The New Testament

ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ        ΜΥΡΙΟΒΙΒΛΟΣ



ΚΑΤΑ ΙΩΑΝΝΗΝ

4

 

Ὡς οὖν ἔγνω [1] ὁ Ἰησοῦς ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης [2] 2 - καίτοι γε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλοἱ μαθηταὶ αὐτοῦ [3] - 3 ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν. [4] 4 ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας. [5] 5 ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· 6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. [6] ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡς ἕκτη. [7]  

“Πηγὴ πηγὴν κατέλαβεν͵ ἀποπλύνων͵ οὐ πίνων· κρουνὸς ἀθανασίας τῷ ῥείθρῳ τῆς ἀθλίας ὡς ἐνδεὴς ἐπέστη· κάμνει βαδίζων ὁ ἐν θαλάσσῃ πεζεύσας ἀκαμάτως͵ ὁ παρέχων ἀγαλλίασιν καὶ ἀπολύτρωσιν”.[8]

7 Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς, Δός μοι πιεῖν· 

“Καὶ τίς οὐ μακαρίζει τὴν ἔξοδον ἐκείνης καὶ τὴν εἴσοδον; Ἐξῆλθε γὰρ ἐν ῥύπῳ͵ εἰσῆλθε δὲ ἐν τύπῳ τῆς ἐκκλησίας ἄμωμος· ἐξῆλθε καὶ ἐξήντλησε τὴν ζωὴν ὥσπερ σπόγγος· ἐξῆλθεν ὑδροφόρος͵ εἰσῆλθε θεοφόρος· καὶ τίς οὐ μακαρίζει τοῦτο τὸ θῆλυ͵ μᾶλλον δὲ σέβει τὴν ἐξ ἐθνῶν͵ τὸν τύπον͵ τὴν λαβοῦσαν ἀγαλλίασιν καὶ ἀπολύτρωσιν;”[9] 

8 οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν. [10] 9 λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρῖτις, Πῶς σὺ Ἰουδαῖος ὢν παρἐμοῦ πιεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης; [οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρίταις.]  

“Προσῆλθεν οὖν ἡ ὁσία καὶ ἤντλησεν ἐν σοφίᾳ· τὸν γὰρ δεσπότην ἰδοῦσα κεκμηκότα καὶ διψῶντα καὶ βοῶντα· Γύναι͵ δός μοι πιεῖν͵ οὐκ ἐτραχύνθη͵ ἀλλ΄ εἶπεν εἰλημμένως· Καὶ πῶς σύ͵ Ἰουδαῖος ὤν͵ ᾐτήσω με; Ὑπέμνησε τὸ δόγμα͵ μετέπειτα τὸ πόμα φρονίμως ἐπηγγείλατο. Οὐκ εἶπε γάρ· Οὐ δίδωμι ἀλλοφύλῳ σοι πίνειν͵ ἀλλ΄ εἶπεν· Πῶς ᾐτήσω; ὡς ποτὲ τῷ ἀγγέλῳ ἡ Θεοτόκος ἔφη· Πῶς ἔσται τοῦτο; Πῶς ὁ ἀμήτωρ μητέρα με λαμβάνει ὁ παρέχων ἀγαλλίασιν καὶ ἀπολύτρωσιν;”[11] 

10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ, Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. [12] 11 λέγει αὐτῷ ἡ γυνή, Κύριε, [13] οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; 12 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; 13 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ, Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· 14 ὃς δἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου [14] εἰς ζωὴν αἰώνιον. [15] 

“Τοῖς γὰρ ἐν τοιούτοις καταντήσασι μέτροις καὶ τὰ πάθη τῆς κακίας κατήργηται (καθὼς εἴρηται· ἡ ἀγάπη οὐ ζηλοῖ͵ οὐ φυσιοῦται͵ οὐκ ἀσχημονεῖ͵ οὐ ζητεῖ τὰ ἑαυτῆς͵ οὐ λογίζεται τὸ κακὸν καὶ τὰ ἑξῆς) καὶ ἡ ζῶσα πηγὴ τοῦ Πνεύματος ἐκ τῆς ἀβύσσου τῆς θεότητος ἐν αὐτοῖς ἀπαύστως καὶ ἀδιαλείπτως βρύει͵ καθὼς εἴρηται· ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον͵ εἰς ἐπουράνια μυστήρια ἄρρητα ἁρπάζουσα πάντοτε τὸν νοῦν καὶ πτεροῦσα ἀπὸ δόξης εἰς δόξαν͵ ἀπὸ αἰώνων εἰς αἰῶνας͵ ἀπὸ μυστηρίων εἰς μυστήρια͵ ἀπὸ δυνάμεων εἰς δυνάμεις͵ ἀπὸ ἀναπαύσεων εἰς ἀναπαύσεις ἀνεκδιηγήτους͵ ἀπὸ ἀρετῶν εἰς ἀρετάς͵ ἀπὸ ὑπερκοσμίων φώτων εἰς ὑπερουράνια φῶτα”.[16] 

15 λέγει πρὸς αὐτὸν ἡ γυνή, Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν. 16 Λέγει αὐτῇ, Ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε. [17] 17 ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν· Οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς· Καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω· 18 πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. 19 λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. [18] 20 οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ. [19] 21 λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι, πίστευσόν μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. 22 ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. 23 ἀλλ' ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. 24 πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. 

“Πάντες Χριστιανοὺς νομίζουσιν ἑαυτοὺς εἶναι διὰ τὴν ὁμολογίαν τῆς εἰς Χριστὸν πίστεως ἢ καὶ δι΄ ὀλίγας τινὰς ἀρετάς͵ ἀλλὰ οἱ ἀληθινοὶ Χριστιανοὶ ὀλίγοι εἰσίν͵ οἱ Πνεύματι ἁγίῳ πλούσιοι͵ οἱ ταῖς διαφόροις τρυφαῖς τῆς χάριτος ἐναπολαύοντες͵ οἱ τῷ οὐρανίῳ πόθῳ τοῦ Πνεύματος εὐφραινόμενοι͵ οἱ τοῖς διαφόροις τῶν χαρισμάτων οὐρανίοις ἐνδύμασιν τὴν ψυχὴν κεκοσμημένοι͵ οἱ οὐχ ὁμολογίᾳ καὶ ψιλῇ πίστει ἀλλὰ δυνάμει καὶ ἐνεργείᾳ Πνεύματος τὸν Χριστιανισμὸν κεκτημένοι͵ οἱ τὸν οὐράνιον χρυσόν, τουτέστι τὴν τῶν μυστηρίων τοῦ Πνεύματος γνῶσιν καὶ διήγησιν, μετὰ χεῖρας τῆς ψυχῆς ἀδιαλείπτως τῷ νῷ ψηλαφῶντες͵ οὗτοί εἰσιν οἱ ἀληθινοὶ Χριστιανοί”.[20] 

25 λέγει αὐτῷ ἡ γυνή, Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα. [21] 26 λέγει αὐτῇ ὁ Ἰησοῦς, Ἐγώ εἰμι, ὁ λαλῶν σοι. [22] 27 καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπε, τί ζητεῖς ἤ τί λαλεῖς μετ' αὐτῆς; 28 Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις· 29 Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; 30 ἐξῆλθον οὖν ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν. 31 Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· Ραββί, φάγε. 32 ὁ δὲ εἶπεν αὐτοῖς· Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. 33 ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; 34 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. 35 οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμόν. ἤδη. 36 καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. 37 ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινὸς, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων. 38 ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. 39 Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς, μαρτυρούσης ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα. 40 ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. 41 καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, 42 τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου. [23] 

43 Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν. 44 αὐτὸς γὰρ ὁ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. 45 ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ἃ ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν. 46 Ἦλθεν οὖν πάλιν ὁ Ἰησοῦς εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικὸς, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ· 47 οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθε πρὸς αὐτὸν καὶ ἠρώτα αὐτὸν ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλε γὰρ ἀποθνῄσκειν. 48 εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. 49 λέγει πρὸς αὐτὸν ὁ βασιλικός· Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. 50 λέγει αὐτῷ ὁ Ἰησοῦς· Πορεύου· ὁ υἱός σου ζῇ. καὶ ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐπορεύετο. 51 ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ἀπήντησαν αὐτῷ καὶ ἀπήγγειλαν λέγοντες ὅτι ὁ παῖς σου ζῇ. 52 ἐπύθετο οὖν παρ' αὐτῶν τὴν ὥραν ἐν ᾗ κομψότερον ἔσχε· καὶ εἶπον αὐτῷ ὅτι χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. 53 ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι ὁ υἱός σου ζῇ· καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. 54 Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.


 


[1] Τὸ γάρ Ὡς οὖν ἔγνω λέγειν τὸν ἅγιον Εὐαγγελιστήν͵ ἔμφασίν τινα προϋποκειμένου σαφῶς ἀνατίκτει πράγματος· πάντα μὲν γάρ͵ οὐδενός τι καταμηνύοντος͵ αὐτομάτως οἶδεν ὡς Θεὸς καὶ οὐχ ὅτε γίγνεται πρῶτον͵ ἀλλὰ καὶ πρὶν γενέσεως αὐτῶν͵ ὡς ὁ προφήτης διεμαρτύρατο. περιμένει δὲ τοὺς ἐφ΄ ἑκάστῳ καιροὺς καὶ ταῖς τῶν πραγμάτων ἀκολουθίαις͵ ἢ τῇ προγνώσει μᾶλλον ἐνδίδωσιν· ἦν γὰρ δὴ καὶ τοῦτο θεοπρεποῦς οἰκονομίας ἄξιον.” Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σ. 261.

[2] “Αὐτὸς μὲν οὖν οὐκ ἐβάπτιζεν͵ οἱ δὲ ἀπαγγέλλοντες͵ βουλόμενοι διεγεῖραι τοὺς ἀκούοντας εἰς φθόνον͵ οὕτως ἀπήγγελλον.” Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.177.

[3] “Χριστὸς οὖν ἐν ὕδατι οὐ βαπτίζει͵ ἀλλ΄ οἱ μαθηταὶ αὐτοῦ· ἑαυτῷ δὲ τηρεῖ τὸ ἁγίῳ Πνεύματι βαπτίζειν καὶ πυρί.” Ὠριγένης, Εἰς τὸ Κατὰ Ἰωάννην, βιβλ. 6, κεφ. 23, ἑν. 125. “Εἰ δέ τις ἐξετάζοι καὶ τί πλέον εἶχε τὸ τῶν μαθητῶν βάπτισμα͵ τοῦ Ἰωάννου, ἐροῦμεν ὅτι οὐδέν. Ἑκάτερα γὰρ ὁμοίως τῆς ἐκ τοῦ Πνεύματος χάριτος ἄμοιρα ἦν͵ καὶ αἰτία μία ἀμφοτέροις ἦν τοῦ βαπτίζειν, τὸ τῷ Χριστῷ προσάγειν τοὺς βαπτιζομένους.” Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.167-8.

[4] Τὸν ἐξαίσιον αὐτῶν παραιτούμενος φθόνον͵ καὶ καιρῷ φυλάττων ἰδίῳ τὸ παθεῖν͵ τῆς μὲν τῶν Ἰουδαίων ὑπέξεισι χώρας͵ ἀναχωρεῖ δὲ πάλιν εἰς τὴν Γαλιλαίαν.” Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σ. 262.

[5] “Ἀναχωρήσας γοῦν͵ πάλιν τῶν αὐτῶν εἴχετο ὧν καὶ πρότερον. Οὐ γὰρ ἁπλῶς ἐπὶ τὴν Γαλιλαίαν ἀπήρχετο͵ ἀλλὰ μεγάλα τινὰ κατασκευάζων πράγματα τὰ κατὰ τοὺς Σαμαρείτας· καὶ οὐχ ἁπλῶς οἰκονομῶν αὐτά͵ ἀλλὰ μετὰ τῆς προσηκούσης αὐτῷ σοφίας καὶ τοῦ μηδεμίαν καταλιπεῖν Ἰουδαίοις μηδὲ ἀναισχύντου τινὸς ἀπολογίας πρόφασιν. ... Ἐπειδὴ δὲ αὐτὸν ἀπήλασαν͵ θύραν τοῖς ἔθνεσιν ἀνέῳξαν. Καὶ οὐδὲ οὕτω προηγουμένως ἐπ΄ ἐκείνους ἔρχεται͵ ἀλλὰ παριών.” Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.177.

[6] “Τίνος ἕνεκεν ἀκριβολογεῖται ὁ Εὐαγγελιστὴς περὶ τοῦ τόπου; Ἵνα ὅταν ἀκούσῃς τῆς γυναικὸς λαλούσης͵ Ἰακὼβ ὁ πατὴρ ἡμῶν ἔδωκεν ἡμῖν τὴν πηγὴν ταύτην͵ μὴ ξενισθῇς. Ὁ γὰρ τόπος ἐκεῖνος ἦν ἔνθα ὑπὲρ τῆς Δείνας οἱ περὶ τὸν Λευῒ καὶ Συμεὼν ἀγανακτοῦντες͵ τὸν χαλεπὸν ἐκεῖνον εἰργάσαντο φόνον. Ἄξιον δὲ εἰπεῖν καὶ πόθεν οἱ Σαμαρεῖται συνέστησαν. Καὶ γὰρ ὁ τόπος οὗτος ἅπας Σαμάρεια καλεῖται. Πόθεν οὖν τὴν προσηγορίαν ἔλαβον; Σομὸρ τὸ ὄρος ἐλέγετο ἀπὸ τοῦ κτησαμένου͵ καθάπερ καὶ Ἡσαΐας φησί· Καὶ ἡ κεφαλὴ Σομόρων͵ Ἐφραΐμ· ἀλλ΄ οἱ κατοικοῦντες οὐ Σαμαρεῖται͵ ἀλλ΄ Ἰσραηλῖται ἐλέγοντο. Χρόνου δὲ προϊόντος͵ προσέκρουσαν τῷ Θεῷ· καὶ βασιλεύσαντος Φακεὲ ἀνελθὼν Θεγλὰθ Φαλασὰρ πόλεις τε εἷλε πολλὰς καὶ ἐπέθετο τῷ Ἠλᾷ καὶ ἀνελὼν αὐτὸν Ὠσηὲ τὴν βασιλείαν ἔδωκεν. Ἐπὶ τοῦτον ἐλθὼν ὁ Σαλμανασὰρ εἷλε πόλεις ἑτέρας καὶ ὑποφόρους ἐποίησε καὶ ὑποτελεῖς. Ἀλλ΄ οὗτος τὸ μὲν πρῶτον εἶξεν· ὕστερον δὲ ἀπέστη τῆς ἀρχῆς καὶ πρὸς τὴν τῶν Αἰθιόπων κατέφυγε συμμαχίαν. Ἔγνω τοῦτο ὁ Ἀσσύριος καὶ ἐπιστρατεύσας καὶ ἀνελὼν αὐτοὺς οὐκ ἔτι τὸ ἔθνος ἐκεῖ μένειν ἀφίησι͵ διὰ τὰς τοιαύτας τῆς ἀποστάσεως ὑποψίας· ἀλλὰ τούτους μὲν εἰς Βαβυλῶνα ἤγαγε καὶ Μήδους͵ ἐκεῖθεν δὲ ἔθνη ἐκ διαφόρων τόπων ἀγαγὼν κατῴκισεν ἐν τῇ Σαμαρείᾳ͵ ὥστε λοιπὸν ἀσφαλῆ αὐτῷ τὴν ἀρχὴν εἶναι͵ τῶν οἰκείων ἐχόντων τὸν τόπον. Τούτων δὲ γενομένων͵ βουλόμενος ὁ Θεὸς δεῖξαι τὴν αὐτοῦ δύναμιν καὶ ὡς οὐ δι΄ ἀσθένειαν ἐξέδωκεν Ἰουδαίους͵ ἀλλὰ δι΄ ἁμαρτίας τῶν ἐκδοθέντων͵ ἐπαφίησι λέοντας τοῖς βαρβάροις· οἵτινες ἐλυμαίνοντο τὸ ἔθνος ἅπαν. Ἀπηγγέλη ταῦτα τῷ βασιλεῖ͵ καὶ πέμπει ἱερέα τινὰ τὸν παραδώσοντα αὐτοῖς τοὺς τοῦ Θεοῦ νόμους. Ἀλλ΄ ὅμως οὐδὲ οὕτως ἐξ ὁλοκλήρου τῆς ἀσεβείας ἀπέστησαν͵ ἀλλ΄ ἐξ ἡμισείας. Χρόνου δὲ προϊόντος͵ πάλιν τῶν μὲν εἰδώλων ἀπεπήδησαν͵ ἔσεβον δὲ τὸν Θεόν. Τῶν οὖν πραγμάτων ἐν τούτοις ὄντων͵ ἐπανελθόντες Ἰουδαῖοι λοιπὸν ζηλοτύπως πρὸς αὐτοὺς εἶχον ἅτε πρὸς ἀλλοφύλους καὶ πολεμίους͵ οἳ καὶ ἀπὸ τοῦ ὄρους Σαμαρείτας αὐτοὺς ἐκάλουν. Ἰουδαίοις δὲ οὐ μικρὰ καὶ ἐντεῦθεν ἦν πρὸς αὐτοὺς ἡ φιλονεικία. Οὐδὲ γὰρ ταῖς Γραφαῖς πάσαις ἐκέχρηντο͵ ἀλλὰ τὰ Μωϋσέως μόνα δεχόμενοι͵ τῶν προφητῶν οὐ πολὺν ἐποιοῦντο λόγον. Ἐφιλονείκουν μέντοι εἰς τὴν εὐγένειαν εἰσωθεῖν ἑαυτοὺς τὴν Ἰουδαϊκὴν καὶ ἐφιλοτιμοῦντο ἐπὶ τῷ Ἀβραὰμ καὶ πρόγονον αὐτὸν ἐπεγράφοντο͵ ἅτε ἀπὸ τῆς Χαλδαίας ὄντα· καὶ τὸν Ἰακὼβ δὲ πατέρα ἐκάλουν͵ ἅτε ἐκείνου ὄντα ἀπόγονον· οἱ δὲ Ἰουδαῖοι μετὰ πάντων καὶ τούτους ἐβδελύσσοντο.” Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.177-8.

[7] “Ἐκάθητο μὲν γὰρ ἀναπαύων τὸ σῶμα καὶ παρὰ τὴν πηγὴν ἀναψύχων αὐτό. Αὐτὸ γὰρ ἦν τῆς ἡμέρας τὸ μεσαίτατον͵ ὅπερ καὶ ὁ Εὐαγγελιστὴς ἐδήλωσεν εἰπὼν͵ Ὥρα ἦν ὡσεὶ ἕκτη· καὶ ἐκάθητο οὕτως. Τί δέ ἐστιν͵ Οὕτως; Οὐκ ἐπὶ θρόνου͵ φησίν͵ οὐκ ἐπὶ προσκεφαλαίου͵ ἀλλ΄ ἁπλῶς καὶ ὡς ἔτυχεν ἐπ΄ ἐδάφους.” Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.180.

[8] Ρωμανὸς ὁ Μελωδός, Ὕμνος 19, ἑν. 4, στ. 7-11.

[9] Ρωμανὸς ὁ Μελωδός, Ὕμνος 19, ἑν. 5, στ. 4-11.

[10] ντεῦθεν μανθάνομεν καὶ τὸ περὶ τὰς ὁδοιπορίας εὔτονον αὐτοῦ καὶ τὸ περὶ τὰς τροφὰς ἠμελημένον καὶ πῶς παρέργως τῷ πράγματι κέχρηται. Οὕτω γοῦν καὶ οἱ μαθηταὶ ἐπαιδεύθησαν τὰ καθ΄ ἑαυτοὺς διατίθεσθαι. Οὐ γὰρ ἐπήγοντο ἐφόδια. Καὶ δηλοῖ τοῦτο ἕτερος εὐαγγελιστὴς λέγων͵ ἡνίκα περὶ τῆς ζύμης τῶν Φαρισαίων αὐτοῖς διελέγετο͵ ὅτι ἐκεῖνοι ἐνόμιζον ὅτι ἄρτους οὐκ ἐβάσταζον. Καὶ ὅταν πεινῶντας εἰσάγῃ͵ καὶ τίλλοντας τῶν ἀσταχύων καὶ ἐσθίοντας καὶ ὅταν λέγῃ αὐτὸν ἐπὶ τὴν συκῆν διὰ τὴν πεῖναν ἐληλυθέναι͵ οὐδὲν ἄλλο ἢ τοῦτο διὰ πάντων ἡμᾶς παιδεύει͵ τὸ καταφρονεῖν γαστρὸς καὶ μὴ περισπούδαστον τὴν αὐτῆς νομίζειν εἶναι λειτουργίαν. Σκόπει γοῦν αὐτοὺς καὶ ἐνταῦθα͵ οὔτε ἐπιφερομένους τι͵ οὔτε ἐπειδὴ μὴ ἐβάσταζον͵ ἐκ προοιμίων καὶ εὐθὺς τῆς ἡμέρας τούτου φροντίζοντας͵ ἀλλὰ κατὰ τὸν καιρόν͵ καθ΄ ὃν ἅπαντες ἀριστοποιοῦνται͵ τροφὰς ἀγοράζοντας.” Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.179.

[11] Ρωμανὸς ὁ Μελωδός, Ὕμνος 19, ἑν. 6.

[12] “Ὕδωρ δὲ ζῶν ἀποκαλεῖ τὴν ζωοποιὸν τοῦ Πνεύματος δόσιν͵ δι΄ ἧς καὶ μόνης ἡ ἀνθρωπότης͵ καίτοι τοῖς ἐν ὄρεσι πρέμνοις αὐαινομένη παραπλησίως͵ ξηρά τε ἤδη καὶ πάσης ἄγονος ἀρετῆς ταῖς τοῦ διαβόλου κακουργίαις ἀναδεδειγμένη͵ πρὸς τὸ ἀρχαῖον ἐπανατρέχει τῆς φύσεως κάλλος͵ καὶ τὴν ζωοποιὸν ἐκπίνουσα χάριν͵ πολυτρόποις ἀγαθῶν ἰδέαις περιανθίζεται͵ καὶ εἰς ἕξιν ἀναβλαστῶσα τὴν φιλάρετον͵ εὐτραφεστάτους τῆς εἰς Θεὸν ἀγάπης ἀνίησι κλῶνας.” Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σ. 269.

[13] “Οὐ γὰρ ἁπλῶς ἐνταῦθα καλεῖ Κύριον͵ ἀλλὰ πολλὴν ἀπονέμουσα τὴν τιμήν. Ὅτι γὰρ τιμῶσα ταῦτα ἔλεγεν͵ ἀπὸ τῶν ἑξῆς εἰρημένων δῆλον. Οὐ γὰρ κατεγέλασεν͵ οὐδὲ ἐκωμῴδησεν͵ ἀλλὰ διηπόρει τέως. Εἰ δὲ μὴ εὐθέως τὸ πᾶν ἐνενόησε͵ μὴ θαυμάσῃς· οὐδὲ γὰρ ὁ Νικόδημος.” Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.181.

[14] “Οὐκ εἶπεν͵ ἐξιόντος͵ οὐκ εἶπε͵ προχεομένου͵ ἀλλὰ͵ ἁλλομένου͵ διὰ τῶν ἁλμάτων τὴν ἀφθονίαν ἡμῖν ἐμφαίνων. Ἐκεῖνα τῶν κρηναίων ὑδάτων ἐξάλλεσθαι καὶ πηδᾷν πανταχόθεν εἴωθεν͵ ἅπερ ἂν αἱ πηγαὶ ἐν τοῖς κόλποις μὴ δύνανται κατέχειν͵ ἀλλὰ νικώμεναι τῇ συνεχείᾳ τῆς ἐπιῤῥοῆς πανταχόθεν αὐτὰ ἀναβλύζουσι. Βουλόμενος οὖν τὴν δαψίλειαν τῶν ναμάτων δεῖξαι͵ εἶπεν͵ ἁλλομένου͵ οὐκ͵ ἐξιόντος.” Χρυσόστομος, Πρὸς τοὺς ἐγκαταλείψαντας τὴν σύναξιν τῆς Ἐκκλησίας, καὶ εἰς τὸ μὴ παρατρέχειν τὰς ἐπιγραφὰς τῶν θείων Γραφῶν.., PG 51.88.

[15] “Ἡ γὰρ ἔλευσις τοῦ Κυρίου πᾶσα διὰ τὸν ἄνθρωπον γεγένηται τὸν τεθανατωμένον ἐν τάφῳ σκότους͵ ἁμαρτίας͵ πνεύματος ἀκαθάρτου καὶ δυνάμεων πονηρῶν͵ ἵνα ἐν τῷ αἰῶνι τούτῳ νῦν ἀναστήσῃ καὶ ζωοποιήσῃ τὸν ἄνθρωπον καὶ καθαρίσῃ ἀπὸ πάσης μελανίας καὶ φωτίσῃ αὐτὸν τῷ ἰδίῳ φωτὶ καὶ ἀμφιάσῃ αὐτὸν τὰ ἑαυτοῦ ἐνδύματα τῆς θεότητος τὰ οὐράνια. ἐν δὲ τῇ ἀναστάσει τῶν σωμάτων͵ ὧν προανέστησαν καὶ προεδοξάσθησαν αἱ ψυχαί͵ τότε καὶ τὰ σώματα συνδοξάζονται καὶ φωτίζονται τῇ ἀπὸ τοῦ νῦν πεφωτισμένῃ καὶ δεδοξασμένῃ ψυχῇ· ἔστι γὰρ αὐτῶν οἶκος καὶ σκηνὴ καὶ πόλις ὁ Κύριος. τὸ οἰκητήριον δὲ τὸ ἐξ οὐρανοῦ τὸ ἀχειροποίητον περιβέβληνται͵ δόξαν φωτὸς θεϊκοῦ͵ ὡς τέκνα φωτὸς γενόμενοι.” Μακάριος, 50 πνευματικὲς ὁμιλίες, Ὁμιλία 34, Dörries, Klostermann, Krüger, στ. 17-27.

[16] Μακάριος, Ὁμιλία 7, ἑν. 4.

[17] “ἐπειδὴ γὰρ τὸ λαβεῖν ἐκεῖνο τὸ ὕδωρ τὸ ζῶν ἄλλως οὐκ ἐγχωρεῖ ἀλλ΄ ἢ διὰ τῆς εἰς Χριστὸν πίστεως͵ λέγει αὐτῇ· ὕπαγε φώνησον τὸν ἄνδρα σου͵ ἵνα διὰ τῆς ἀποκρίσεως τῆς γυναικὸς καὶ τῆς ἐπὶ τῇ ἀποκρίσει προγνώσεως τοῦ Χριστοῦ θαυμάσασα ἡ γυνὴ ἐπιγνῷ τὸν δεσπότην καὶ πιστεύσῃ καὶ ἐπιγνοῦσα καὶ πιστεύσασα ἀξιωθῇ τῆς αἰτήσεως ἤτοι τοῦ τυχεῖν τοῦ ζῶντος· ἔμαθεν γὰρ ἀπὸ τῆς τοιαύτης διαλέξεως͵ ὅτι αὐτός ἐστιν ὁ προσδοκώμενος Μεσσίας. ἐκήρυξεν τοῖς ἐν τῇ πόλει͵ ὅτι αὐτός ἐστιν ὁ Χριστός· τὸ γὰρ μήτι αὐτός ἐστιν ὁ Χριστὸς οὐ διστάζουσά φησι καὶ τοῦτο δείκνυται ἐκ τῆς πολλῆς σπουδῆς καὶ τοῦ τὴν πόλιν εἰς τὴν θέαν αὐτοῦ συγκαλεῖν͵ ἀλλὰ μήτι αὐτός ἐστιν ὁ Χριστός φησιν͵ ἵνα μὴ ἐξ εὐθείας καὶ μετὰ ἀποφάσεως ῥηθὲν προστῇ τισι προσανὲς ἐκ πρώτης φανέν. ἐκήρυξεν οὖν͵ ὅτι αὐτός ἐστιν ὁ Χριστός. εἶχεν διὰ τούτου͵ οὗ ἐπεζήτει ζῶντος ὕδατος τοῦ καθαίροντος αὐτὴν τῆς ἁμαρτίας καὶ ἀπὸ τῆς φλεγμονῆς ἐκείνης τῶν παθῶν ἀναψύχοντος καὶ εἰς ζωὴν αἰώνιον ἐμβιβάζοντος. πόθεν δὲ τούτων ἔτυχεν; ἦ δῆλον ἐκ τοῦ εἰπεῖν τὸν δεσπότην· ὕπαγε φώνησον τὸν ἄνδρα σου· τοῦτο γὰρ τὸ ῥῆμα ἀρχὴ γέγονεν τοῦ ἐπιγνῶναι καὶ πιστεῦσαι τῇ γυναικί͵ ὅτι αὐτός ἐστιν ὁ Χριστός͵ ἐξ οὗ λαμβάνει καὶ τὸ ὕδωρ τὸ ζῶν. ὁρᾷς πῶς αἰτούσης τῆς γυναικὸς τὸ ὕδωρ τὸ ζῶν καταλλήλως φησὶν καὶ λίαν ἀκολούθως ὁ δεσπότης· ὕπαγε φώνησον τὸν ἄνδρα σου μονονουχὶ λέγων· ἐγὼ δώσω σοι αὐτό͵ ἐὰν μόνον καλῶς ἐπιγνῷς͵ τίς ἐστιν͵ ὃν αἰτεῖς· τούτου γὰρ γινομένου καὶ ἡ αἴτησίς σου ἀκολουθήσει.” Φώτιος, Εἰς τὸ Κατὰ Ἰωάννην, ἀπ. 24.

[18] “Νοήσασα ἡ ὁσία τὴν τοῦ Σωτῆρος ἀξίαν ἐκ τῶν ἀποκαλυφθέντων͵ ἐπὶ πλεῖον ἐπεπόθει ἐπιγνῶναι τί ἐστι καὶ τίς ἐστιν ὁ πρὸς τὸ φρέαρ· καὶ τάχα τοῖς τοιούτοις συνείχετο εἰκότως ἐνθυμήμασιν· Θεὸς ὑπάρχει ἆρα ἢ ἄνθρωπος ὃν βλέπω͵ οὐράνιος ἢ γήϊνος; Ἰδοὺ γὰρ τὰ ἀμφότερα ἐν ἑνί μοι γνωρίζει͵ διψῶν τε καὶ ποτίζων͵ μανθάνων καὶ προλέγων͵ καὶ πάλιν προσκαλῶν με τὴν παρὰ νόμον καὶ προσδεικνύς μοι τὰ σφάλματά μου πάντα͵ ἵνα λάβω ἀγαλλίασιν καὶ ἀπολύτρωσιν.” Ρωμανὸς ὁ Μελωδός, Ὕμνος 19, ἑν. 15.

[19] “Καὶ ἐκάθητο ὁ Θεὸς ὁμιλῶν τῇ γυναικί. Ὢ πολλῆς φιλανθρωπίας! καθήμενος ἐπὶ τν Χερουβὶμ πόρνῃ γυναικὶ διαλέγεται. ... Ἡ πόρνη περὶ δογμάτων εἰσάγει λόγον· ... Κύριον ὡμολόγησε͵ καὶ οὐδὲν ᾔτησε πλέον τῶν πατρικῶν δογμάτων. Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν͵ καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος͵ ὅπου δεῖ προσκυνεῖν. Καὶ γὰρ ἐν τῷ ὄρει ἐκείνῳ τῷ Σώμωρ ὁ Ἀβραὰμ τὸν ἴδιον υἱὸν Ἰσαὰκ εἰς θυσίαν ἀνήνεγκε τῷ Θεῷ͵ ἐν δὲ τοῖς Ἱεροσολύμοις ὁ Ἰακὼβ ἐν Μεσοποταμίᾳ κατερχόμενος πρὸς Λάβαν τὸν Σύρον͵ τὴν ἀπὸ τῆς γῆς ἕως οὐρανοῦ κλίμακα τεταμένην κατὰ τοὺς ὕπνους κατεῖδε͵ καὶ τὴν πάλην τὴν μετὰ τοῦ Θεοῦ ἐπάλαισε· διὸ καὶ ἔλεγεν· Ὁ Θεὸς ὤφθη μοι ἐν Λούσᾳ. Διὰ τοῦτο ἡ γυνὴ δογμάτων ἅπτεται͵ καί φησι· Κύριε͵ θεωρῶ ὅτι προφήτης εἶ σύ.” Χρυσόστομος, Εἰς τὴν Σαμαρεῖτιν, PG 59.539.

[20] Μακάριος, Ὁμιλία 7, ἑν. 6. | “Αὕτη ἐστὶν ἡ Καινὴ Διαθήκη͵ οὗτός ἐστιν ὁ νόμος τοῦ Πνεύματος͵ ὁ ἐν καρδίαις ἐγγραφόμενος͵ ὁ προκεκηρυγμένος ὑπὸ τῶν προφητῶν͵ ἐν τούτῳ τῷ νόμῳ καρποφορεῖ ἡ ψυχὴ καρποὺς δικαιοσύνης καὶ ζῇ ἐν Θεῷ ζωὴν αἰώνιον. εἴ τις οὖν οὐκ ἐδέξατο τὴν χάριν παρὰ τοῦ Θεοῦ καὶ εἴ τις οὐκ ἤλπισε καὶ ἔλαβε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος͵ ἠθέτησε τὴν βουλὴν τοῦ Θεοῦ καὶ ἠρνήσατο ἔργῳ πάσας τὰς γραφάς. εἰ γὰρ ἐνέργειαν οὐκ ἐδέξατο͵ φαντάζεται ὑπὸ λογισμῶν͵ τῆς ἐπουρανίου ἐκκλησίας τῶν πρωτοτόκων ἀλλότριος ὤν͵ τοῖς πνεύμασι τῶν δικαίων καὶ τετελειωμένων οὐκ ἐκοινώνησεν͵ τῆς ἄνω Ἰερουσαλὴμ οὐκ ἐγένετο. οὗτος οὐ προσεκύνησε τῷ Πατρὶ ἐν Πνεύματι καὶ ἀληθείᾳ. ἐν ᾧ γὰρ οὔκ ἐστιν ὁ Θεὸς κατοικῶν͵ οὗτος οὐδὲ ἔγνωκε τὸν Θεόν· αὕτη γάρ ἐστιν ἡ αἰώνιος ζωή͵ ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν Θεόν. τὸ γὰρ γεγεννημένον ἐκ τοῦ Πνεύματος Πνεῦμά ἐστι καὶ ἡ γέννησις τοῦ Θεοῦ φυλάσσει αὐτὸν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. οὗτοι δὲ βούλονται χωρὶς θεμελίου στέγην ἐπιθεῖναι τῷ οἴκῳ. χωρὶς μητρὸς υἱὸς οὐ γεννᾶται καὶ χωρὶς κοινωνίας τέκνον οὐ γίνεται͵ οὕτω καὶ χωρὶς τῆς γεννήσεως τῆς ἐκ τοῦ Πνεύματος τοῦ ἁγίου υἱὸς Θεοῦ οὐδεὶς γίνεται͵ υἱὸς δὲ Θεοῦ μὴ ὢν εἰς ζωὴν αἰώνιον οὐκ εἰσέρχεται.” Μακάριος, Ὁμιλία 8, ἑν. 1.

[21] “Υἱὲ βροτοῦ ὡς ὁρῶ σε͵ υἱὲ Θεοῦ ὡς νοῶ σε͵ σὺ φώτισόν μου τὰς φρένας͵ Κύριε͵ δίδαξόν με τίς ὑπάρχεις͵ χρηστῶς παρεκάλει Χριστὸν ἡ Σαμαρεῖτις. Ἰδοὺ σαφῶς σε βλέπω πιστῶς κατανοοῦσα͵ καὶ μὴ κρύψῃς μοι· μὴ ἄρα σὺ ὑπάρχεις Χριστὸς ὃν οἱ προφῆται προεῖπον ὅτι ἔρχεται; Ἐὰν σὺ εἶ͵ ὡς ἔφησαν͵ παρρησίᾳ εἰπέ μοι· ὁρῶ γὰρ ὅτι ὄντως ἃ ἔπραξα γνωρίζεις͵ καὶ ταῦτα τῆς καρδίας κρύφια πάντα͵ καὶ διὰ τοῦτο καθικετεύω γνώμῃ͵ ἵνα λάβω ἀγαλλίασιν καὶ ἀπολύτρωσιν.” Ρωμανὸς ὁ Μελωδός, Ὕμνος 19, ἑν. 17.

[22] “Ἀλλ΄ ὅτε εἶδεν ὁ βλέπων τὰς τῆς σοφῆς διαλέξεις καὶ τὸ πιστὸν τῆς καρδίας͵ παρευθὺς ἀπεκρίθη πρὸς τὸ θῆλυ· Ὃν μὲν λέγεις Μεσσίαν͵ ὃν οἱ προφῆται νῦν ἔρχεσθαι προεῖπον͵ ὁρᾷς μὲν καὶ ἀκούεις τῆς φωνῆς αὐτοῦ. Ἐγώ εἰμι ὃν βλέπεις͵ ἐγώ εἰμι ὃν ἔχεις ἐν μέσῳ τῆς καρδίας σου· ἐγὼ ποθῶν σε ἤλυθα σὲ ἑλκύσαι καὶ σῶσαι· νῦν κήρυξον τοῖς πᾶσι τοῖς θέλουσι σωθῆναι ἐν τῇ Συχὰρ τῇ πόλει τοὺς συγγενεῖς σου καὶ συμπολίτας͵ καὶ δεῦτε πάντες ἅμα οἱ διψῶντες ἀγαλλίασιν καὶ ἀπολύτρωσιν.” Ρωμανὸς ὁ Μελωδός, Ὕμνος 19, ἑν. 18.

[23] “Συνῆλθε τῆς Σαμαρείας τὸ πλῆθος ἐπὶ τὸν πλάστην͵ καταλιπν τοὺς οἴκους͵ καὶ ἐδείχθησαν τῇ πίστει ὥσπερ οἶκοι τοῦ εἰπόντος ἐν Γραφαῖς ταῖς θεοπνεύστοις ὡς λέγει· Ἐνοικήσω καὶ ἐμπεριπατήσω͵ καθὼς γέγραπται͵ ... καὶ ἔσομαι αὐτῶν Θεὸς καὶ Σωτὴρ ἐκ παγίδων· αὐτοὶ δὲ ἔσονταί μοι λαὸς ἡγιασμένος͵ κατοίκησιν ποιοῦντες τῇ ἀϊδίᾳ καὶ ἀχωρίστῳ Τριάδι τῇ ἀφθόνως πηγαζούσῃ ἀγαλλίασιν καὶ ἀπολύτρωσιν.” Ρωμανὸς ὁ Μελωδός, Ὕμνος 19, ἑν. 22.

 

<<

>>

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ  -  ΚΑΤΑ ΙΩΑΝΝΗΝ

^

www.myriobiblos.gr/bible/nt-fathers.asp

ΕΠΙΚΟΙΝΩΝΙΑ