The New Testament

ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ        ΜΥΡΙΟΒΙΒΛΟΣ



ΚΑΤΑ ΙΩΑΝΝΗΝ

6

 

1 Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος· 2 καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, ὅτι ἑώρων αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. [1] 3 ἀνῆλθε δὲ εἰς τὸ ὄρος ὁ Ἰησοῦς καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. 4 ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων. [2] 5 ἐπάρας οὖν ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν, λέγει πρὸς τὸν Φίλιππον· Πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι; 6 τοῦτο δὲ ἔλεγε πειράζων αὐτόν· [3] αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν. [4] 7 ἀπεκρίθη αὐτῷ ὁ Φίλιππος· Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος αὐτῶν βραχύ τι λάβῃ. 8 λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου· 9 Ἔστι παιδάριον ἓν ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· [5] ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; [6]  

Ὅπως ἐμάθομεν καὶ τὸ ἀληθὲς οὐ κρύπτομέν σοι͵ διδάσκαλε͵ εἰ μὴ πέντε ἄρτους ἡμῖν κριθίνους οὐχ εὑρήσεις· οὐδεὶς ἡμῶν οὐδὲ τούτους ἐκόμισεν ἐν ἐρήμῳ· παῖς γὰρ συμπαρὼν τούτους βαστάσας ἐπέστη· οὐκ ἔστιν δὲ ἡμῖν τρόπος ἄλλος͵ φιλάνθρωπε· πρὸς πλῆθος δὲ πολύ͵ ἄπειρον͵ πανοικτίρμον͵ ἀρκέσαι πῶς δυνήσονται οἱ πέντε ἄρτοι οὗτοι; Ἔχει πρὸς τούτοις δύο ἰχθύας͵ ἀλλὰ σπεῦσον καὶ θρέψον αὐτοὺς ὡς ὑπάρχων ἄρτος ἀφθαρσίας ἐπουράνιος. [7] 

10 εἶπεν δὲ ὁ Ἰησοῦς· Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν· ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσον οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡσεὶ πεντακισχίλιοι. [8] 

Ὑμεῖς οὐ δύνασθε φροντίζοντες νῦν τροφὴν παρέχειν ὡς ἄνθρωποι· ἢ γὰρ θρέψατε τὸν λαὸν οἱ οὕτως μεριμνῶντες͵ ἢ θρέψαι αὐτοὺς μηδ' ὅλως ἰσχύοντες σιωπᾶτε· μόνος γὰρ ἐγὼ πάντων φροντίζω ὡς κτίστης ὑπάρχων ἀγαθὸς ὡς Θεὸς προαιώνιος͵ καὶ πάσῃ δὲ σαρκὶ πᾶσαν τροφὴν παρέχω· ὑμεῖς δὲ θεωρήσαντες τὸ πλῆθος μεριμνᾶτε καὶ οὐ νοεῖτε τὸν χορηγοῦντα͵ ὅτι ἄνωθεν πρόκειμαι πᾶσι παρέχων ἄρτον ἀφθαρσίας ἐπουράνιον. [9] 

11 ἔλαβε δὲ τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκε τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ἀνακειμένοις· ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. 12 ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ· Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. 13 συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσε τοῖς βεβρωκόσιν.  

Τίνος δὲ ἕνεκεν οὐ τοῖς ὄχλοις ἔδωκεν βαστάσαι͵ ἀλλὰ τοῖς μαθηταῖς; Ὅτι μάλιστα τούτους παιδεῦσαι ἠβούλετο τοὺς μέλλοντας εἶναι διδασκάλους τῆς οἰκουμένης. Τὸ μὲν γὰρ πλῆθος οὐδὲν μέγα ἔμελλε καρπώσασθαι ἐκ τῶν θαυμάτων τέως· εὐθέως γοῦν ἐπελανθάνοντο αὐτοὶ καὶ ᾔτουν ἕτερον θαῦμα· οὗτοι δὲ οὐ τὰ τυχόντα κερδαίνειν ἔμελλον. ῏Ην δὲ καὶ τῷ Ἰούδᾳ κατάκριμα τὸ γινόμενον οὐ τὸ τυχὸν βαστάζοντι τὸν κόφινον. Ὅτι δὲ τῆς αὐτῶν παιδεύσεως ἕνεκεν ταῦτα ἐγένετο͵ ἐκ τοῦ εἰρημένου ὕστερον δῆλον͵ οὗπερ ἀνέμνησεν αὐτοὺς λέγων· Οὔπω νοεῖτε πόσους κοφίνους ἐλάβετε; Καὶ τὸ ἰσαρίθμους εἶναι τοῖς μαθηταῖς τοὺς κοφίνους τῶν λειψάνων͵ τῆς αὐτῆς ἕνεκεν αἰτίας γέγονεν. Ὕστερον δὲ ἐπειδὴ ἐπαιδεύθησαν͵ οὐκ ἔτι τοσούτους͵ ἀλλὰ σπυρίδας ἑπτά. [10] 

14 Οἱ οὖν ἄνθρωποι, ἰδόντες ὃ ἐποίησε σημεῖον ὁ Ἰησοῦς, ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον. 15 Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν αὐτὸν βασιλέα, ἀνεχώρησε πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος. [11] 16 Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, 17 καὶ ἐμβάντες εἰς τὸ πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καπερναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, [12] 18 ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διεγείρετο. 19 ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσι τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν. [13] 20 ὁ δὲ λέγει αὐτοῖς· Ἐγώ εἰμι· μὴ φοβεῖσθε. 21 ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως τὸ πλοῖον ἐγένετο ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον. [14] 

Ἦν δὲ καὶ τοῦτο ἄλλου τινὸς μείζονος σύμβολον͵ νοουμένης ἑτέρας θαλάσσης͵ ἐν ᾗ λέγεται δράκων τις εἶναι πεποιημένος ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων τοῦ θεοῦ͵ ἐφ' ἣν καὶ αὐτὴν ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐμπεριπατήσας͵ τὴν κεφαλὴν τοῦ αὐτόθι δράκοντος καὶ τῶν λοιπῶν τῶν ὑποβεβηκότων δρακόντων λέγεται συντετριφέναι κατὰ τὸ σὺ συνέθλασας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος͵ καὶ σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος͵ σαφῶς ἑτέρας νοουμένης θαλάσσης͵ περὶ ἧς αὐτὸς πάλιν ἐν ψαλμῷ φησιν· ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης͵ καὶ πρὸς τὸν Ἰώβ͵ τὰ περὶ ἑαυτοῦ διεξιών͵ ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης͵ ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου͵ πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; εἰκότως οὖν κἀν τῷ καθ΄ ἡμᾶς βίῳ ἐπιβὰς τῇ θαλάττῃ͵ καὶ τοῖς ἀνέμοις ἐπιτιμήσας καὶ τῷ κλύδωνι͵ τὰ σύμβολα τῶν ἀπορρητοτέρων ἐπιτελεῖ. [15] 

Τὸ δὲ φόβῳ βεβλῆσθαι τοὺς μαθητὰς͵ καίτοι θεωροῦντας ἐρχόμενον͵ καὶ ἐν πόνῳ καὶ ἐγρηγόρσει κατειλημμένους͵ ἐκεῖνο δηλοῖ͵ ὅτι φοβερὸς μὲν ἐπὶ πάντας ἥξει κριτὴς͵ καταπτήξει δὲ πάντως ἐφ' ἑαυτῷ καὶ ὁ δίκαιος͵ ὡς διὰ πυρὸς δοκιμαζόμενος͵ καίτοι καὶ προαναβλέπων ἀεὶ τὸν ἀφιξόμενον͵ καὶ οὐκ ὀκνήσας εἰς πόνους τοὺς ἐπ΄ ἀρετῇ͵ νήψει τε ὁμοίως καὶ ἀγαθῇ γρηγόρσει συντεθραμμένος. οὐ συνεισέρχεται δὲ τοῖς ἑαυτοῦ μαθηταῖς ὡς συμπλεύσων ὁ Κύριος͵ ἐφορμίζει δὲ μᾶλλον τῇ χέρσῳ τὸ σκάφος. οὐ γὰρ συνεργήσων ἔτι πρὸς κατόρθωσιν ἀρετῆς τοῖς αὐτὸν σεβομένοις ἐπιφανεῖται Χριστός͵ ἀλλὰ τοῖς ἤδη κατωρθωμένοις πέρας ἐπιθήσων τὸ προσδοκώμενον. [16] 

22 Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἓν ἐκεῖνο εἰς ὃς ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ὅτι οὐ συνεισῆλθε τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοιάριον, ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον· 23 ἄλλα δὲ ἦλθε πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου, ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ Κυρίου· 24 ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοῖα καὶ ἦλθον εἰς Καπερναοὺμ ζητοῦντες τὸν Ἰησοῦν. 25 καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ· Ραββί, πότε ὧδε γέγονας; 26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε. 27 ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ Θεός.  

Εἰ δέ τις ἀργῶν γαστρίζοιτο καὶ τρυφῆς ἐπιμελοῖτο͵ οὗτος τὴν βρῶσιν ἐργάζεται τὴν ἀπολλυμένην· ὥσπερ εἴ τις ἐργαζόμενος τὸν Χριστὸν τρέφοι καὶ ποτίζοι καὶ ἐνδύοι͵ οὐδεὶς οὕτως ἀναίσθητος καὶ ἀμαθὴς ὡς εἰπεῖν ἀπολλυμένην βρῶσιν ἐργάζεσθαι τὸν τοιοῦτον͵ δι΄ ἣν τῆς βασιλείας ἡ ἐπαγγελία τῆς μελλούσης καὶ τῶν ἀγαθῶν ἐκείνων. Αὕτη γὰρ μένει διηνεκῶς ἡ βρῶσις. Ἄλλως δὲ καὶ τότε δὲ ἐπειδὴ τῆς μὲν πίστεως οὐδένα λόγον ἐποιοῦντο͵ οὐδὲ ἐσκόπουν μαθεῖν τίς ὁ ταῦτα ἐργαζόμενος καὶ ποίᾳ δυνάμει͵ ἓν δὲ μόνον ἐβούλοντο͵ γαστρίζεσθαι μηδὲν ποιοῦντες͵ τὴν τοιαύτην τροφὴν εἰκότως βρῶσιν ἀπολλυμένην ἐκάλεσεν. Ἔθρεψα ὑμῶν τὰ σώματα͵ φησίν͵ ἵνα ἀπὸ τούτου τὴν ἑτέραν ἐπιζητήσητε τροφὴν͵ τὴν μένουσαν͵ τὴν τρέφουσαν ὑμῶν τὴν ψυχήν· ὑμεῖς δὲ πάλιν ἐπὶ τὴν γηΐνην τρέχετε. Διὰ τοῦτο οὐ συνίετε ὅτι οὐκ ἐπὶ ταύτην ὑμᾶς ἄγω τὴν ἀτελῆ͵ ἀλλ΄ ἐπ΄ ἐκείνην τὴν οὐ πρόσκαιρον παρέχουσαν ζωὴν ἀλλ΄ αἰώνιον͵ τὴν οὐ σῶμα͵ ἀλλὰ ψυχὴν τρέφουσαν. Εἶτα ἐπειδὴ οὕτω μέγα περὶ ἑαυτοῦ ἐφθέγξατο καὶ ἔφησεν αὐτὸς δώσειν αὐτήν͵ ἵνα μὴ πάλιν αὐτοῖς προστῇ τὸ λεγόμενον͵ ἀξιόπιστον τὸν λόγον ποιῶν ἐπὶ τὸν Πατέρα τὴν χορηγίαν αὐτῆς ἀνάγει. [17] 

28 εἶπον οὖν πρὸς αὐτόν· Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ; 29 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. 30 εἶπον οὖν αὐτῷ· Τί οὖν ποιεῖς σὺ σημεῖον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; 31 οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον· ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. 32 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ' ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. [18] 33 ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. 34 Εἶπον οὖν πρὸς αὐτόν· Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον. 35 εἶπε δὲ αὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε.  

Ὁ ἄνωθεν εἰληφώς τήν τοῦ Θεοῦ αἴνεσιν ἐν τῷ στόματι διά παντός περιφέρειν, ὁ ἀνοίγων τό στόμα αὐτοῦ καί ἑλκύων πνεῦμα ζωῆς, εὐρυχωρότερον σπουδάζει τοῦτο καθ᾿ ὥραν ποιεῖν εἰς ἀφθονωτέραν ὑποδοχήν τοῦ λόγου τῆς ζωῆς, ὅς ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, περί οὗ εἴρηται· Πλάτυνον τό στόμα σου καί πληρώσω αὐτό. Τοίνυν καί ὁ γενέσθαι τοιοῦτος ἀξιωθείς ἀπό τοῦ Θεοῦ δύναται ἐντετυπωμένην ἅπαξ καί οἱονεί ἐσφραγισμένην τῷ ἡγεμονικῷ τῆς ψυχῆς τήν περί Θεοῦ ἔννοιαν ἔχειν διά παντός ἐνυπάρχουσαν τῇ ψυχῇ, δύναται δέ καί κατά τήν ἀποστολικήν ὑποθήκην πάντοτε χαίρειν, ἀδιαλείπτως προσεύχεσθαι, ἐν παντί εὐχαριστεῖν, πάντα εἰς δόξαν Θεοῦ ποιεῖν, κἄν εἴτε ἐσθίῃ, κἄν εἴτε πίνῃ, ὑπό τοῦ ἄρτου δηλαδή τῆς ζωῆς διηνεκῶς τρεφόμενός τε καί δυναμούμενος. [19] 

36 ἀλλ' εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε. 37 Πᾶν ὃ δίδωσί μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω· [20] 38 ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. [21] 39 τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με πατρός, ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 40 τοῦτο δὲ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.  

Ἡ γὰρ ἔλευσις τοῦ κυρίου πᾶσα διὰ τὸν ἄνθρωπον γεγένηται τὸν τεθανατωμένον ἐν τάφῳ σκότους͵ ἁμαρτίας͵ πνεύματος ἀκαθάρτου καὶ δυνάμεων πονηρῶν͵ ἵνα ἐν τῷ αἰῶνι τούτῳ νῦν ἀναστήσῃ καὶ ζωοποιήσῃ τὸν ἄνθρωπον καὶ καθαρίσῃ ἀπὸ πάσης μελανίας καὶ φωτίσῃ αὐτὸν τῷ ἰδίῳ φωτὶ καὶ ἀμφιάσῃ αὐτὸν τὰ ἑαυτοῦ ἐνδύματα τῆς θεότητος τὰ οὐράνια. ἐν δὲ τῇ ἀναστάσει τῶν σωμάτων͵ ὧν προανέστησαν καὶ προεδοξάσθησαν αἱ ψυχαί͵ τότε καὶ τὰ σώματα συνδοξάζονται καὶ φωτίζονται τῇ ἀπὸ τοῦ νῦν πεφωτισμένῃ καὶ δεδοξασμένῃ ψυχῇ· ἔστι γὰρ αὐτῶν οἶκος καὶ σκηνὴ καὶ πόλις ὁ κύριος. τὸ οἰκητήριον δὲ τὸ ἐξ οὐρανοῦ τὸ ἀχειροποίητον περιβέβληνται͵ δόξαν φωτὸς θεϊκοῦ͵ ὡς τέκνα φωτὸς γενόμενοι. οὐ προσέξουσιν ἀλλήλοις ὀφθαλμῷ πονηρῷ· πονηρία γὰρ ἐξήρθη. οὐκ ἔστιν ἐκεῖ ἄρσεν καὶ θῆλυ͵ δοῦλος καὶ ἐλεύθερος͵ εἰς θεϊκὴν γὰρ φύσιν ἅπαντες μεταβάλλονται͵ Χριστοὶ καὶ θεοὶ καὶ τέκνα θεοῦ γενόμενοι. ἐκεῖ ἀνεπαισχύντως τότε λαλήσει εἰρήνην ἀδελφὸς ἀδελφῇ· ἓν γάρ εἰσιν ἐν Χριστῷ πάντες καὶ πᾶσαι. ἐν ἑνὶ φωτὶ ἀναπαυόμενοι προσέξει ἕτερος τῷ ἑτέρῳ͵ καὶ ἐν τῷ προσέχειν εὐθέως πάλιν εἰς ἀλήθειαν ἐκλάμψουσιν͵ εἰς ἀληθινὴν θέαν φωτὸς ἀρρήτου. οὕτως πολλοῖς σχήμασι καὶ πολλαῖς καὶ ποικίλαις δόξαις θεϊκαῖς ἀλλήλοις ἐνορῶσι͵ καὶ ἕκαστος ἐκπλήσσεται καὶ ἀγαλλιᾷ ἀγαλλιάσει ἀνεκλαλήτῳ προσέχων τῇ τοῦ ἑτέρου δόξῃ. [22] 

41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν, ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, 42 καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς οὖν λέγει οὗτος ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; 43 ἀπεκρίθη οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Μὴ γογγύζετε μετ' ἀλλήλων. 44 οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, [23] καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. [24] 45 ἔστι γεγραμμένον ἐν τοῖς προφήταις· καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ. πᾶς ὁ ἀκούων παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρός με. 46 οὐχ ὅτι τὸν πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν πατέρα.  

παρὰ Θεοῦ τὰ πάντα δημιουργητῶς διὰ τὸ παρῆχθαι δι΄ αὐτοῦ πρὸς γένεσιν· ἐπὶ δὲ τοῦ Υἱοῦ͵ καθ΄ ἕτερόν τε καὶ ἀληθέστερον τρόπον τὸ παρὰ τοῦ Θεοῦ͵ ὡς ἐξ αὐτοῦ κατὰ φύσιν͵ δεδέξεται. διὸ τοῖς πᾶσιν οὐ συναριθμούμενος͵ ἀλλ΄ ἔξω πάντων ὑπάρχων καὶ ἐπάνω πάντων μετὰ Πατρός͵ οὐ συνασθενήσει τοῖς πᾶσιν͵ ἅτε δὴ τῆς ἐκείνων ὁμοφυΐας ἐξῃρημένος͵ ὡς δὲ εἰς τὴν τοῦ γεννήσαντος ἀνατρέχων φύσιν͵ κατόψεται πάντως τὸν ἐξ οὗπέρ ἐστι. Τὸ δὲ ὅπως ἢ κατὰ τίνα τρόπον͵ ἢ αὐτὸς θεωρήσει τὸν Πατέρα͵ ἢ αὖ πάλιν παρὰ τοῦ Πατρὸς ὀφθήσεται͵ τῆς μὲν ἡμετέρας γλώττης οὐκ ἔργον εἰπεῖν· νοητέον δ΄ οὖν ὅμως θεοπρεπῶς. [25] 

47 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον.  

Τοῖς γε μὴν κηλῖδος τῆς κοσμικῆς καὶ φροντίδος εἰκαίας͵ τῆς ἐν τῷδε τῷ βίῳ φημί͵ τὸν νοῦν ἔχουσιν ἀπηλλαγμένον͵ διὰ λεπτῆς ἄρα καὶ τάχα τῆς ὑπὲρ νοῦν θεωρίας τὴν οἰκείαν δόξαν ἀποκαλύπτει Χριστός͵ δεικνὺς ἐν αὐτῇ καὶ τὴν τοῦ Πατρός. διὰ γὰρ τοῦτο ἔφασκεν Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. [26] 

48 ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.  

ἔχει γὰρ ἡ θεία φύσις ἄρτον ζωῆς͵ τὸν εἰπόντα· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς͵ καὶ ὕδωρ ζῶν καὶ οἶνον εὐφραίνοντα ὄντως καρδίαν ἀνθρώπου καὶ ἀγαλλιάσεως ἔλαιον καὶ παμπόλλην καὶ πολυποίκιλον τροφὴν οὐράνιον καὶ πνευματικὴν καὶ ἐνδύματα φωτὸς οὐράνια ἐκ τοῦ Πνεύματος τοῦ θεοῦ τυγχάνοντα· ἐν τούτοις ἐστὶν ἡ αἰώνιος ζωὴ τῆς ψυχῆς. οὐαὶ τῷ σώματι ὁπόταν εἰς τὴν ἑαυτοῦ φύσιν ἕστηκεν͵ ὅτι διαφθείρεται καὶ ἀποθνῄσκει· καὶ οὐαὶ δὲ καὶ τῇ ψυχῇ͵ ὁπόταν εἰς τὴν ἑαυτῆς φύσιν μόνον ἕστηκε καὶ εἰς τὰ ἑαυτῆς ἔργα μόνον πέποιθε͵ μὴ ἔχουσα θείου Πνεύματος κοινωνίαν͵ ὅτι ἀποθνῄσκει ζωῆς αἰωνίου θεότητος μὴ καταξιουμένη. ὥσπερ γὰρ ἐπὶ τῶν ἀσθενούντων͵ ἐπὰν μὴ δύνηται τὸ σῶμα λαβεῖν τροφὴν ἢ πόσιν͵ ἀπελπιστέος ἐστὶ ὁ ἄνθρωπος καὶ κλαίουσιν ἐπ΄ αὐτῷ πάντες οἱ γνήσιοι φίλοι͵ συγγενεῖς καὶ ἀγαπητοί͵ οὕτω κλαίει ὁ Θεὸς καὶ οἱ ἅγιοι ἄγγελοι ψυχὰς τὰς μὴ τρεφομένας τροφὴν οὐράνιον τοῦ Πνεύματος αὐτοῦ καὶ ἐν ἀφθαρσίᾳ ζώσας. ταῦτα δὲ οὐκ εἰσὶν ἁπλῶς λόγοι λαλούμενοι͵ ἀλλ΄ ἔργον πνευματικὸν ζωῆς͵ ἔργον ἀληθείας͵ εἰς τὴν ἀξίαν καὶ πιστὴν ψυχὴν γινόμενον. [27] 

49 οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ καὶ ἀπέθανον· 50 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ. 51 ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. 

τοιοῦτόν ἐστι τῆς ψυχῆς σου τὸ κάλλος͵ οἵα ἡ τοῦ δεσπότου γέγονεν ὑπὲρ ἡμῶν εὐδοκία͵ ὃς Ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών͵ καὶ ἔδωκεν ἑαυτὸν ἀντάλλαγμα ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς καὶ Δι΄ ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν͵ ἵνα ἡμεῖς ἐν τῷ θανάτῳ αὐτοῦ ζήσωμεν καὶ ἐν τῇ πτωχείᾳ αὐτοῦ πλουτήσωμεν καὶ ἐν τῇ τῆς δουλείας αὐτοῦ μορφῇ βασιλεύσωμεν. τὸ δὲ αὐτὸ μέγεθος καὶ ἡ πρὸς Ἰερουσαλὴμ ὡραιότητος ὁμοιότης ἐνδείκνυται͵ τὴν ἄνω δηλαδὴ Ἰερουσαλήμ͵ τὴν ἐλευθέραν͵ τὴν τῶν ἐλευθέρων μητέρα͵ ἣν πόλιν τοῦ μεγάλου βασιλέως εἶναι παρὰ τῆς τοῦ δεσπότου φωνῆς μεμαθήκαμεν· ἡ γὰρ χωρήσασα ἐν ἑαυτῇ τὸν ἀχώρητον͵ ὥστε ἐνοικεῖν αὐτῇ καὶ ἐμπεριπατεῖν τὸν θεόν͵ τῇ ὡραιότητι τοῦ ἐν αὐτῇ κατοικοῦντος καλλωπισθεῖσα Ἰερουσαλὴμ ἐπουράνιος γίνεται τὸ ἐκείνης κάλλος ἐφ΄ ἑαυτῆς δεξαμένη. κάλλος δὲ τῆς πόλεως τοῦ βασιλέως καὶ ὡραιότης͵ αὐτοῦ πάντως ἐστὶ τοῦ βασιλέως τὸ κάλλος. [28] 

52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα φαγεῖν; 53 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. [29] 54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 55 ἡ γὰρ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις. 56 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ

Μή τοίνυν οἰέσθωσαν οἱ τῶν θείων μυστηρίων ἀναξίως μετέχοντες ὅτι δι᾿ αὐτῶν ἁπλῶς οὕτω κολλῶνται καί ἑνοῦνται Θεῷ τῷ ἀοράτῳ  τοῦτο γάρ οὐκ ἔσται αὐτοῖς οὐδαμῶς, οὐδ᾿ οὐ μή γενήσεταί ποτε. Μόνοι γάρ οἱ τῇ μετουσίᾳ τῆς θείας τοῦ Κυρίου σαρκός καί τήν ἀποκάλυψιν τῇ νοερᾷ προσψαύσει τῆς ἀοράτου θεότητος ἐν τῷ νοερῷ ὄμματι καί στόματι καταξιούμενοι ἰδεῖν καί φαγεῖν γινώσκουσιν ὅτι χρηστός Κύριος, οἵ οὐκ ἄρτον μόνον αἰσθητόν αἰσθητῶς, ἀλλά καί Θεόν ὁμοῦ ἐν ταὐτῷ νοητῶς ἐσθίοντες ἅμα καί πίνοντες, ἐν αἰσθήσει διτταῖς ὡσαύτως τόν μέν ὁρατῶς τόν δέ ἀοράτως τρεφόμενοι, ἑνοῦνται κατ᾿ ἄμφω τῷ διττῷ τάς φύσεις Χριστῷ, σύσσωμοι αὐτῷ γινόμενοι καί συγκοινωνοί τῆς δόξης καί τῆς θεότητος. [30] 

57 καθὼς ἀπέστειλέ με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται δι' ἐμέ. 58 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν καὶ ἀπέθανον· ὁ τρώγων μου τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα

ἀμέτοχοι γὰρ παντελῶς καὶ ἄγευστοι διαμένουσι τῆς ἐν ἁγιασμῷ καὶ μακαριότητι ζωῆς͵ οἱ διὰ τῆς μυστικῆς εὐλογίας οὐ παραδεξάμενοι τὸν Ἰησοῦν. ζωὴ μὲν γὰρ κατὰ φύσιν ἐστὶ͵ καθὸ καὶ ἐκ ζῶντος ἐγεννήθη Πατρός· ζωοποιὸν δὲ οὐδὲν ἧττον καὶ τὸ ἅγιον αὐτοῦ σῶμα͵ συνενηνεγμένον τρόπον τινὰ καὶ ἀῤῥήτως ἑνωθὲν τῷ τὰ πάντα ζωογονοῦντι Λόγῳ· διὸ αὐτοῦ λελόγισται͵ καὶ ὡς εἷς νοεῖται σὺν αὐτῷ. ἀδιαίρετος γὰρ μετὰ τὴν ἐνανθρώπησιν͵ πλὴν ὅσον εἰς τὸ εἰδέναι τὸν ἐκ Θεοῦ Πατρὸς ἥκοντα Λόγον καὶ τὸν ἐκ τῆς παρθένου ναόν͵ οὐ ταὐτὸν μὲν οὖν ὄντα τῇ φύσει· οὐ γὰρ ὁμοούσιον τῷ ἐκ Θεοῦ Λόγῳ τὸ σῶμα· ἓν δὲ τῇ συνόδῳ καὶ τῇ ἀπερινοήτῳ συνδρομῇ· καὶ ἐπείπερ ζωοποιὸς γέγονε τοῦ Σωτῆρος ἡ σάρξ͵ ἅτε δὴ τῇ κατὰ φύσιν ἡνωμένη ζωῇ͵ τῷ ἐκ Θεοῦ δηλονότι Λόγῳ͵ ὅταν αὐτῆς ἀπογευσώμεθα͵ τότε τὴν ζωὴν ἔχομεν ἐν ἑαυτοῖς συνενούμενοι καὶ ἡμεῖς αὐτῇ͵ καθάπερ οὖν αὐτὴ τῷ ἐνοικήσαντι Λόγῳ. διὰ γάρ τοι τοῦτο καὶ ἐν τῷ τοὺς νεκροὺς διανιστᾶν͵ οὐ λόγῳ μόνον͵ οὐδὲ τοῖς θεοπρεπέσιν ἐπιτάγμασιν ὁ Σωτὴρ ἐνεργῶν εὑρίσκεται͵ ἀλλὰ συνεργάτην ὥσπερ τινὰ πρὸς τοῦτο δὴ μάλιστα τὴν ἁγίαν αὐτοῦ λαμβάνειν ἠπείγετο σάρκα͵ ἵνα δεικνύῃ ζωοποιεῖν δυναμένην͵ καὶ ὡς ἓν ἤδη γενομένην πρὸς αὐτόν. [31] 

59 Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καπερναούμ. 60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον· Σκληρός ἐστιν ὁ λόγος· τίς δύναται αὐτοῦ ἀκούειν; 

Σκληρὸν τῷ πόρνῳ τὸ σωφρονεῖν͵ σκληρὸν τῷ μεθύσῳ τὸ ἐγκρατεύεσθαι· σκληρὸν τῷ λοιδόρῳ τὸ εὐλογεῖν· καὶ ὅλως παντὶ τραχήλῳ ἐλευθεριάζειν ἐπιθυμοῦντι σκληρὸς ὁ ζυγὸς τοῦ νόμου φαίνεται͵ διὰ τοῦτο πολλοὶ (οἱ ἐπὶ τὴν ἀπώλειαν φερόμενοι͵ διὰ τὸ λεῖον καὶ πλατὺ τῆς ὁδοῦ) ὀλίγοι δὲ οἱ ἐπὶ τὴν βασιλείαν͵ τὸ τραχὺ καὶ ἐπίπονον τοῦ κατ΄ ἀρετὴν βίου μὴ φέροντες. Ἡ μὲν γὰρ κακία δελεάζει τῷ λείῳ τῆς ἡδονῆς· ἡ δὲ ἀρετὴ σκληραγωγίαις καὶ πόνοις ἐκτραχύνει τὸν βίον τῶν ἀσκουμένων· Διὰ τοὺς λόγους τῶν χειλέων σου͵ ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. Σκληρὰς ὁδοὺς λέγει τὰς ἐπὶ τὸν καταρτισμὸν τῶν ψυχῶν ἡμῶν δεδομένας ἡμῖν Ἐντολάς. Τί σκληρότερον τοῦ͵ λαβόντα πληγὴν κατὰ σιαγόνος στρέψαι αὐτῷ καὶ τὴν ἄλλην; τοῦ ἀποστερούμενον μὴ ἀπαιτεῖν; τοῦ ἑλκόμενον εἰς δικαστήριον ... ἐπαποδύεσθαι καὶ τὸν χιτῶνα; λοιδορούμενον εὐλογεῖν; βλασφημούμενον παρακαλεῖν; μηδένα μισεῖν; ὑπὲρ τῶν διωκόντων προσεύχεσθαι; Ἀλλὰ ταῦτα τὰ σκληρὰ τὸν ἁπαλὸν ἡμῖν κόλπον τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ εἰς ἀνάπαυσιν εὐτρεπίζει. Μακάριοι γὰρ οἱ πενθοῦντες͵ ὅτι αὐτοὶ παρακληθήσονται. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην͵ ὅτι αὐτοὶ χορτασθήσονται. Καὶ σχεδὸν πᾶσα ἡ ἐνταῦθα κακοπάθεια πρόξενός ἐστι τῶν αἰωνίων ἀγαθῶν. [32] 

61 εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει; 62 ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; [33] 63 τὸ Πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστιν. 64 ἀλλ' εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.  

Ὥσπερ οὖν ἐνταῦθα τὸ πνεῦμα εἶπεν ἀντὶ τοῦ πνευματικά͵ οὕτω σάρκα εἰπὼν οὐ σαρκικὰ εἶπεν͵ ἀλλὰ τὸ σαρκικῶς ἀκοῦσαι͵ ἅμα καὶ αὐτοὺς αἰνιττόμενος͵ ὅτι ἀεὶ σαρκικῶν ἐπεθύμουν͵ δέον πνευματικῶν ἐφίεσθαι. Ἐὰν γὰρ αὐτὸ σαρκικῶς τις ἐκλάβοι͵ οὐδὲν ἀπώνατο. Τί οὖν; οὐκ ἔστι ἡ σὰρξ αὐτοῦ σάρξ; Καὶ σφόδρα μὲν οὖν. Καὶ πῶς εἶπεν͵ Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν; Οὐ περὶ τῆς ἑαυτοῦ σαρκὸς λέγων· μὴ γένοιτο· ἀλλὰ περὶ τῶν σαρκικῶς ἐκλαμβανόντων τὰ λεγόμενα. Τί δέ ἐστι τὸ σαρκικῶς νοῆσαι; Τὸ ἁπλῶς εἰς τὰ προκείμενα ὁρᾷν͵ καὶ μὴ πλέον τι φαντάζεσθαι. Τοῦτο γάρ ἐστι σαρκικῶς. Χρὴ δὲ μὴ οὕτω κρίνειν τοῖς ὁρωμένοις͵ ἀλλὰ πάντα τὰ μυστήρια τοῖς ἔνδον ὀφθαλμοῖς κατοπτεύειν. [34] 

65 καὶ ἔλεγε· Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός μου.  

οἱ μὲν εὐγενεστέρῳ συζῶντες τρόπῳ καὶ τῆς ἀληθείας ὄντες ἐρευνηταί͵ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς χάριν συνεργὸν λαβόντες εἰς σωτηρίαν διὰ πίστεως ἀνεσώζοντο· ὁ δὲ ἀλαζὼν Φαρισαῖος καὶ οἱ σκληροκάρδιοι μετ΄ ἐκείνων ἀρχιερεῖς καὶ πρεσβύτεροι τοῦ λαοῦ͵ πιστεύειν οὐκ ἤθελον͵ καίτοι προπεπαιδευμένοι διὰ Μωυσέως καὶ τῶν προφητῶν. ἐπειδὴ δὲ διὰ τὴν ἑαυτῶν δυσβουλίαν ἀνάξιοι λοιπὸν τῆς αἰωνίου ζωῆς ἀνεδείκνυντο͵ τὸν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς οὐκ ἐκομίσαντο φωτισμόν. ἔχεις καὶ τούτου τὸν τύπον ἐν ἀρχαιοτέροις συγγράμμασιν. ὅνπερ γὰρ τρόπον τοῖς κατὰ τὴν ἔρημον ἀπιστήσασι τῷ Θεῷ͵ τὸ εἰσελθεῖν εἰς τὴν γῆν τῆς ἐπαγγελίας οὐ δέδοται͵ οὕτω καὶ τοῖς διὰ τῆς ἀπειθείας ἀτιμάζουσι τὸν Κύριον͵ οὐκ ἐδόθη τὸ εἰσελθεῖν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν͵ ἧς ἦν ὁ τύπος τῆς ἐπαγγελίας ἡ γῆ. καὶ οὐκ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων ἑκάστῳ τὴν ὀργήν· δίκαιος γὰρ ὢν κατὰ φύσιν ὁριεῖ πάντως ὀρθὰ καὶ τὸ οἰκεῖον ἀπευθυνεῖ κρῖμα πρεπόντως τῇ ἰδίᾳ φύσει͵ κἂν μὴ νοοῖμεν αὐτοὶ τῆς ὑπὲρ ἡμᾶς οἰκονομίας τὴν ὁδόν. [35] 

66 Ἐκ τούτου πολλοὶ ἀπῆλθον ἐκ τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ' αὐτοῦ περιεπάτουν.  

Σκληρά πως ἐστὶ τοῖς ἀσυνέτοις ἀεὶ τὰ σοφὰ καὶ ὅπερ ἂν οἴηταί τις καὶ οὐ μετρίως ὀνήσειν αὐτούς͵ τοῦτο πολλάκις ὁρᾶται καὶ ἐπιζήμιον. ὅνπερ γὰρ τρόπον τοῖς τὴν ὄψιν ἀλγοῦσι τὴν σωματικὴν μάχεται μὲν τοῦ ἡλίου τὸ φῶς͵ ἡδὺ δέ πως ἐστὶ τὸ ἀφεγγέσιν ἐγκαθιδρύεσθαι τόποις͵ οὕτω τοῖς νοσοῦσι τὰ κατὰ τὸν νοῦν͵ ἀπεχθῆ μὲν τῶν μαθημάτων τὰ περισκελέστερα καὶ τὰ δυσευρέτοις ἐννοίαις ἐπεσκιασμένα βδελυρώτατα͵ κἂν πολὺ τὸ ὠφέλιμον ἔχοι͵ προσφιλῆ δὲ μᾶλλον τὰ μικρὰ καὶ ἡδίονα͵ κἂν μηδὲν ἔσθ΄ ὅτε περιποιῇ τὸ λυσιτελές. ἢ γὰρ οὐκ ἐκ τῶν προκειμένων τὸ εἰρημένον ἀληθὲς ὂν εὑρήσομεν; τὸ θεῖον καὶ μέγα μυστήριον παρατιθέντος Χριστοῦ καὶ διὰ ποικίλων θεωρημάτων ἀνοιγνύντος τὴν ἐπ΄ αὐτῷ κατάληψιν καὶ μονονουχὶ περιστέλλοντος ἤδη τὸ καταπέτασμα τοῦ ναοῦ καὶ τὴν ἐσωτέραν σκηνὴν ἐκκαλύπτοντος͵ καταμυσάττονται μὲν τὸν οὕτω σοφόν τε καὶ οὐράνιον λόγον͵ ἀπονεύουσι δὲ πάλιν εἰς ἀμαθίαν κτηνοπρεπῆ καὶ ἀπῆλθον εἰς τὰ ὀπίσω͵ καθάπερ φησὶν ὁ Εὐαγγελιστής͵ καὶ τὸ περιπατεῖν ἔτι σὺν αὐτῷ παραιτούμενοι. τοῦτο γὰρ ὄντως ἐστὶ τὸ ὀπίσω πεσεῖν. διὰ τοῦτο καὶ διὰ τοῦ προφήτου φησὶ πάλιν Ἱερεμίου πρὸς τὴν ἀγνώμονα καὶ φιλόνεικον Ἱερουσαλὴμ τὴν τῶν ἀπειθούντων δηλονότι τροφόν, Σὺ ἀπεστράφης με͵ λέγει Κύριος͵ καὶ ὀπίσω πορεύσῃ· καὶ γὰρ δὴ κατὰ λόγον ἀληθῆ τῇ τῶν ἀγαθῶν ἀποστροφῇ τὸ ὀπίσω πίπτειν ἀκολουθεῖ. [36] 

67 εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; 68 ἀπεκρίθη οὖν αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις· 69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. 70 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν. 71 ἔλεγε δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτην· οὗτος γὰρ ἔμελλεν αὐτόν παραδιδόναι, εἷς ὢν ἐκ τῶν δώδεκα. [37] 

Ἐπειδὴ γὰρ πάντων αὐτὸν ἐγκαταλειψάντων αὐτοὶ παρέμειναν μόνοι͵ καὶ διὰ τοῦ Πέτρου ὡμολόγουν εἶναι Χριστόν͵ ἵνα μὴ νομίσωσιν ὅτι διὰ τοῦτο ἔμελλεν αὐτοὺς κολακεύειν͵ ἀπάγει ταύτης τῆς ὑποψίας. Ὃ δὲ λέγει͵ τοιοῦτόν ἐστιν· Οὐδέν με δυσωπεῖ πρὸς τὸ τοὺς κακοὺς μὴ ἐλέγχειν· μὴ νομίσητε ὅτι ἐπειδὴ ἐπεμείνατε͵ κολακεῦσαι ὑμᾶς αἱρήσομαι· ἢ ἐπειδὴ ἠκολουθήσατε͵ οὐκ ἐλέγχω τοὺς πονηρούς. Ὃ γὰρ πολὺ τούτου μεῖζόν ἐστιν εἰς τὸ δυσωπῆσαι τὸν διδάσκαλον͵ οὐδὲ τοῦτό με δυσωπεῖ. Ὁ μὲν γὰρ παραμένων͵ τῆς αὐτοῦ φιλοστοργίας παρέχεται τεκμήριον· ὁ δὲ ἐκλεγεὶς παρὰ τοῦ διδασκάλου͵ περιάπτει δόξαν ἀνοίας ἐκριπτούμενος παρὰ τοῖς ἀνοήτοις. Ἀλλ΄ ὅμως οὐδὲ τοῦτό με ἀπάγει τῶν ἐλέγχων. ... Οὐ γὰρ ἀνάγκῃ καὶ βίᾳ ποιεῖν ἀγαθοὺς εἴωθεν ὁ Θεός͵ οὐδὲ ἡ ἐκλογὴ αὐτοῦ καὶ ἡ αἵρεσις βιαστικὴ τῶν καλουμένων ἐστίν͵ ἀλλὰ προτρεπτική. Καὶ ἵνα μάθῃς ὅτι οὐ βιάζεται ἡ κλῆσις͵ σκόπει πόσους συνέβη τῶν κληθέντων ἀπολέσθαι. Ὅθεν φανερὸν͵ ὅτι καὶ ἐν τῇ γνώμῃ κεῖται τῇ ἡμετέρᾳ͵ τὸ σωθῆναι καὶ ἀπολέσθαι. [38]

 

 


[1] “Προστίθησι γὰρ ὅτι Ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων͵ ἵνα διὰ τούτων ἐναντίως ἔχουσαν τῇ τῶν Ἰουδαίων τὴν τῶν ἀκολουθούντων ἀποδείξῃ διάνοιαν. οἱ μὲν γὰρ ὅτι τὸν παράλυτον ἀσθενοῦντα τεθεράπευκε͵ δυσσεβῶς χαλεπαίνουσιν͵ οἱ δὲ οὐ μόνον ἐπὶ τούτοις παρόντα θαυμάζουσιν͵ ἀλλὰ καὶ ἀποδημοῦντι συνεκτρέχουσιν͵ ὡς θαυματουργῷ καὶ Θεῷ. φύγωμεν τοίνυν τὴν Ἰουδαίοις πρέπουσαν ἀμαθίαν͵ οἱ Χριστὸν δεσπότην ἐπιγραφόμενοι͵ προσεδρεύσωμεν αὐτῷ διὰ τῆς ὑπομονῆς͵ ὅπερ ἔδρων τληπαθῶς οἱ σοφώτατοι μαθηταί· χωρίζεσθαι μὲν καὶ λειποτακτεῖν ἀνεχόμενοι μηδαμῶς͵ αὐτοῖς δὲ λοιπὸν ἀναβοῶντες τοῖς πράγμασι τὸ νεανικῶς ὑπὸ τοῦ Παύλου λεγόμενον Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; ἀκολουθήσωμεν τοίνυν αὐτῷ καὶ διωκομένῳ καὶ φεύγοντι τὰς τῶν μαχομένων αὐτῷ δυστροπίας͵ ἵνα καὶ εἰς ὄρος ἀναβαίνωμεν͵ καὶ ἐκεῖ καθίσωμεν σὺν αὐτῷ͵ τουτέστιν εἰς περιφανῆ καὶ εὐκλεεστάτην ἀναπηδήσωμεν χάριν͵ διὰ τοῦ συμβασιλεύειν αὐτῷ͵ καθάπερ οὖν ἔφασκεν αὐτός Ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τοῖς πειρασμοῖς μου͵ ἐν τῇ παλιγγενεσίᾳ ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ͵ καθήσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. ταύτας γὰρ οἶμαι τὰς θεωρίας εἰσφέρειν τὸ καὶ προσεδρεύειν λέγεσθαι τῷ Σωτῆρι τοὺς μαθητάς͵ καὶ ἀνελθόντας ἐν ὄρει συγκαθίσαι”. Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σελ. 405-6.

[2] “Πάλιν τρίτον νομικὸν πάσχα μετὰ τὸ βαπτισθῆναι ἑορτάζει ὁ κύριος ἐν τῷ ι ἔτει τῆς κατὰ φύσιν ἐννεακαιδεκαετηρίδος τῆς σελήνης καὶ κγ τῆς κατὰ φύσιν ὀκτωκαιεικοσαετηρίδος τοῦ ἡλίου. καὶ θέλοντες γνῶναι πόστῃ τοῦ μηνὸς ἔφθασεν κατὰ τὸ παρὸν εφλθ ἔτος ἀρξάμενον ἀπὸ κα καὶ αὐτῆς τοῦ μαρτίου μηνός͵ εὑρίσκομεν κατὰ τὸ δέκατον ἔτος τῆς κατὰ φύσιν ἐννεακαιδεκαετηρίδος ἐπακτὰς τῆς σελήνης θ͵ ταύταις συνάπτομεν τὰς πρὸ τῶν φωστήρων ιγ͵ προσελήνους ζ͵ καὶ ια τὰς ἀπὸ κα τοῦ μαρτίου μηνὸς καὶ ἀπριλίου δ· γίνονται μδ. ἔκβα λ· λοιπὸν ιδ. ἰδοὺ ἔφθασεν ἡ ιδ τοῦ πρώτου μηνὸς τῆς σελήνης κατὰ τὸ παρὸν ἔτος τῇ δ τοῦ ἀπριλίου μηνός. εἶτα καὶ τὴν ἡμέραν γνῶναι βουλόμενοι ἐν ᾗ ἔφθασεν αὐτή͵ εὑρίσκομεν κατὰ τὸ κγ ἔτος τῆς ὀκτωκαιεικοσαετηρίδος ἐπακτάς. ταύταις προστίθεμεν τὰς πρὸ τῶν φωστήρων γ καὶ ια τὰς ἀπὸ κα καὶ αὐτῆς τοῦ μαρτίου͵ δ ἀπριλίου· γίνονται κδ. ταύτας παρὰ τὸν ζ· ζ γ γίνονται κα· λοιπὸν γ. ἔγνωμεν οὖν ὅτι ἡ ιδ τοῦ πρώτου μηνὸς τῆς σελήνης͵ ἐν ᾗ τὸ νομικὸν ἐπιτελεῖσθαι προστέτακται πάσχα͵ κατὰ τὸ παρὸν εφλθ ἔτος ἔφθασεν τῇ δ τοῦ ἀπριλίου μηνὸς καὶ ἐν ἡμέρᾳ γ. Τοῦτο τὸ τρίτον πάσχα σημαίνων ὁ θεῖος εὐαγγελιστὴς Ἰωάννης͵ μέλλων τὸ θαῦμα διηγεῖσθαι͵ ὃ ἐποίησεν ὁ Κύριος ἐκ πέντε ἄρτων πεντακισχιλίους ἄνδρας κορέσας͵ λέγει͵ Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος͵ καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς͵ ὅτι ἑώρων τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. ἀνέβη δὲ εἰς τὸ ὄρος ὁ Ἰησοῦς͵ καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. ἦν δὲ ἐγγὺς τὸ πάσχα͵ ἡ ἑορτὴ τῶν Ἰουδαίων”. Πασχάλιον Χρονικόν, Dindorf, σελ. 406-7.

[3] “ὡς οὖν παχυτέρῳ πρὸς νόησιν καὶ βραδύτερόν πως ἤπερ ἐχρῆν πρὸς τὴν τῶν θειοτέρων ἰόντι κατάληψιν͵ προτείνει τὴν πεῦσιν γυμνάζων εἰς πίστιν τὸν μαθητήν. τοῦτο γὰρ σημαίνει τό Πειράζων ἐν τούτοις͵ εἰ καὶ καθάπερ ὁ μακάριος Εὐαγγελιστὴς διισχυρίσατο Αὐτὸς δὲ ᾔδει τί ἔμελλε ποιεῖν. Τὸ δέ Πόθεν ἀγοράσομεν λέγων͵ τῶν συνόντων αὐτῷ τὸ ἀφιλοχρήματον͵ καὶ τὴν ἑκούσιον διὰ Θεὸν πτωχείαν ἐπιδεικνύει͵ οὐδ' ὅσον εἰς τὸ πρίασθαι τὰς ἀναγκαίας ἐχόντων τροφάς. ὁμοῦ δέ τι τούτῳ προσεργάζεται καὶ διὰ τέχνης οἰκονομεῖ. τὸ γάρ Πόθεν͵ οὐ μάτην͵ ὡς πρὸς οὐδὲν ὅλως ἐπικομίζεσθαι μελετήσαντας͵ ἀλλὰ καὶ εἰς ἄκρον ἀφιλαργυρεῖν εἰθισμένους φησίν. ἀποκλείσας δὴ οὖν καὶ ἀποτεμὼν εὐφυεστάτως τὴν ἐπ' ἀργύροις ἐλπίδα͵ μονονουχὶ καὶ ἀναπείθει λοιπὸν ἐπ' ἐκεῖνο βαδίζειν͵ ὅτι δεήσει τὸν Κύριον͵ εἰ μηδενὸς ἐνόντος αὐτοῖς͵ ἀποτρέφειν βούλοιτο τοὺς πρὸς αὐτὸν ἐρχομένους ἀφάτῳ δυνάμει καὶ ἐξουσίᾳ θεοπρεπεῖ δημιουργῆσαι τροφάς. τοῦτο γὰρ ἦν ἔτι τὸ λειπόμενον͵ καὶ εἰς μόνας ὁρᾶν τὰς ἐντεῦθεν ἐλπίδας, ἐκάλει λοιπὸν κατὰ τοὺς παρ' Ἕλλησι ποιητάς͵ σιδήρεον ἕλκος ἀνάγκης. Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σελ. 408-9.

[4] “Ὥσπερ γὰρ ὅταν λέγῃ ὅτι Ἐρευνᾷ τὰς καρδίας τῶν ἀνθρώπων͵ οὐκ ἀγνοίας τὴν ἔρευναν δείκνυσιν͵ ἀλλ΄ ἀκριβοῦς εἰδήσεως· οὕτω δὴ καὶ ὅταν λέγῃ ὅτι Ἐπείρασεν͵ οὐδὲν ἄλλο φησίν͵ ἀλλ' ἢ ὅτι ἠπίστατο ἀκριβῶς. Κἂν ἕτερον δὲ ἔστιν εἰπεῖν͵ ὅτι δοκιμώτερον αὐτὸν εἰργάζετο͵ ὥσπερ οὖν τὸν Ἀβραὰμ τότε͵ οὕτω καὶ τοῦτον διὰ τῆς τοιαύτης ἐρωτήσεως ἐνάγων νῦν εἰς τὴν ἀκριβῆ τοῦ σημείου γνῶσιν”. Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.240.

[5] “πέντε μὲν ἴσως αἰνισσόμενοι ἄρτους εἶναι τοὺς αἰσθητοὺς τῶν γραφῶν λόγους καὶ διὰ τοῦτο ἰσαρίθμους ταῖς πέντε αἰσθήσεσιν͵ δύο δὲ ἰχθῦς ἤτοι τὸν προφορικὸν καὶ τὸν ἐνδιάθετον λόγον͵ ὡσπερεὶ ὄψον τυγχάνοντας τῶν ἐν ταῖς γραφαῖς αἰσθητῶν κειμένων͵ ἢ τάχα καὶ τὸν φθάσαντα ἐπ' αὐτοὺς περὶ Πατρὸς καὶ Υἱοῦ λόγον. Διὸ καὶ αὐτὸς ἔφαγεν ἰχθύος ὀπτοῦ ἀναστὰς μέρος λαβὼν ἀπὸ τῶν μαθητῶν͵ καὶ ἀποδεξάμενος ἣν ἐδύναντο ἐκ μέρους ἀπαγγεῖλαι αὐτῷ περὶ τοῦ πατρὸς θεολογίαν. ... Παρατηρητέον μέντοι ὅτι τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας οἱ μαθηταὶ λέγουσιν ἔχειν παρὰ τῷ Ματθαίῳ καὶ τῷ Μάρκῳ καὶ τῷ Λουκᾷ͵ οὔθ' ὅτι πύρινοι οὔθ' ὅτι κρίθινοι ἦσαν ὑποσημειωσάμενοι· ὁ δὲ Ἰωάννης μόνος κριθίνους εἶπεν εἶναι τοὺς ἄρτους͵ διὸ τάχα οὐδὲ οἱ μαθηταὶ ὁμολογοῦσιν ἔχειν αὐτοὺς παρ' ἑαυτοῖς ἐν τῷ τοῦ Ἰωάννου εὐαγγελίῳ͵ ἀλλὰ λέγουσι παρ' αὐτῷ ὅτι ἔστι παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια. Καὶ ὅσον μὲν οἱ πέντε ἄρτοι οὗτοι καὶ οἱ δύο ἰχθύες οὐκ ἐφέροντο ὑπὸ τῶν μαθητῶν τῷ Ἰησοῦ͵ οὐκ ηὔξανον οὐδὲ ἐπλήθυνον οὐδὲ ἐδύναντο τρέφειν πλείονας· ὅτε δὲ λαβὼν αὐτοὺς ὁ σωτὴρ πρῶτον ἀνέβλεψεν εἰς τὸν οὐρανόν͵ ταῖς ἀκτῖσι τῶν ὀφθαλμῶν αὐτοῦ οἱονεὶ καταβιβάζων δύναμιν ἐκεῖθεν͵ τὴν ἀνακραθησομένην τοῖς ἄρτοις καὶ τοῖς ἰχθύσι͵ μέλλουσι τρέφειν τοὺς πεντακισχιλίους͵ καὶ μετὰ τοῦτο ηὐλόγησε τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας͵ τῷ λόγῳ καὶ τῇ εὐλογίᾳ αὔξων καὶ πληθύνων αὐτούς͵ καὶ τρίτον μερίζων καὶ κλῶν ἔδωκε τοῖς μαθηταῖς͵ ἵν' ἐκεῖνοι τοῖς ὄχλοις παραθῶσι͵ τότε διήρκεσαν οἱ ἄρτοι καὶ οἱ ἰχθύες͵ ὡς φαγεῖν πάντας καὶ κορεσθῆναι καί τινας τῶν εὐλογηθέντων ἄρτων μὴ χωρῆσαι φαγεῖν. Ὠριγένης, Εἰς τὸ Κατὰ Ματθαῖον, Girod, βιβλ. 11, ἑν. 2.

[6] “Ἐπεὶ οὖν ἀπέγνωσαν ἀμφότεροι οἱ μαθηταί͵ τότε θαυματουργεῖ λοιπόν· οὕτω γὰρ μᾶλλον ἐκέρδαναν͵ πρότερον ὁμολογήσαντες τοῦ πράγματος τὴν δυσκολίαν͵ ἵνα ὅταν γένηται͵ μάθωσι τοῦ Θεοῦ τὴν δύναμιν”. Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.241.

[7] Ρωμανὸς ὁ Μελωδός, Ὕμνοι, 24, ἑν. 12.

[8] “Ἐπισημαίνεται δὲ χρησίμως ὁ μακάριος Εὐαγγελιστής͵ ὅτι καὶ χόρτος ἦν ἐν τῷ τόπῳ πολύς͵ ἐπιτηδείως ἔχοντα τὸν χῶρον πρὸς τὸ καὶ δεῖν ἀνακλίνεσθαι τοὺς ἄνδρας ἐπιδεικνύς. ἐπιτήρει δὲ ὅπως ἀναμεμιγμένης εἰς ἑαυτὴν τῆς τῶν τρεφομένων πληθύος καὶ γυναικῶν δηλονότι παρουσῶν σὺν τέκνοις͵ μόνους τοὺς ἄνδρας ἀπηριθμήσατο͵ ταῖς κατὰ τὸν νόμον ὡς οἶμαι συνηθείαις ἀκολουθῶν. διατάττοντος γὰρ τοῦ Θεοῦ καὶ πρὸς τὸν ἱεροφάντην λέγοντος Μωυσέα Λάβετε ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ κατὰ συγγενείας͵ κατ' οἴκους πατριῶν͵ κατὰ ἀριθμὸν ἐξ ὀνόματος͵ κατὰ κεφαλὴν αὐτῶν͵ πᾶν ἄρσεν ἀπὸ εἰκοσαετοῖς καὶ ἐπάνω· ἀπετελεῖτο τὸ προσταχθὲν καὶ μακρὸν μὲν ὀνομάτων ὁ προφήτης συνετίθει κατάλογον͵ θηλειῶν δὲ παντελῶς καὶ μειρακιώδους ἡλικίας ἀλογήσας ὁρᾶται͵ καταγράφει δὲ ὄχλον τὸν ἡβήσαντα. τίμιον γὰρ καὶ ἐν βίβλῳ Θεοῦ πᾶν ὅσον ἀνδρῶδες καὶ νεανικὸν καὶ οὐ νηπιάζον εἰς φρόνησιν τὴν ἐπ' ἀγαθοῖς”. Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σελ. 414-5.

[9] Ρωμανὸς ὁ Μελωδός, Ὕμνοι, 24, ἑν. 16.

[10] Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.242.

[11] “Καὶ προφήτης ἦν παρ' αὐτοῖς͵ καὶ βασιλέα χειροτονεῖν ἔμελλον· ὁ δὲ Χριστὸς φεύγει. Τί δήποτε; Παιδεύων ἡμᾶς τῶν κοσμικῶν καταφρονεῖν ἀξιωμάτων͵ καὶ δεικνὺς ὅτι οὐδενὸς δεῖται τῶν ἐπὶ γῆς. Ὁ γὰρ πάντα εὐτελῆ ἐπιλεξάμενος͵ καὶ μητέρα καὶ οἰκίαν καὶ πόλιν καὶ ἀνατροφὴν καὶ ἱματίων στολήν͵ οὐκ ἔμελλεν ὕστερον ἀπὸ τῶν ἐν τῇ γῇ φαίνεσθαι. Τὰ μὲν γὰρ ἀπὸ τῶν οὐρανῶν͵ λαμπρά τε ἦν καὶ μεγάλα͵ ἄγγελοί τε καὶ ἀστὴρ καὶ Πατὴρ βοῶν καὶ Πνεῦμα μαρτυροῦν καὶ προφῆται πόῤῥωθεν ἀνακηρύττοντες· τὰ δὲ ἐν τῇ γῇ πάντα εὐτελῆ͵ ἵνα καὶ οὕτω μειζόνως ἡ δύναμις φαίνηται. ῏Ηλθε δὲ καὶ παιδεύων ἡμᾶς καταφρονεῖν τῶν ἐνταῦθα καὶ μηδαμοῦ τεθηπέναι μηδὲ ἐκπλήττεσθαι τὰ τοῦ βίου λαμπρὰ ἀλλὰ καταγελᾷν ἁπάντων τούτων͵ καὶ τῶν μελλόντων ἐρᾷν. Ὁ γὰρ τὰ ἐνταῦθα θαυμάζων͵ οὐ θαυμάσεται τὰ ἐν τοῖς οὐρανοῖς. Διὰ τοῦτο καὶ τῷ Πιλάτῳ ἔλεγεν· Ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν ἐντεῦθεν· ἵνα μὴ δόξῃ λοιπὸν ἀνθρωπίνῳ φόβῳ καὶ δυναστείᾳ πρὸς τὸ πείθειν ἀποκεχρῆσθαι. Πῶς οὖν εἶπεν ὁ προφήτης· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς͵ καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον; Ὅτι βασιλείαν ἐκείνην λέγει͵ τὴν ἐν τοῖς οὐρανοῖς͵ ἀλλ' οὐχὶ ταύτην. Διὰ δὴ τοῦτο πάλιν ἔλεγε· Δόξαν παρὰ ἀνθρώπου οὐ λαμβάνω. Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.243.

[12] “Οὐχὶ παρὼν τοῖς μαθηταῖς ὁ Χριστὸς σωματικῶς μόνον͵ ἀλλὰ καὶ μακρὰν γενόμενος τὸ συμφέρον οἰκονομεῖ. ... Οἱ δὲ τοῦ διδασκάλου ἀπολειφθέντες͵ ὡς ὀψία ἐγένετο͵ κατέβησαν εἰς τὴν θάλασσαν· καὶ μέχρι μὲν τῆς ἑσπέρας περιέμενον αὐτόν͵ ἥξειν προσδοκῶντες πρὸς αὐτούς. Γενομένης δὲ ἑσπέρας οὐκ ἔτι ἀνέχονται μὴ ἐπιζήτησιν αὐτοῦ ἐλθεῖν· τοσοῦτος αὐτοὺς κατεῖχεν ἔρως. Οὐδὲ γὰρ εἶπον· Ἑσπέρα νῦν ἐστι͵ καὶ νὺξ κατέλαβε͵ ποῦ νῦν ἀπελευσόμεθα; ἐπικίνδυνος ὁ τόπος͵ ἐπισφαλὴς ὁ καιρός· ἀλλ' ὑπὸ τοῦ πόθου πυρούμενοι͵ ἐνέβησαν εἰς τὸ πλοῖον. Οὐ γὰρ ἁπλῶς ὁ εὐαγγελιστὴς καὶ τὸν καιρὸν ἐπισημαίνεται͵ ἀλλ' ὥστε διὰ τούτου τὴν θερμὴν αὐτῶν ἀγάπην ἐμφῆναι. Τίνος οὖν ἕνεκεν ἀφίησιν αὐτοὺς καὶ ἀναχωρεῖ; μᾶλλον δὲ τίνος ἕνεκεν φαίνεται πάλιν μόνος ἐπὶ τῆς θαλάσσης βαδίζων; Ἐκείνῳ μὲν διδάσκων αὐτοὺς πόσον ἐστὶν ἡ ἀπόλειψις͵ καὶ τὸν πόθον ἐργαζόμενος μείζονα· τούτῳ δὲ πάλιν τὴν ἑαυτοῦ δύναμιν ἐνδεικνύμενος”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.245.

[13] “Ἐπιτήρει γὰρ ὅπως οὐκ εὐθὺς ἀποπλεύσασιν͵ οὐδὲ ἐν ἀρχῇ τῶν κινδύνων͵ τοῖς ἐν τῷ σκάφει Χριστὸς ἐπιφαίνεται͵ ἀλλ' ὅτε σταδίοις ἀπενοσφίζοντο τῆς ἠπείρου πολλοῖς. οὐ γὰρ εὐθὺς ἀρχομένης τῆς ἐκταρασσούσης ἡμᾶς περιστάσεως ἡ τοῦ διασώζοντος χάρις ἐπιφοιτᾷ͵ ἀλλ' ὅταν ἀκμάσῃ μὲν ὁ φόβος͵ φαίνηται δὲ ἤδη κατὰ κράτος ὁ κίνδυνος͵ καὶ ἐν μέσοις͵ ἵν΄ οὕτως εἴπω͵ τοῖς κύμασι τῶν θλίψεων εὑρισκώμεθα· τότε δὴ καὶ ἀδοκήτως ἐπιφαίνεται Χριστὸς͵ καὶ περιστέλλει μὲν τὸν φόβον͵ κινδύνου δὲ ἀπαλλάξει παντός͵ ἀφάτῳ δυνάμει μετατιθεὶς τὰ δεινὰ καθάπερ εἰς γαλήνην τὴν εὐθυμίαν”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σ. 429.

[14] “ὅταν ἡμῖν ἐπιφαίνηται καὶ ἐπιλάμπῃ Χριστός͵ ἀκονιτὶ κατορθώσομεν καὶ τὸ μεῖζον ἢ κατ' ἐλπίδα τὴν ἐν ἡμῖν͵ καὶ οἱ διὰ τοῦ μὴ ἔχειν αὐτὸν κινδυνεύοντες͵ οὐδενὸς ἔτι προσδεησόμεθα πόνου πρὸς τὸ δύνασθαι κατορθοῦν τὰ λυσιτελῆ͵ παρόντος αὐτοῦ. λύσις οὖν ἄρα παντὸς κινδύνου Χριστὸς καὶ κατορθωμάτων ἔκβασις τῶν ὑπὲρ ἐλπίδα τοῖς προσδεχομένοις αὐτόν”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σ. 430.

[15] Εὐσέβιος Καισαρείας, Εὐαγγελικὴ ἀπόδειξις, Heikel 9.12.4-5.

[16] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σ. 432.

[17] Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.249-50.

[18] “οὐαὶ τῷ σώματι ὁπόταν εἰς τὴν ἑαυτοῦ φύσιν ἕστηκεν͵ ὅτι διαφθείρεται καὶ ἀποθνῄσκει· καὶ οὐαὶ δὲ καὶ τῇ ψυχῇ͵ ὁπόταν εἰς τὴν ἑαυτῆς φύσιν μόνον ἕστηκε καὶ εἰς τὰ ἑαυτῆς ἔργα μόνον πέποιθε͵ μὴ ἔχουσα θείου Πνεύματος κοινωνίαν͵ ὅτι ἀποθνῄσκει ζωῆς αἰωνίου θεότητος μὴ καταξιουμένη. ὥσπερ γὰρ ἐπὶ τῶν ἀσθενούντων͵ ἐπὰν μὴ δύνηται τὸ σῶμα λαβεῖν τροφὴν ἢ πόσιν͵ ἀπελπιστέος ἐστὶ ὁ ἄνθρωπος καὶ κλαίουσιν ἐπ΄ αὐτῷ πάντες οἱ γνήσιοι φίλοι͵ συγγενεῖς καὶ ἀγαπητοί͵ οὕτω κλαίει ὁ θεὸς καὶ οἱ ἅγιοι ἄγγελοι ψυχὰς τὰς μὴ τρεφομένας τροφὴν οὐράνιον τοῦ Πνεύματος αὐτοῦ καὶ ἐν ἀφθαρσίᾳ ζώσας. ταῦτα δὲ οὐκ εἰσὶν ἁπλῶς λόγοι λαλούμενοι͵ ἀλλ΄ ἔργον πνευματικὸν ζωῆς͵ ἔργον ἀληθείας͵ εἰς τὴν ἀξίαν καὶ πιστὴν ψυχὴν γινόμενον”.  Μακάριος, Ὁμιλία 9, Berthold, κεφ. 3, ἑν. 7.

[19] Συμεὼν ὁ Νέος Θεολόγος, Δεύτερος Θεολογικός, ΟΚ, τ. 2, σ. 29.

[20] “Καθάπτεται τῆς ἀπιστίας αὐτῶν καὶ δείκνυσιν ὅτι ὁ μὴ πιστεύων αὐτῷ͵ τὸ θέλημα παραβαίνει τοῦ Πατρός. Καὶ οὕτω μὲν αὐτὸ γυμνῶς οὐ φησίν͵ ὑφειμένως δέ· καὶ πανταχοῦ τοῦτο ποιοῦντα ὄψει αὐτόν͵ θέλοντα δεῖξαι καὶ τῷ Πατρὶ προσκεκρουκότας τοὺς ἀπιστοῦντας͵ οὐκ αὐτῷ μόνῳ. Εἰ γὰρ θέλημα αὐτοῦ τοῦτό ἐστι καὶ διὰ τοῦτο ἦλθεν͵ ἵνα σώσῃ πάντα τὸν κόσμον͵ οἱ μὴ πιστεύοντες͵ τὸ θέλημα αὐτοῦ παραβαίνουσιν. Ὅταν οὖν͵ φησὶν͵ ὁ Πατὴρ ὁδηγῇ τινα͵ οὐδέν ἐστι τὸ κωλύον αὐτὸν ἐλθεῖν πρός με. Τοῦτο καὶ προϊὼν λέγει͵ Οὐδεὶς δύναται ἐλθεῖν πρός με͵ ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν. Ὁ δὲ Παῦλος εἶπεν͵ ὅτι αὐτὸς παραδίδωσιν αὐτοὺς τῷ Πατρί· Ὅταν γὰρ παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Ὥσπερ οὖν καὶ διδοὺς ὁ Πατήρ͵ οὐκ ἀποστερῶν ἑαυτὸν πρότερον τοῦτο ποιεῖ· οὕτω καὶ παραδιδοὺς ὁ Υἱός͵ οὐκ ἐκβάλλων ἑαυτὸν τοῦτο ποιεῖ. Λέγεται δὲ παραδιδόναι͵ ὅτι δι΄ αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.254.

[21] “ἴδιον λέγων θέλημα αὐτοῦ τὸ τῆς σαρκός. Ἐπεὶ καὶ ἡ σὰρξ ἰδία αὐτοῦ γέγονεν· οὐ γάρ ἐστι θέλημα Υἱοῦ θεϊκὸν θελήματος Θεοῦ κεχωρισμένον. Ἔδει δὲ τὸ τῆς σαρκὸς θέλημα κινηθῆναι͵ ὑποταγῆναι δὲ τῷ θελήματι τῷ θεϊκῷ. Καὶ οὕτως αἱ τῶν ἀνθρώπων παρακοαὶ λύονται διὰ τῆς παραδόξου ταύτης ὑπακοῆς͵ ἣν Χριστὸς ὑπήκουσεν ὑπὲρ ἡμῶν. Ὅρα δὴ τοῦ κινήματος τοῦ σαρκικοῦ γενομένου͵ τί φησι· Καὶ τί εἴπω; Πάτερ͵ σῶσόν με ἐκ τῆς ὥρας ταύτης. Ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. Πάτερ͵ δόξασόν σου τὸ ὄνομα. Τὸ͵ Τί εἴπω; Πάτερ͵ σῶσόν με ἐκ τῆς ὥρας ταύτης͵ ἐφθέγξατο κατὰ τὴν κίνησιν τῆς σαρκός· τὸ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην͵ θεότητος ὑπερνικώσης φθέγγεται͵ σχεδόν τοι μηδὲ φανῆναι τῷ σαρκικῷ θελήματι συγχωροῦντος τοῦ θεϊκοῦ. Τὸ γὰρ Τί εἴπω; ὥσπερ ἐγκόπτοντός ἐστι ῥῆμα͵ ὡς φανῆναι μὲν ἡμῖν͵ ὅτι καὶ σὰρξ ἀληθὴς ὑποταττομένη δὲ καὶ οὐ δυναμένη περισπᾶσαι καθάπερ ἵππος τὸν ἐπιβάτην͵ οὐδὲ ὅσον ὀκλάσαι τὴν χεῖρα τὴν ἡνιοχοῦσαν. Καὶ δὴ καὶ τί λογίζεται τὸ πάθος; Οὐκ ἀδοξίαν͵ οὐκ αἰσχύνην͵ ἀλλὰ δόξαν ἑαυτοῦ καὶ τοῦ Πατρός. Καὶ ἐπισπεύδει μᾶλλον͵ ἢ ἀποτρέπει τὸ πάθος. Πάτερ͵ δόξασόν σου τὸ ὄνομαΜ. Ἀθανάσιος, Εἰς τὸ Νῦν ἡ ψυχή μου τετάρακται, PG 26.1241-4.

[22] Μακάριος, Ὁμιλία 34, Dorries, στ. 17-36.

[23] “Ἑλκυσμόν δέ εἰπών, οὐ βίαν τινά ἐδήλωσεν, ἀλλ᾿ ὅτι μᾶλλον ἐκάλεσε διά τῆς ἀποκαλύψεως οὕς προέγνω καί οὕς προώρισεν, ἑλκύσας διά τῆς ἀγάπης δηλονότι τοῦ ἀποκαλυφθέντος αὐτοῖς”.  Συμεὼν ὁ Νέος Θεολόγος, ΟΚ, Ἠθικὸς Γ’, τ. 2, σ. 166.

[24] “οὐχ ὡς τῶν ἄλλων πάντως ἐγκαταλιμπανομένων ἐν τοῖς μνήμασιν, ἀλλ᾿ ὡς τῶν τήν ζωήν ἐχόντων ἀνισταμένων ὑπό τῆς ζωῆς εἰς αἰωνίαν ζωήν, τῶν δέ λοιπῶν ἀνισταμένων εἰς αἰώνιον κολάσεως θάνατον”.  Συμεὼν ὁ Νέος Θεολόγος, ΟΚ, Ἠθικὸς Γ’, τ. 2, σ. 167.

[25] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σ. 512, καὶ τ. 2., σ. 367.

[26] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2., σ. 367.

[27] Μακάριος, Ὁμιλία 9, κεφ. 3, ἑν. 6-7.

[28] Γρηγόριος Νύσσης, Εἰς τὸ Ἄσμα Ἀσμάτων, Langerbeck, σ. 444.

[29] “εἴπερ ἦσθά τις σοφὸς καὶ ἀγχίνους͵ οὐκ ἂν ἠγνόησας ὅτι καὶ ἀπὸ μόνης ἔσθ΄ ὅτε τῆς σαρκὸς τὸ ἐκ ψυχῆς καὶ σώματος κατασημαίνεται ζῶιον͵ τουτέστιν ἄνθρωπος. γέγραπται γὰρ ὅτι καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ. οὐκοῦν ὁ σάρκα λέγων γενέσθαι τὸν λόγον οὐκ ἠγνόηκεν ὅτι πάντηι τε καὶ πάντως καὶ ψυχῆς νοερᾶς πεποίηται μνήμην. ἀλλὰ γάρ͵ ὡς ἔφην ἐν ἀρχαῖς͵ ἀπορήσας εἰς ἀντίστασιν σκέπην ἑαυτῶι ποιεῖται τὸ ψεῦδος καὶ πειρᾶται συκοφαντεῖν͵ ἵνα δοκῆι τι λέγειν. οὐκ ἄνθρωπον δὲ ἀνειλῆφθαι παρὰ θεοῦ τοῖς ἁγίοις πατράσι δοκεῖ· πεφρονήκασι γὰρ οὐχ ὧδε· πόθεν; αὐτὸν δὲ μᾶλλον τὸν ἐκ θεοῦ λόγον ἄνθρωπον γενέσθαι φασίν͵ ἑνωθέντα σαρκὶ ψυχὴν ἐχούσηι τὴν νοεράν (ἀσύγχυτος δὲ καὶ τροπῆς ἐλευθέρα παντελῶς ἡ ἕνωσις· ἀναλλοίωτος γὰρ ὁ τοῦ θεοῦ λόγος)͵ καὶ οὕτως πιστεύομεν.  Τρίτη Οἰκουμ. Σύνοδος, 1,1,6.144.

[30] Συμεὼν ὁ Νέος Θεολόγος, ΟΚ, Ἠθικὸς ΙΔ’, τ. 2, σελ. 372-3.

[31] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1., σελ. 529-30.

[32] Μ. Βασιλείου (ἀμφιβαλλόμενο), Εἰς τὸν Ἠσαΐα, κεφ. 8, ἑν. 214· πρβλ. Κυρίλλου Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σ. 549: “Δεῖ τοιγαροῦν σοφοὺς εἶναι τοὺς τῶν θείων μυστηρίων ἀκροατάς͵ δεῖ δοκίμους εἶναι τραπεζίτας͵ ὡς εἰδέναι τὸ δόκιμον καὶ τὸ παράσημον νόμισμα͵ καὶ μήτε τοῖς πίστει παραδεκτοῖς ἀκαίρως ἐπάγειν τὴν ἀνεξίτητον ζήτησιν͵ μήτε τοῖς τῆς ζητήσεως δεομένοις ἐπασωτεύεσθαι πίστιν ἔσθ΄ ὅτε τὴν ἐπιζήμιον͵ ἀποδιδόναι δὲ τὸ ἑκάστῳ πρέπον τῶν λαλουμένων καὶ δι΄ εὐθείας ὥσπερ ἰέναι τρίβου͵ τὸ ἐκκλίνειν ἐπ΄ ἄμφω παραιτουμένους. ὁδῷ γὰρ βασιλικῇ πορεύεσθαι πρέπει τὸν εἰς ὀρθότητα πίστεως τρέχοντα τῆς ἐν Χριστῷ.”

[33] “ἐὰν οὖν βλέπητε͵ φησίν͵ εἰς τὸν οὐρανὸν ἀναβαίνοντα τὸν υἱὸν τοῦ ἀνθρώπου͵ τί ἐρεῖτε πάλιν; ἐλεγχθήσεσθε γὰρ οὐ μετρίως ἀφραίνοντες. εἰ γὰρ μὴ δύνασθαι τὴν ἐμὴν σάρκα τὴν ζωὴν ὑμῖν ἐνθεῖναι λογίζεσθε͵ πῶς πτηνοῦ δίκην εἰς οὐρανὸν ἀναβήσεται; εἰ γὰρ μὴ δύναται ζωοποιεῖν͵ ὅτι μὴ πέφυκε ζωοποιεῖν͵ πῶς ἀεροβατήσει͵ πῶς δὲ εἰς οὐρανοὺς ἀναβήσεται; καὶ τοῦτο γὰρ ὁμοίως ἀδύνατον τῇ σαρκί. εἰ δὲ ἀναβαίνει παρὰ φύσιν͵ τί τὸ κωλύον ἔτι καὶ ζωοποιεῖν αὐτὴν καὶ εἰ μὴ πέφυκε ζωοποιεῖν͵ ὅσον εἰς ἰδίαν φύσιν; ὁ γὰρ οὐράνιον ἀποδείξας τὸ ἀπὸ γῆς͵ καὶ ζωοποιὸν ἀποτελέσει καὶ εἰ πέφυκε φθείρεσθαι κατὰ τὸν ἴδιον λόγον”.  Κυρίλλου Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σ. 550.  “Ὡς γὰρ θεὸς προαιώνιός τέ ἐστι καὶ ἀπερίγραπτος͵ κἂν εἰ καταβεβηκέναι λέγεται -  κατάβασιν γὰρ ἐπ΄ αὐτοῦ τὴν συγκατάβασίν φαμεν καὶ ταπείνωσιν καὶ τὴν ἐπὶ γῆς φανέρωσιν, ὡς δὲ ἄνθρωπος πεφηνὼς περιγραπτὸς καὶ ὑπὸ χρόνον” Ἰωάννης Δαμασκηνός, Κατὰ Νεστοριανῶν, Kotter, ἑν. 17.

[34] Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.265.

[35] Κυρίλλου Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σελ. 556-7.

[36] Κυρίλλου Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σελ. 557-8.

[37] “ἑνὶ δὲ ἁπλῶς καὶ ἀδιορίστως τῆς ἀσεβείας ἐπιθεὶς τὸ φορτίον͵ εἰς ἀγῶνα καθίστη τοὺς πάντας καὶ πρὸς νῆψιν ἀκριβεστέραν ἐκάλει͵ καταφρίττοντος ἑκάστου τῆς ἑαυτοῦ ψυχῆς τὴν ζημίαν. ὁμοῦ δέ τι τούτοις καὶ ἕτερον ἀπετέλει τῇ τῶν μαθητῶν εὐπιστίᾳ λυσιτελές. ἐπειδὴ γὰρ εἰδέναι καθωμολογήκασι͵ πεπιστευκέναι τε ἀραρότως͵ ὅτιπερ αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ͵ φαίνεται προειδὼς τὰ ἐσόμενα͵ βεβαίαν ὥσπερ καὶ διὰ τούτου τὴν ἐφ΄ ἑαυτῷ δεικνὺς ὁμολογίαν. πρέπει γὰρ τῶν ὄντων οὐδενὶ τὸ γινώσκειν τὰ μέλλοντα͵ πλὴν ἑνὶ τῷ μόνῳ κατὰ φύσιν Θεῷ͵ περὶ οὗ καὶ γέγραπται Ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν. διάβολον δὲ τὸν τῶν διαβολικῶν θελημάτων ἀπεκάλεσεν ὑπουργόν͵ οὐ διεψευσμένως. ὥσπερ γὰρ ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν͵ οὕτω δηλονότι καὶ τὸ ἐναντίον”.  Κυρίλλου Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σελ. 578.

[38] Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.268.

 

<<

>>

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ  -  ΚΑΤΑ ΙΩΑΝΝΗΝ

^

www.myriobiblos.gr/bible/nt-fathers.asp

ΕΠΙΚΟΙΝΩΝΙΑ