστεύων εἰς ἐμὲ͵ [κἂν ἀποθάνῃ͵ ζήσεται·] ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζωῆς. ταῦτα δὲ λαλοῦντος ἠκούσαμεν. ἦν οὖν ἄρα φύσει Θεὸς ὁ τοῖς ὑπὲρ ἄνθρωπον λόγοις ἀκινδύνως μεγαλαυχούμενος· τὸ δὲ θηρᾶν ἐπιχειρεῖν ὡς ἐξ ἀνάγκης καὶ βίας τὸν ὑπὲρ τὴν κτίσιν͵ πῶς οὐκ ἐρεῖ τις ἐπισφαλέστατον; ἢ πῶς ἂν ἥλω πρὸς ἡμῶν οὐχ ἑκὼν ὁ τοσοῦτον ὑπὲρ ἡμᾶς͵ ὅσον ἀνθρώπου Θεός; οὐκοῦν ἀπόδειξιν ἐναργῆ τοῦ κατὰ φύσιν εἶναι Θεὸν τὸν Κύριον οἱ ὑπηρέται προτείνουσι τό Οὐδέποτε ἐλάλησεν ἄνθρωπος οὕτως. πλήττεται δὲ πανταχόθεν ὁ θεομάχος͵ καὶ δι΄ ὧν ἂν νοῆται κατορθοῦν τὸ ποθούμενον͵ διὰ τούτων αὐτῶν οὐκ εἰδὼς ἐπισφάττεται.[21] 

47 ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· Μὴ καὶ ὑμεῖς πεπλάνησθε; 48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; 49 ἀλλ’ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι! 50 λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτὸν, εἷς ὢν ἐξ αὐτῶν· 51 Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; [22] 52 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. 53 Καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ. 

πῶς οὖν Γαλιλαῖον εἶναι φῂς τὸν ἐξ Ἰουδαίων; πῶς ἀλλογενὴς ὁ ἐξ Ἰσραήλ; οὐ γὰρ δὴ τὸ ἐν τῇ Γαλιλαίᾳ ἐντεθράφθαι χώρᾳ καὶ χρόνους ἐνδεδιητῆσθαί τινας͵ τοῦτο δὴ πάντως καὶ τοῦ γένους ἐξίστησι καὶ τὸν ἐξ Ἰσραήλ͵ ἐπεὶ τὸ κωλύον οὐδὲν Ἰουδαῖον εἶναι τὸ γένος τὸν ἐκ Γαλιλαίων ὁρμώμενον͵ εἰ πρὸς τὴν τῶν Ἰουδαίων ἀφίκοιτο χώραν. εἰκαῖον οὖν ἄρα τὸ λέγειν τοὺς οἰησίφρονας Φαρισαίους περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ͵ ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται. μᾶλλον γὰρ ἔδει ζητεῖν πῶς ἂν εἴη Γαλιλαῖος ὁ ἐξ Ἰουδαίων͵ οὕτω τε λοιπὸν ἐννοεῖν τὴν εἰς Ναζαρὲτ ἀνατροφὴν͵ καὶ μὴ διὰ τοῦτο τοῦ πιστεύειν ἀποφοιτᾶν. Ἐπιτηρητέον δὲ πάλιν ὡς οὐδαμόθεν ἔχοντες ἐπισκήπτειν τοῖς θαύμασι τοῖς παρ΄ αὐτοῦ͵ καίτοι πρὸς ἀκροτάτην ἠκονημένοι δυσμένειαν͵ ἀπὸ μόνης ἀντιλέγουσι τῆς χώρας͵ ἐπείπερ ἦν ἐκ τῆς Γαλιλαίας κατὰ τὴν ἐνοῦσαν αὐτοῖς ὑπόνοιαν. λελυμένης οὖν ἄρα τῆς ἐντεῦθεν αὐτοῖς ὑποψίας͵ ἡ πίστις ἤδη λοιπὸν οὐκ ἀμφίβολος͵ εἴπερ ἦσαν σοφοί.[23]

 

 


[1] “Ἀπιστίας γὰρ καὶ τὰ ῥήματα καὶ ἡ θρασύτης καὶ ἡ ἄκαιρος παῤῥησία. Ὤοντο γὰρ ἀπὸ τῆς συγγενείας ἐξεῖναι αὐτοῖς μετὰ παῤῥησίας διαλέγεσθαι. Καὶ δοκεῖ μὲν ἡ ἀξίωσις δῆθεν φίλων εἶναι· πολλῆς δὲ πικρίας ἦν τὰ λεγόμενα· ἐνταῦθα γὰρ αὐτῷ καὶ δειλίαν καὶ φιλοδοξίαν ὀνειδίζουσι. Τὸ μὲν οὖν εἰπεῖν͵ Οὐδείς τι ἐν κρυπτῷ ποιεῖ͵ δειλίαν ἐγκαλούντων ἐστὶν ἅμα καὶ ὑποπτευόντων τὰ γινόμενα ὑπ΄ αὐτοῦ· τὸ δὲ ἐπαγαγεῖν͵ ὅτι Ζητεῖ ἐν παῤῥησίᾳ εἶναι͵ φιλοδοξίας”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.270.

[2] “τῶν μὲν ἀναγκαίως οἰκονομίαις πραγμάτων ὑποκειμένων͵ καιρὸς οὐχ ἅπας εἰς τὸ δρᾶν ἃ προσῆκεν ἐπιτήδειος͵ ἀλλ΄ ὁ πρέπων ἑκάστῳ τῶν τελουμένων καὶ ὥσπερ ἂν ἡ τοῦ πράγματος ἀπαιτοίη φύσις· τῷ δὲ ἀπολύτως ἑλομένῳ βιοῦν͵ ἐπικείσεται μὲν τοιοῦτον οὐδέν· ἑτοιμοτάτη δὲ μᾶλλον καὶ ἀνειμένη παντελῶς͵ ἡ ἐφ΄ ὅπερ ἂν ἐθέλωσιν ἰέναι πάροδος”.  Κυρίλλου Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σελ. 585.

[3] Κυρίλλου Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σελ. 588-9.

[4] “ἄνεισι μετ΄ αὐτούς͵ οὐχ ἕτερα μὲν λέγων͵ πράττων δὲ οἷς ἂν λέγοι τὰ ἐναντία· τοῦτο γὰρ ἦν ἤδη καὶ ψεύδεσθαι͵ καίτοι δόλου͵ τουτέστι ψεύσματος͵ οὐχ ηὑρῆσθαι λεγομένου παντελῶς ἐν τῷ στόματι αὐτοῦ· ἀλλ΄ ὄντως ἐκεῖνο δρᾶν ὅπερ ὑπέσχετο προθυμούμενος. οὐ γὰρ ἀναβαίνει συνεορτάσων͵ νουθετήσων δὲ μᾶλλον͵ καὶ ἐπείπερ εἰς τὸ σώζειν ἀφίκετο͵ τὰ εἰς ζωὴν ἀναφέροντα τὴν αἰώνιον ἐρῶν τε καὶ εἰσηγησόμενος. ὅτι γὰρ οὗτος ἦν ὁ σκοπὸς ἐν αὐτῷ͵ διδάξει σαφῶς τὸ μηδὲ τοῖς ἀνιοῦσιν ἐθελῆσαι συμβαδίζειν αὐτόν͵ ἀνελθεῖν δὲ μόλις καὶ λεληθότως͵ οὐ παῤῥησίᾳ καὶ ἱλαρότητι χρώμενον τῶν ἰόντων ἐπὶ πανήγυριν”.  Κυρίλλου Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σελ. 592.

[5] Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.273-4.

[6] “Πλὴν οἱ λέγοντες ταῦτα καὶ ἐπὶ τοσοῦτον ἐπαποροῦντες καὶ ἐκπλησσόμενοι οὐκ ἐπίστευον μέν͵ ἐσκανδαλίζοντο δὲ ἐν αὐτῷ͵ ὡσεὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας κρατούμενοι ὑπὸ δυνάμεων ἃς ἔμελλεν ἐν τῷ καιρῷ τοῦ πάθους θριαμβεύειν ἐν τῷ ξύλῳ”.  Ὠριγένης, Εἰς τὸ Κατὰ Ματθαῖον, βιβλ. 10, ἑν. 17.

[7] “Πῶς δὲ αὐτοῦ καὶ οὐκ αὐτοῦ; Οὐ γὰρ εἶπεν͵ ἡ διδασκαλία αὕτη οὐκ ἔστιν ἐμή· ἀλλὰ πρότερον εἰπὼν ὅτι Ἐμή ἐστι͵ καὶ οἰκειωσάμενος αὐτὴν͵ τότε ἐπήγαγεν͵ Οὐκ ἔστιν ἐμή. Πῶς οὖν τὸ αὐτὸ δύναται εἶναι καὶ αὐτοῦ καὶ οὐκ αὐτοῦ; Αὐτοῦ μὲν ὅτι ὡς μὴ διδασκόμενος ἔλεγεν, οὐκ αὐτοῦ δὲ ὅτι τοῦ Πατρὸς ἦν ἡ διδασκαλία. Πῶς οὖν λέγει͵ Πάντα τὰ τοῦ Πατρὸς ἐμά ἐστι καὶ τὰ ἐμὰ αὐτοῦ; Εἰ γὰρ ἐπειδὴ τοῦ Πατρός ἐστι διὰ τοῦτο οὐκ ἔστι σή͵ ψεῦδος ἐκεῖνο· διὰ τοῦτο γὰρ ὤφειλεν εἶναι σή. Ἀλλὰ τὸ Οὐκ ἐμὴ σφόδρα αὐτοῦ καὶ τοῦ Πατρὸς μίαν εἶναι δηλοῖ τὴν διδαχήν, ὡσανεὶ ἔλεγεν· οὐδὲν ἔχει παρηλλαγμένον ὡς ἑτέρου οὖσα. Εἰ γὰρ καὶ ἡ ὑπόστασις ἄλλη͵ ἀλλ΄ οὕτω καὶ λέγω καὶ πράττω͵ ὡς μὴ νομίζεσθαι ἕτερόν τι παρὰ τὸν Πατέρα ἀλλὰ τὸ αὐτὸ ὅπερ ὁ Πατὴρ εἶπεν ἢ ἔπραξεν”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.275.

[8] Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.255.

[9] Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.276.

[10] Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.277-9.

[11] “ἀπὸ γὰρ τοῦ μόνον ἐπίστασθαι πόθεν εἰμὶ καὶ διὰ τίνος γεγέννημαι͵ νενομίκατε͵ φησίν͵ οὐκ εἶναί με τὸν Χριστόν. ἴστε τοιγαροῦν͵ ὅτι κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί͵ τουτέστιν δέδωκεν ὑμῖν ἡ θεία γραφὴ καὶ τὸ εἰδέναι με καὶ πόθεν εἰμί. καὶ οὐκ ἐπείπερ ἐγνώκατε τυχόν͵ ὅτι Ναζαραῖος ἢ Βεθλεεμίτης εἰμὶ καὶ ὅτι γεγέννημαι διὰ γυναικός͵ διὰ τοῦτο χρὴ πάντως ὑμᾶς καὶ τὸ τῆς ἀπιστίας εἰσδέχεσθαι νόσημα· ἀλλ΄ ἐκ τῶν εἰρημένων ἐπ΄ ἐμοὶ καὶ διὰ τὴν κατὰ σάρκα γέννησιν͵ ἀπὸ τούτων ἰέναι μᾶλλον ἐχρῆν εἰς κατάληψιν τῶν ἐπ΄ ἐμοὶ μυστηρίων καὶ οὐκ εἰς μίαν ἀποκλῖναι μόνην προφήτου φωνήν͵ ὃς τὴν ἐκ Θεοῦ καὶ Πατρὸς ἄῤῥητον καταμηνύει γέννησιν”.  Κυρίλλου Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σελ. 656-7.

[12] Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.276.

[13] “ Ἐνταῦθα τὸ μὴ δύνασθαι τὸ μὴ βούλεσθαί ἐστιν͵ ὅτι ταπεινοὺς ἑαυτοὺς εἶναι ἐπαιδεύσατε͵ ὅτι οὐδὲν μέγα φαντάζεσθε. Ἐπειδὴ γὰρ ἔλεγον διώκειν αὐτὸν ὡς ὑπὲρ τοῦ Θεοῦ ζηλοῦντες͵ διὰ τοῦτο πανταχοῦ πειρᾶται δεῖξαι͵ ὅτι τὸ διώκειν αὐτὸν τοῦτο μισούντων ἐστὶ τὸν Θεόν, τοὐναντίον δὲ τὸ ἀγαπᾷν εἰδότων τὸν Θεόν͵ φησίν. Ἕνα Πατέρα ἔχομεν͵ τὸν Θεόν. Ἀπὸ τούτων σεμνύνονται͵ ἀπὸ τιμῆς͵ οὐκ ἀπὸ κατορθωμάτων. Οὐκ ἄρα τοῦ ἀλλότριόν με εἶναι͵ τὸ μὴ πιστεύειν ὑμᾶς τεκμήριον, ἀλλὰ τοῦ ὑμᾶς μὴ εἰδέναι τὸν Θεὸν ἡ ἀπιστία σημεῖον. Τὸ δὲ αἴτιον͵ ἐκ τοῦ θέλειν ψεύδεσθαι καὶ τὰ τοῦ διαβόλου ποιεῖν. Τοῦτο δὲ ποιεῖ ψυχῆς εὐτέλεια͵ καθάπερ ὁ Ἀπόστολός φησιν· Ὅπου γὰρ ἐν ὑμῖν ἔρις καὶ ζῆλος͵ οὐχὶ σαρκικοί ἐστε; Διατί δὲ οὐ δύνασθε; Ὅτι τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν͵ σπουδάζετε͵ φιλονεικεῖτε”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.300.

[14] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σελ. 682-3.

[15] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σελ. 684-5.

[16] Φώτιος, ἀπ. 82.

[17] Ὅτε τοίνυν τὰ περὶ τῆς ἑορτῆς τῆς σκηνοπηγίας διετύπου Θεὸς οὕτω πρὸς τὸν Μωυσῆν Τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου ἑορτὴ σκηνῶν τῷ Κυρίῳ͵ καὶ προσάξετε ὁλοκαυτώματα καὶ θυσίας ἑπτὰ ἡμέρας͵ καὶ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία ἔσται ὑμῖν. εἶτα τούτοις ἐπιδιατάξας τῶν θυσιῶν τοὺς τρόπους͵ ἐπήνεγκε πάλιν Καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου͵ προσοίσετε ὁλοκαυτώματα τῷ Κυρίῳ ἑπτὰ ἡμέρας͵ καὶ ἡμέρα ἡ πρώτη ἀνάπαυσις͵ καὶ ἡμέρα ἡ ἑβδόμη ἀνάπαυσις. καὶ τῇ ἡμέρᾳ τῇ πρώτῃ λήψεσθε κάλλυντρα φοινίκων καὶ κλάδους ξύλου δασεῖς καὶ καρπὸν ξύλου ὡραίου καὶ ἰτέας καὶ ἄγνου κλάδους ἐκ χειμάῤῥου εὐφρανθῆναι. ἤδη μὲν οὖν ἐν τῷ δευτέρῳ βιβλίῳ ἕκαστα τοῦ παροισθέντος ῥητοῦ διεξιόντες τὰ μέρη͵ μακρὸν ἐπ΄ αὐτῷ δεδαπανήκαμεν λόγον͵ συντεμόντες δ΄ οὖν ὅμως ἐν ὀλίγοις͵ αὖθις ἐπαναμνήσομεν. ἐφάσκομεν γὰρ τὴν μὲν ἑορτὴν τῆς σκηνοπηγίας τὸν τριπόθητον ἡμῖν τῆς ἀναστάσεως κατασημαίνειν καιρόν. τὸ δὲ κάλλυντρα λαβεῖν καὶ καρπὸν ὡραίου ξύλου καὶ πρὸς τούτοις ἔτι τὰ ἕτερα͵ ἐπανάληψίν τινα τοῦ παραδείσου δηλοῦν͵ ὡς καὶ εἰσαῦθις ἡμῖν δοθησομένου διὰ Χριστοῦ. ἐπειδὴ δὲ ὅτι τὰ πάντα λαβεῖν ἐκ χειμάῤῥου προσήκει τελευτῶντι προσέκειτο τῷ ῥητῷ͵ ἐξ αὐτοῦ τε πάλιν εὐφραινόμενοι͵ ἐλέγομεν͵ χειμάῤῥῳ παρωμοιῶσθαι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν͵ ἐν ᾧ δὴ πᾶσαν τὴν ἐν ἐλπίσι τέρψιν τε καὶ τρυφὴν εὑρήσομεν͵ ἐν αὐτῷ τε εὐφρανθησόμεθα θείως τε καὶ πνευματικῶς. ὅτι δὲ χειμάῤῥους ἐστί τε καὶ καλεῖται πνευματικῶς͵ ἐπιμαρτυρήσει λέγων καὶ ὁ σοφώτατος ἡμῖν μελῳδός͵ ὡς πρὸς Θεὸν καὶ Πατέρα περὶ ἡμῶν Οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου͵ καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. καὶ αὐτὸς δέ που φησὶν ἐν προφήταις ὁ Κύριος Ἰδοὺ ἐγὼ ἐκκλίνω πρὸς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάῤῥους ἐπικλύζων”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σελ. 686-7.

[18] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σ. 687.

[19] “Ἐπ΄ αὐτὸ δὲ δὴ πάλιν ἀναδραμοῦμαι τὸ προκείμενον. ἐγίνετο μὲν γὰρ ἐν προφήταις τὸ Πνεῦμα διὰ τὴν τοῦ προφητεύειν χρείαν, ἐνοικίζεται δὲ νῦν διὰ Χριστοῦ τοῖς πιστεύουσι͵ καὶ ἐν αὐτῷ πρῶτον ἀρξάμενον ὅτε γέγονεν ἄνθρωπος. ἔχει μὲν γὰρ ὡς Θεὸς ἀδιαστάτως τὸ οὐσιωδῶς ἐκπεφυκὸς αὐτῷ καὶ ἴδιον αὐτοῦ Πνεῦμα. χρίεται δὲ δι΄ ἡμᾶς καὶ τὸ Πνεῦμα λαμβάνειν ὡς ἄνθρωπος λέγεται͵ οὐχ ἑαυτῷ τὴν τῶν θείων ἀγαθῶν ἐμπορίζων μετάληψιν͵ ἀλλὰ τῇ ἀνθρώπου φύσει͵ καθάπερ οὖν ἤδη προεδιδάξαμεν. ὅταν τοίνυν ἡμῖν ὁ θεῖος Εὐαγγελιστής Οὔπω γὰρ ἦν Πνεῦμα λέγει ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη͵ τὴν ὁλοσχερῆ καὶ ὁλόκληρον κατοίκησιν ἐν ἀνθρώποις τοῦ Ἁγίου Πνεύματος σημαίνειν αὐτὸν ὑποτοπήσωμεν”.   Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σελ. 697-8.

[20] Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.285-6.

[21] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σελ. 703-4.

[22] “Εἷς μὲν ὁ Νικόδημος τῶν ἡγουμένων ἐστὶ καὶ τοῖς ἀρχὴν λαχοῦσιν ἐναρίθμιος͵ πλὴν οὐχ ὁλοκλήρως ἀπειθὴς οὐδὲ ταῖς ἐκείνων ἀπονοίαις εἰς ἅπαν ἁμιλλώμενος͵ κατανενυγμένος δὲ ἤδη καὶ ἐλευθέραν μὲν οὔπω τὴν εἰς Χριστὸν ἀγάπην ἔχων͵ πλὴν ἠρέμα τοὺς ἀπὸ τοῦ συνειδότος ἐλέγχους δυσωπούμενος. ὅτι γὰρ καὶ διὰ νυκτὸς δὲ ἀφίκετο πρὸς αὐτὸν καὶ ἐγνωκέναι σαφῶς διεβεβαιώσατο ὡς παρὰ Θεοῦ τε ἥκει διδάσκαλος καὶ ὡς οὐδεὶς ἂν δύναιτο τοιαῦτα σημεῖα ποιεῖν͵ εἰ μὴ Θεὸν ἔχοι μεθ΄ ἑαυτοῦ͵ πάντας οἶμαι μαθεῖν͵ τοῦτο σαφῶς εἰρηκότος ἐν ἀρχῇ τοῦ μακαρίου Εὐαγγελιστοῦ. συντεθαυμακὼς τοιγαροῦν τοῖς ὄχλοις τὸν Ἰησοῦν͵ ὑποπλήττεταί πως ἐπάρατος σὺν ἐκείνοις ἀποκεκλημένος. δεινὸν γὰρ ἀναπεῖσαι τὸ συνειδὸς ἐν τοῖς παρὰ γνώμην ἠρεμεῖν. ὡς οὖν ἐπὶ τούτῳ λελυπημένος͵ ἀντεπάγει τὴν ἴσην ὕβριν αὐτοῖς͵ ἐμφανῶς μὲν οὔπω͵ λόγοις δὲ τοῖς ἐκ νόμου τὸ πιθανὸν ἔχουσαν καὶ οὐ σφόδρα γυμνὴν ἀντεξάγων τὴν ἀγανάκτησιν. τοῦ γὰρ νόμου͵ φησίν͵ ἐφ΄ ἑκάστῳ τῶν ζητουμένων πραγμάτων τό Καὶ ἐκζητήσεις ἀκριβῶς καὶ σαφῶς͵ εἰ γέγονε τὸ πρᾶγμα τοῦτο͵ τοῖς δικάζουσι λέγοντος͵ προαλῶς κατεκρίνατε τοὺς οὔπω κεκλημένους εἰς κρίσιν͵ καὶ πρίν τι τῶν παρ΄ ἐκείνων ἀκοῦσαι ῥημάτων͵ προχειροτάτην οὕτω τὴν ψῆφον ἐπάγετε. ὑμεῖς οὖν ἄρα͵ φησίν͵ οἱ ἀληθέστερον ἐπάρατοι καταφρονοῦντες τοῦ νόμου”.   Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σελ. 706-7.

[23] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σ. 710.

 

<<

>>

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ  -  ΚΑΤΑ ΙΩΑΝΝΗΝ

^

www.myriobiblos.gr/bible/nt-fathers.html

ΕΠΙΚΟΙΝΩΝΙΑ