The New Testament

ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ        ΜΥΡΙΟΒΙΒΛΟΣ



ΚΑΤΑ ΙΩΑΝΝΗΝ

14

 

1 Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. 2 ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν. πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν·[1] 

εἰ μὴ πολλαὶ τοιγαροῦν ἦσαν αἱ παρὰ τῷ Θεῷ καὶ Πατρὶ μοναὶ͵ ταύτης ἂν ἕνεκεν τῆς αἰτίας προαποδημήσειν ἔφη͵ ὡς δηλονότι προετοιμάσαι τὰ τῶν ἁγίων ἐνδιαιτήματα· πολλὰς δὲ οὔσας εἰδὼς προητοιμασμένας ἤδη͵ καὶ τῶν ἀγαπώντων Θεὸν περιμενούσας τὴν ἄφιξιν͵ οὐχὶ ταύτης ἕνεκα τῆς αἰτίας ἀποδημήσων͵ φησὶν͵ ἀλλὰ τῆς ἀνόδου τῆς πρὸς τὸ ἄνω͵ νομὴν ὥσπερ τινὰ καὶ τόπον προευτρεπίσων ὑμῖν͵ καὶ τὸ πάλαι δύσβατον ἐξομαλιῶν. ἄβατος γὰρ ἦν ἀνθρώποις παντελῶς ὁ οὐρανὸς͵ καὶ οὐ πεπάτηκε πρότερον πώποτε σὰρξ τὸ καθαρὸν ἐκεῖνο καὶ πάναγνον τῶν ἀγγέλων χωρίον͵ ἐνεκαίνισε δὲ πρῶτος ἡμῖν τὴν εἰς αὐτὸν ἄνοδον ὁ Χριστὸς͵ καὶ τόπον ἔδωκεν ἀνόδου τῆς εἰς οὐρανὸν τῇ σαρκὶ͵ ἀπαρχὴν ὥσπερ τινὰ τῶν κεκοιμημένων͵ καὶ ἐν γῆς χώματι κειμένων͵ ἑαυτὸν ἀνακαινίσας τῷ Θεῷ καὶ Πατρὶ͵ καὶ πρῶτος ἄνθρωπος ὀφθεὶς τοῖς ἐν οὐρανῷ. … ἀνέβη δὲ νῦν ὡς ἄνθρωπος ἀσυνήθως τε καὶ ξένως ἐμφανισθῆναι ὁ πάλαι γυμνὸς ἀνθρωπότητος Λόγος. δι΄ ἡμᾶς δὲ τοῦτο καὶ ὑπὲρ ἡμῶν͵ ἵνα καὶ ὡς ἄνθρωπος εὑρεθεὶς͵ ὡς Υἱὸς ἐν δυνάμει καὶ μετὰ σαρκὸς ἀκούσας καθόλου Κάθου ἐκ δεξιῶν μου͵ τῆς υἱοθεσίας τὴν δόξαν ὅλῳ δι΄ ἑαυτοῦ παραπέμψῃ τῷ γένει· εἷς γάρ ἐστιν ἐξ ἡμῶν͵ καθὸ πέφηνεν ἄνθρωπος͵ ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς͵ εἰ καὶ ὑπὲρ πᾶσάν ἐστιν τὴν κτίσιν͵ καὶ ὁμοούσιος τῷ ἰδίῳ γεννήτορι͵ καθὸ πέφηνεν ἐξ αὐτοῦ Θεὸς ἐκ Θεοῦ καὶ φῶς ἐκ φωτὸς κατὰ ἀλήθειαν.[2] 

3 καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε.[3]

οὐκοῦν ἀνοιχήσομαι͵ φησὶν͵ οὐ μονὰς ὑμῖν ἑτοιμάσων· εἰσὶ γὰρ ἤδη πολλαὶ͵ καὶ τὸ ἐπικαινοτομεῖσθαι τῇ κτίσει περιττόν· προευτρεπίσων δὲ τόπον ὑμῖν τοῦ εἶναι δύνασθαι λοιπὸν ἀναμὶξ τοῖς ἁγίοις ἀγγέλοις τοὺς ὄντας ἐπὶ τῆς γῆς͵ διὰ τὴν μεσολαβήσασαν ἁμαρτίαν· οὐ γὰρ ἂν ἐμίχθη τοῖς οὕτω βεβήλοις ἡ ἁγία τῶν ἄνω πληθύς· κατορθώσας δὲ τοῦτο͵ καὶ συνάψας τοῖς ἄνω τὸν κάτω͵ τόπον δὲ δοὺς ἀνόδου τῆς εἰς τὴν ἄνω πόλιν ὑμῖν͵ πάλιν ἐπανήξω κατὰ τὸν τῆς παλιγγενεσίας καιρὸν καὶ παραλήψομαι ὑμᾶς μεθ΄ ἑαυτοῦ͵ ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε.[4] Διὰ τοῦτο ἡμεῖς μετὰ τοὺς ἐνταῦθα πόνους καὶ τοὺς ἀγῶνας ἐλπίζομεν πρὸς ἄκροις γενέσθαι τοῖς οὐρανοῖς͵ καὶ πηγὰς ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον ἀναλαβόντες κατὰ τὴν Ἰησοῦ διδασκαλίαν, ποταμούς τε χωρήσαντες τῶν θεωρημάτων σὺν τοῖς λεγομένοις ὕδασιν ὑπεράνω τῶν οὐρανῶν͵ αἰνοῦσι τὸ ὄνομα κυρίου͵ ἔσεσθαι. Καὶ ὅσον γε αἰνοῦμεν αὐτόν͵ οὐ περιαχθησόμεθα ἀπὸ τῆς τοῦ οὐρανοῦ περιφορᾶς͵ ἀεὶ δὲ πρὸς τῇ θέᾳ ἐσόμεθα τῶν ἀοράτων τοῦ θεοῦ͵ οὐκέτι ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοουμένων ἡμῖν͵ ἀλλ΄ ὡς ὠνόμασεν ὁ γνήσιος τοῦ Ἰησοῦ μαθητὴς λέγων· Τότε δὲ πρόσωπον πρὸς πρόσωπον καὶ τό· Ἐὰν ἔλθῃ τὸ τέλειον͵ τὸ ἐκ μέρους καταργηθήσεται.[5] 

4 καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδόν οἴδατε.[6] 5 Λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; 6 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή·[7] 

Κύριος φυλάξει τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου͵ φησὶν ὁ προφήτης. αὕτη ἐστὶν ὡς ἀληθῶς ἡ ὑπὸ τοῦ θεοῦ φυλασσομένη τοῖς ἀξίοις ἔξοδος ἅμα καὶ εἴσοδος γινομένη· ἡ γὰρ ἀπὸ τοῦ ἐν ᾧ ἐσμεν ἔξοδος τῶν ὑπερκειμένων ἀγαθῶν εἴσοδος γίνεται. ταύτην οὖν ἐξῆλθεν ἡ ψυχὴ τὴν ἔξοδον ὁδηγῷ κεχρημένη τῷ λόγῳ τῷ εἰπόντι ὅτι Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ θύρα͵ καὶ ὅτι Δι΄ ἐμοῦ ἐάν τις εἰσέλθῃ͵ καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται͵ οὐδέποτε οὔτε τοῦ εἰσιέναι λήγων οὔτε τοῦ ἐξιέναι παυόμενος͵ ἀλλὰ πάντοτε διὰ προκοπῆς εἰς τὰ ὑπερκείμενα εἰσιὼν καὶ ἀεὶ τῶν κατειλημμένων ἔξω γινόμενος. οὕτω παρῆλθέ ποτε καὶ τὸν Μωϋσέα τὸ ποθούμενον ἐκεῖνο πρόσωπον τοῦ κυρίου καὶ οὕτως ἡ ψυχὴ τοῦ νομοθέτου ἀεὶ ἔξω ἐγίνετο τοῦ ἐν ᾧ ἦν ἑπομένη προϊόντι τῷ λόγῳ. τίς γὰρ οὐκ οἶδε τὰς ἀναβάσεις ἐκείνας ἃς ἀνέβη ὁ Μωϋσῆς͵ ὁ ἀεὶ μέγας γινόμενος καὶ μηδέποτε ἱστάμενος τῆς ἐπὶ τὸ μεῖζον αὐξήσεως;[8] 

οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμοῦ.  

ἐπειδὴ γὰρ διεπυνθάνετο ὁ Θωμᾶς Ποῦ γὰρ ἀπελεύσῃ͵ λέγων͵ ἢ πῶς ἂν ἡμεῖς εἰδείημεν τὴν ὁδὸν͵ τὸ ὅποι ποτὲ βαδιῇ μὴ γινώσκοντες͵ ἀναγκαίως ἔφασκεν Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια͵ καὶ ὅτι Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα͵ εἰ μὴ δι΄ ἐμοῦ· δεικνὺς ἐντεῦθεν͵ ὡς εἴπερ τις βούλοιτο τὴν ὁδὸν εἰδέναι͵ δι΄ ἧς ἂν ἴῃ πρὸς ζωὴν τὴν αἰώνιον͵ φιλονεικήσει δὴ πάντως 2.412 εἰδέναι Χριστόν. ἐπειδὴ δὲ ἦν τινας εἰκὸς Ἰουδαϊκήν τινα μᾶλλον ἤγουν εὐαγγελικὴν ἐπιτηδεύοντας παίδευσιν͵ ἐξαρκεῖν οἴεσθαι πρὸς τὸ πιστεύειν ὀρθῶς τὴν εἰς ἕνα τῶν ὅλων Θεὸν ὁμολογίαν τε καὶ γνῶσιν͵ μὴ μὴν ἐπείγεσθαι μαθεῖν τὸν περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος λόγον͵ ἀναγκαίως ἀποκλείει τρόπον τινὰ Χριστὸς καὶ τοῖς οὕτω δοξάζουσι τὴν περὶ τοῦ Θεοῦ γνῶσιν͵ εἰ μὴ καὶ αὐτὸν βούλοιντο παραδέχεσθαι. διὰ γὰρ Υἱοῦ προσιτέον τῷ Θεῷ καὶ Πατρί. ἀναλόγως γὰρ τῇ τοῦ γεννήματος θεωρίᾳ καὶ ἐπ΄ αὐτὸν ἥξομεν τὸν γεννήτορα. οὐ γάρ ἐστιν͵ οὐκ ἔστιν ἀμφιβαλεῖν͵ ὅτι τὸν Υἱόν τις ὑφεστάναι πιστεύων οὕτως ὡς υἱὸν͵ τὸν ἐκ τῆς οὐσίας φημὶ τοῦ γεννήσαντος͵ εἴσεται δὴ πάντως καὶ τὸν Πατέρα.[9]

7 εἰ ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἐγνώκειτε ἄν· καὶ ἀπἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. 8 Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν. 9 λέγει αὐτῷ ὁ Ἰησοῦς· Τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; [10] ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα· καὶ πῶς σὺ λέγεις, δεῖξον ἡμῖν τὸν πατέρα; [11] 

πολλοὶ γὰρ ἑωρακότες αὐτὸν οὐκ ἔγνωσαν αὐτόν. ἑώρακεν οὖν κυρίως αὐτὸν ὁ τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς ὑπ΄ αὐτοῦ τοῦ θεοῦ φωτιζόμενος.[12] Καὶ γὰρ ἀληθῶς ἡ τοῦ λόγου νόησις ἀρίδηλος τοῦ γεννήσαντος αὐτὸν νοῦ καθέστηκε γνῶσις͵ ὡς ἐν ἑαυτῷ δεικνύντος ὑφιστάμενον κατ΄ οὐσίαν τὸν νοῦν͵ πρὸς ὃν ἀνάγει τὸν ἐφιέμενον τῆς πρὸς θεὸν κατὰ χάριν ταὐτότητος νοῦν͵ ἀπολυθέντα τῆς ἐν πλήθει τῶν ὄντων κατὰ τὴν νόησιν διαφορᾶς καὶ ποσότητος καὶ εἰς θεοειδῆ μονάδα συναχθέντα τῇ ταὐτότητί τε καὶ ἁπλότητι τῆς περὶ θεὸν ἐπιτατικῆς ἀεικινησίας.[13] 

10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι; [14] τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα. 11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι. 12 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, [15] ὅτι ἐγὼ πρὸς τὸν πατέρα μου πορεύομαι,  

Καθάπερ γάρ τις ὅπλον ἰσχυρὸν λαβὼν͵ καὶ τοῖς αὑτοῦ δίδωσι στρατιώταις͵ οὕτω καὶ ὁ Χριστός. Ἴδετε͵ φησὶ͵ τὸν ἐμὸν σταυρὸν ὅσα ἤνυσε· ποιήσατε καὶ ὑμεῖς τοιαῦτα͵ καὶ ἀνύσατε τοιαῦτα ὅσα βούλεσθε. Καίτοι γε καὶ ἀλλαχοῦ καὶ μείζονα τούτων ἐπηγγείλατο λέγων· Ὁ πιστεύων εἰς ἐμὲ͵ τὰ ἔργα ἃ ἐγὼ ποιῶ͵ κἀκεῖνος ποιήσει͵ καὶ μείζονα τούτων ποιήσει. Τί δέ ἐστιν αὐτὸ τὸ ῥητὸν͵ τὸ͵ Ἀράτω τὸν σταυρὸν αὑτοῦ͵ καὶ ἀκολουθείτω μοι; Ἆρα ἵνα τὸ ξύλον βαστάζωμεν ἕκαστος; Οὐδαμῶς· ποία γὰρ ἀρετὴ τοῦτο; Ἀλλ΄ ἵνα πρὸς τοὺς κινδύνους ὦμεν παρατεταγμένοι͵ τὸ αἷμα ἡμῶν ἐν ταῖς ψυχαῖς περιφέροντες͵ πρὸς σφαγὴν καὶ θάνατον ἕτοιμοι καθημερινὸν͵ οὕτως ἅπαντα πράττοντες͵ ὡς μηδέπω προσδοκᾷν μέχρι τῆς ἑσπέρας τὴν ἡμετέραν διαρκέσαι ζωὴν͵ ὡς ἀποθανούμενοι πάντως. Ὅπερ καὶ ὁ ἀπόστολος ἔλεγε Παῦλος· Καθ΄ ἡμέραν ἀποθνήσκω. Οὐχὶ εἷς σοι παρὰ τῆς φύσεως δέδοται θάνατος; Ἔξεστιν͵ ἂν θέλεις͵ μυριάκις ἀποθανεῖν ὑπὲρ τοῦ Δεσπότου τοῦ σοῦ.[16] 

13 καὶ ὅ,τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ. 14 ἐάν τι αἰτήσητέ με ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω. 15 Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε, 16 καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένει μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα, [17] 17 τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτὸ· ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται. [18]  

Ὁ μὲν γὰρ σάρκινος ἄνθρωπος͵ ἀγύμναστον ἔχων πρὸς θεωρίαν τὸν νοῦν͵ μᾶλλον δὲ ὅλον͵ ὥσπερ ἐν βορβόρῳ͵ τῷ φρονήματι τῆς σαρκὸς κατορωρυγμένον φέρων͵ ἀδυνατεῖ πρὸς τὸ πνευματικὸν φῶς τῆς ἀληθείας ἀναβλέψαι. Διὸ ὁ κόσμος͵ τουτέστιν ἡ τοῖς πάθεσι τῆς σαρκὸς δεδουλωμένη ζωή͵ οἷον ὀφθαλμὸς ἀσθενὴς φῶς ἡλιακῆς ἀκτῖνος͵ τὴν τοῦ Πνεύματος χάριν οὐχ ὑποδέχεται. Τοῖς μέντοι μαθηταῖς ἑαυτοῦ καθαρότητα ζωῆς ἐκ τῶν διδαγμάτων αὐτοῦ μαρτυρήσας ὁ Κύριος͵ τὸ καὶ ἐποπτικοῖς ἤδη εἶναι καὶ θεωρητικοῖς τοῦ Πνεύματος ἀποδίδωσιν.[19] 

18 Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς. 19 ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσεσθε. [20] 20 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. 21 ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.

Οἰκτιρμῶν καὶ εὐλογιῶν πληροῦνται οἱ ἄνθρωποι͵ ἐπιφαίνοντος τὸ πρόσωπον ἑαυτοῦ τοῖς τυχεῖν τούτου εὐχομένοις. ἐπιφαίνεται δὲ τὸ πρόσωπον τοῦ πάντων δημιουργοῦ͵ ὅταν ἐπιδημήσῃ ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ ἄνθρωπος γεγονὼς καὶ ἐμφανίσῃ ἑαυτὸν τοῖς ἀξίοις ᾗ φησι περὶ τοῦ τηροῦντος τὰς ἐντολὰς αὐτοῦ Ἐμφανίσω αὐτῷ ἐμαυτόν. τούτου ὑπάρξαντος ἐπεὶ εἰκών ἐστι τοῦ θεοῦ τοῦ ἀοράτου ὁ ταῦτα λέγων͵ ὁ αὐτῷ προσβάλλων νῷ καθαρῷ ὁρᾷ τὸν πατέρα· Ὁ ἐμὲ γάρ φησιν ἑωρακὼς ἑώρακε τὸν πατέρα. τῷ τρόπῳ τούτῳ τοῦ θεϊκοῦ προσώπου ἐπιφανέντος͵ οἰκτείρονται οἱ εὐεργετούμενοι καὶ εὐλογοῦνται πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ.[21] 

καὶ αὐτὸν δὲ τὸν Παῦλον ἐν Δαμασκῷ ἀπερχόμενον ἐν τῇ ὁδῷ φῶς θεῖον περιέλαμψεν ἐξαστράψαν ὑπὲρ τὸν ἥλιον. καὶ Στέφανος ἑστὼς εἶπεν· ὁρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τῆς δυνάμεως. καὶ πάλιν· ὁ ἀγαπῶν με φησίν ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου͵ καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. ἀποδέδεικται οὖν ὅτι οὐκ εἰσὶ ταῦτα νοήματα͵ ἀλλ΄ ὑπόστασις καὶ οὐσία καὶ λάμπον θεῖον φῶς τοῦ ἁγίου πνεύματος͵ ἐπὶ τοῖς ἀξίοις καὶ πιστοῖς· καὶ ἐκ τῶν λοιπῶν δὲ γραφῶν ἀναλεξάμενος εὑρήσεις σύμφωνα πολλὰ τυγχάνοντα.[22] 

ψυχὴ ἡ καταξιωθεῖσα διὰ τῆς πίστεως αὐτῆς καὶ πολλῆς δεήσεως καὶ ἐν πάσαις ἐντολαῖς σπουδῆς ὑποδέξασθαι ἐν ἑαυτῇ τὸν μέγαν βασιλέα Χριστὸν καὶ ναὸς καὶ θρόνος αὐτῷ γενομένη νοερός͵ ὅλη ὀφθαλμὸς γίνεται καὶ ὅλη φῶς καὶ ὅλη οὐρανὸς καὶ ἀνεκλάλητον κάλλος͵ διὰ τῆς θείας δυνάμεως τῆς ἀνακιρναμένης ἐν τῇ ὑποστάσει αὐτῆς καὶ οὐράνιον αὐτὴν καὶ ἔνθεον κάλλος διὰ τῆς κοινωνίας ἀπεργαζομένης. μακάρια τοίνυν ἡ τοιαύτη ψυχὴ ἡ σπουδὴν πολλὴν ἀναδειξαμένη Χριστῷ͵ ἵνα τῶν τοιούτων ἐπουρανίων ἀγαθῶν ἀπὸ τοῦ νῦν ἔτι ἐν σαρκὶ οὖσα ἐπιτυχεῖν δυνηθῇ͵ ἧς τὸ σῶμα ναὸς καὶ οἰκητήριον τοῦ ἐπουρανίου βασιλέως γενέσθαι καταξιοῦται͵ καθώς φησιν ὁ ἀπόστολος͵ ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστι καὶ πάλιν παραινῶν τοῖς ὑπηκόοις καὶ πιστοῖς τοῦ μεγάλου τούτου ἀξιώματος σπουδάσαι διὰ τῆς πίστεως καταξιωθῆναι φησίν· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν. ἡ τοιαύτη ψυχὴ ὥσπερ νύμφη ἀγαθὴ ἀγαθοῦ νυμφίου συναπολαύουσα αὐτῷ τῷ κυρίῳ ἐν τῷ οἴκῳ τοῦ σώματος αὐτῆς διὰ τῆς μυστικῆς τοῦ πνεύματος κοινωνίας εὐφραίνεται ἀδιαλείπτως καθὼς εἴρηται ἐν τῷ προφήτῃ· ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ͵ οὕτως εὐφρανθήσεται κύριος ἐπὶ σοί.[23]

22 Λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης· Κύριε, καὶ τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ;

Λέγει οὖν͵ ὅτι Ὑμᾶς ἀποδέχομαι͵ ὅτι ὑμεῖς τὴν ἐντολήν μου τηρεῖτε. Ἵνα γὰρ μὴ μετὰ ταῦτα ὁρῶντες αὐτὸν φάντασμα νομίσωσι͵ διὰ τοῦτο ταῦτα προλέγει. Καὶ ἵνα μὴ οὕτως͵ ὡς εἶπον͵ νομίσωσιν αὐτοῖς φαίνεσθαι͵ λέγει καὶ τὴν αἰτίαν· διὰ τὸ τὰς ἐντολάς μου τηρεῖν͵ λέγει ὅτι καὶ τὸ Πνεῦμα οὕτω μέλλει φαίνεσθαι. Εἰ δὲ τοσοῦτον αὐτῷ συγγενόμενοι χρόνον͵ οὔπω φέρουσιν ἐκείνην τὴν οὐσίαν͵ μᾶλλον δὲ οὐδὲ νοοῦσιν αὐτήν, τί ἂν ἔπαθον͵ εἰ παρὰ τὴν ἀρχὴν οὕτως αὐτοῖς ἐφάνη; Διὰ τοῦτο καὶ συνεσθίει͵ ἵνα μὴ φάντασμα τὸ πρᾶγμα νομισθῇ Εἰ γὰρ ἐπὶ τῶν ὑδάτων ἰδόντες, τοῦτο ἐνόμισαν͵ καίτοι τῆς αὐτῆς ὄψεως φαινομένης͵ καὶ οὐ πρὸ πολλοῦ διαστάντος͵ τί ἂν ὑπώπτευσαν͵ εἴ γε εἶδον αὐτὸν εὐθέως ἀναστάντα͵ ὃν εἶδον κατεχόμενον καὶ ἐσπαργανωμένον; Διὰ τοῦτο συνεχῶς αὐτοῖς λέγει͵ ὅτι φανεῖται͵ καὶ διατί φανεῖται καὶ πῶς͵ ἵνα μὴ φάντασμα νομίσωσιν.[24] 

23 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν.[25]  

Μηδεὶς οὖν ἡμῶν τὸν θεὸν μόνῳ λόγῳ ἐπιγνῷ͵ ἀλλ΄ ἵνα ἔχῃ αὐτὸν ἐν τῇ καρδίᾳ ἐν πάσῃ αἰσθήσει καὶ ἐπιγνώσει. διότι μέγα ἐστὶ τὸ ἀξίωμά σου͵ ὦ ἄνθρωπε͵ ὑπερβαῖνον πᾶσαν κτίσεως ποικιλίαν. πρόσεχε πῶς πλατὺς ὁ οὐρανὸς καὶ στίλβων τοῖς ἄστροις͵ καὶ οὐκ εὐδόκησεν ἐν αὐτῷ ὁ κύριος· καὶ ὁποῖοι ἐν αὐτῷ φωστῆρες͵ ὁποῖα δὲ καὶ πόση ἡ γῆ͵ καὶ πάντα παριδὼν ὁ θεὸς εἰς ἀγαθοὺς λογισμοὺς καὶ καρδίαν ἀνθρώπου ἀναπαύεται. μόνος σὺ ναὸς ἐκλήθης θεοῦ καὶ οἰκητήριον θεότητος ἐγένου͵ εἰς τὸ καταλύειν καὶ κατασκηνοῦν τὸν κύριον. ἐπὶ τίνα γὰρ ἐπιβλέψω ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; καὶ πάλιν· ἐμφανίσω αὐτῷ ἐμαυτόν καὶ ἐγὼ καὶ ὁ πατήρ μου ἐλευσόμεθα καὶ μονὴν παρ΄ αὐτῷ ποιήσομεν.[26] 

24 ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς, ἀλλὰ τοῦ πέμψαντός με πατρός. 25 Ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων· 26 ὁ δὲ παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν.  

Πιστεῦσαι τοίνυν χρὴ ἐξ ὅλης καρδίας καὶ ἀγάπης καὶ ζητῆσαι τὸν κύριον καὶ παρακαλέσαι͵ ἵνα φανερωθῇ καὶ ἐμφανίσῃ καὶ ἐνεργήσῃ ἐν ταῖς ψυχαῖς ἡμῶν ὁ ἐνταῦθα ὢν καὶ ἐν ἡμῖν ὤν. εἰ γὰρ ἡ τοῦ ἡλίου ἐνέργεια καὶ θερμότης ἕως ἔνδον τοῦ σώματος χωρεῖ͵ ὁμοίως καὶ ἡ τοῦ κρύους ψυχρότης ἕως ἔνδον τοῦ σώματος διήκει καὶ ἐνεργεῖ͵ καὶ εἰ ἡ τοῦ πυρὸς θερμότης καὶ ἐνέργεια ἕως ἔνδον τῶν λεβήτων εἴσεισιν͵ ἕψουσα τὸ κρέας χρήσιμον τοῖς ἀνθρώποις γινόμενον͵ πόσῳ μᾶλλον ὁ τούτων ποιητὴς καὶ κτίστης͵ ἡ τοῦ θείου πνεύματος δύναμις͵ ἐπὰν τῇ ἑαυτοῦ εὐδοκίᾳ φανερωθῇ καὶ ἐνεργήσῃ εἰς τὴν ψυχήν͵ τῷ ἑαυτοῦ φωτὶ φωτίσει καὶ τῷ ἑαυτοῦ θείῳ πυρὶ τῆς θερμότητος ἑψήσει ἐκ τῆς ὠμότητος τῆς ἁμαρτίας καὶ οὕτως ἡδὺ καὶ χρήσιμον καὶ βρώσιμον εἰς τὴν ἐπουράνιον τράπεζαν τῷ ἐπουρανίῳ πατρὶ ἀποκαταστήσει. εἰ γὰρ ὁ ἀὴρ οὗτος ἐν τῷδε τῷ βίῳ πανταχοῦ τυγχάνει͵ καὶ εἰ τὸ σκότος τῆς νυκτὸς πανταχοῦ ἐστι καὶ ἐν πᾶσι κτίσμασι͵ πόσῳ μᾶλλον ὁ τούτων κτίστης καὶ δημιουργός. ἐνταῦθα τοίνυν ἐστὶν ὁ κύριος καὶ ἐγγὺς ἡμῶν τυγχάνει͵ ἀλλὰ τοῖς πιστεύουσιν αὐτῷ καὶ ἀγαπῶσιν αὐτὸν καὶ προσδοκῶσιν ἀποκαλύπτεται καὶ φανεροῦται κατὰ τὸν τοῦ κυρίου λόγον· ὁ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου͵ καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν͵ καὶ πάλιν· ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατήρ μου καὶ μονὴν παρ΄ αὐτῷ ποιήσομεν.[27] 

27 Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω.  

εἴρηκα͵ φησὶ͵ πλειστάκις͵ ὡς οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἀλλ΄ οὐδὲ μόνοι τὴν γῆν οἰκήσετε τοῦ βοηθοῦντος ἔρημοι καὶ γυμνοί· συνέσομαι γὰρ πάλιν ὑμῖν͵ καὶ ἀπὼν τῷ σώματι ἀνατειχιῶ πάλιν ταῖς εὐμενείαις͵ ὡς Θεὸς͵ ἄνω θήσομαι θορύβου παντὸς͵ περιέσται δὲ τῆς ὑμετέρας εὐτολμίας οὐδείς· πᾶς γὰρ ἀτονήσει φόβος͵ καὶ δειλία μὲν ἐκποδὼν οἰχήσεται͵ θεία δέ τις ἐν ὑμῖν ἀνατελεῖ δύναμις͵ σχολάζοντι νῷ καὶ γαληνιώσῃ καρδίᾳ ξεναγοῦσα πρὸς ἀποκάλυψιν τῶν ὑπὲρ ἀνθρώπινον νοῦν. νῦν δὲ δίδωμι ὑμῖν εἰρήνην͵ οὐχ ἁπλῶς͵ ἀλλ΄ εἰρήνην τὴν ἐμήν. τοῦτο δὲ ἦν ἐναργῶς οὐδὲν ἕτερον εἰπεῖν͵ ἢ ὅτι χορηγήσω τὸ Πνεῦμα͵ καὶ συνέσομαι δι΄ ἐμαυτοῦ τοῖς δεχομένοις αὐτό. Ὅτι γὰρ ἡ εἰρήνη Χριστοῦ τὸ Πνεῦμά ἐστιν αὐτοῦ͵ μακροῦ μὲν οἶμαι μὴ δεῖσθαι λόγου πρὸς πληροφορίαν καὶ ἀπόδειξιν. πλὴν ἐκεῖνο φάναι δεῖν ὑπολαμβάνω Εἰ γὰρ αὐτός ἐστιν ἡ ἐν τοῖς οὐρανοῖς εἰρήνη καὶ ἐπὶ τῆς γῆς͵ πῶς οὐκ ἂν εἴη λοιπὸν παντί τῳ σαφὲς ὅτι͵ καθάπερ εἰρήκαμεν͵ ἡ εἰρήνη δὴ πάντως ἐστὶ τὸ Πνεῦμα αὐτοῦ; καὶ γοῦν ὁ θεσπέσιος Παῦλος πρός τινας ἔφη Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν.[28] 

28 ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς· εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἄν ὅτι εἶπον, πορεύομαι πρὸς τὸν πατέρα· ὅτι ὁ πατὴρ μου μείζων μού ἐστι.[29] 

Κέχρηται γὰρ καὶ τούτῳ τῷ ῥητῷ τὰ ἀχάριστα κτίσματα͵ τὰ τοῦ πονηροῦ γεννήματα. Ἐγὼ δὲ καὶ ἐκ ταύτης τῆς φωνῆς τὸ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ δηλοῦσθαι πεπίστευκα. Τὰς γὰρ συγκρίσεις οἶδα κυρίως ἐπὶ τῶν τῆς αὐτῆς φύσεως γινομένας. Ἄγγελον γὰρ ἀγγέλου λέγομεν μείζονα καὶ ἄνθρωπον ἀνθρώπου δικαιότερον καὶ πτηνὸν πτηνοῦ ταχύτερον. Εἰ τοίνυν αἱ συγκρίσεις ἐπὶ τῶν ὁμοειδῶν γίνονται͵ μείζων δὲ κατὰ σύγκρισιν εἴρηται ὁ Πατὴρ τοῦ Υἱοῦ͵ ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρί. Ἔστι δέ τις καὶ ἄλλη ἔννοια ἐναποκειμένη τῷ ῥητῷ. Τί γὰρ θαυμαστὸν εἰ μείζονα ἑαυτοῦ τὸν Πατέρα ὡμολόγησε͵ Λόγος ὢν καὶ σὰρξ γεγονώς͵ ὁπόταν καὶ ἀγγέλων ὤφθη κατὰ τὴν δόξαν ἐλάττων καὶ ἀνθρώπων κατὰ τὸ εἶδος; Ἠλάττωσας γὰρ αὐτόν͵ φησί͵ βραχύ τι παρ΄ ἀγγέλους. Καὶ πάλιν· Τὸν δὲ βραχύ τι παρ΄ ἀγγέλους ἠλαττωμένον. Καὶ τὸ Εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος͵ ἀλλὰ τὸ εἶδος αὐτοῦ ἐκλεῖπον παρὰ πάντας ἀνθρώπους. Τούτων δὲ πάντων ἠνέσχετο διὰ τὴν πολλὴν αὐτοῦ περὶ τὸ πλάσμα φιλανθρωπίαν͵ ἵνα τὸ ἀπολωλὸς πρόβατον ἀνασώσηται καὶ τὸ σωθὲν καταμίξῃ͵ καὶ τὸν κατελθόντα ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ καὶ διὰ τοῦτο περιπεσόντα λῃσταῖς εἰς τὴν οἰκείαν ὑγιαίνοντα πάλιν ἐπαναγάγῃ πατρίδα. ῍Η καὶ τὴν φάτνην αὐτῷ ὀνειδίσει ὁ αἱρετικός͵ δι΄ ἧς ἄλογος ὢν ἐτράφη ὑπὸ τοῦ Λόγου͵ καὶ τὴν πενίαν προοίσει͵ ὅτι κλινιδίου οὐκ ηὐπόρησεν ὁ τοῦ τέκτονος υἱός; Διὰ τοῦτο τοῦ Πατρὸς ἐλάττων ὁ Υἱός͵ ὅτι διὰ σὲ γέγονε νεκρός͵ ἵνα σε τῆς νεκρότητος ἀπαλλάξῃ καὶ ζωῆς μέτοχον ἐπουρα νίου ποιήσῃ. Ὥσπερ ἂν εἴ τις καὶ τὸν ἰατρὸν αἰτιῷτο ὅτι συγκύπτων ἐπὶ τὰ πάθη τῆς δυσωδίας συναπολαύει͵ ἵνα τοὺς πεπονθότας ἰάσηται.[30] 

29 καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε. 30 οὐκέτι πολλὰ λαλήσω μεθ’ ὑμῶν· ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν· 31 ἀλλ’ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ἐνετείλατό μοι ὁ πατήρ, οὕτω ποιῶ. ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.  

εἰ καὶ μὴ συνυπαίτιον ταῖς αὐτῶν ἀσθενείαις͵ ἀλλ΄ οὖν ἡγεμόνα τῆς ὁδοῦ τῆς ἐφ΄ ἅπασιν ἀγαθοῖς καὶ τῆς ἐκ παθῶν τῶν ἀρχαίων ἐπὶ τὸ κρεῖττον ἐπιστροφῆς͵ οὐ πρέσβυν͵ οὐκ ἄγγελον͵ ἀλλ΄ αὐτὸν ἐσχήκαμεν τὸν ἁπάντων Κύριον͵ οὐδαμόθεν ἀμφίβολον. λελυτρώμεθα γὰρ͵ οὐ δι΄ ἑαυτῶν͵ ἀλλ΄ οὐδὲ δι΄ ἑτέρου τινὸς τῶν γενητῶν͵ δι΄ αὐτοῦ δὲ μᾶλλον τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ. οὐκοῦν ὅταν ὡς σὺν ἡμῖν καὶ μεθ΄ ἡμῶν τὴν ἐν κόσμῳ παραδραμὼν φαυλότητα λέγῃ τό Ἐγείρεσθε ἄγωμεν ἐντεῦθεν͵ οὐχ ὡς συνυπαίτιος͵ ἤγουν ἐνεχόμενος τοῖς ἀνθρωπίνοις πάθεσιν͵ ἀλλ΄ ὡς ἀρχηγὸς καὶ προστάτης καὶ καθηγητὴς τῆς εἰσόδου εἰς ἀφθαρσίαν καὶ ζωὴν τὴν ἐν ἁγιασμῷ καὶ φιλοθεΐᾳ͵ τὸ τοιοῦτον ἐρεῖ.[31]

 

 

 

 


[1] “Ἐπεὶ οὖν ταῦτα λογιζομένους εἰκὸς ἦν αὐτοὺς καὶ ἐκστῆναι͵ ὅρα πῶς αὐτοὺς παραμυθεῖται͵ Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία͵ λέγων· τούτῳ πρώτῳ τῆς θεότητος αὐτοῦ τὴν δύναμιν ἐνδεικνύμενος͵ ὅτι ἃ κατὰ ψυχὴν εἶχον͵ ταῦτα οἶδε καὶ εἰς μέσον ἄγει. Πιστεύετε εἰς τὸν Θεὸν͵ καὶ εἰς ἐμὲ πιστεύετε· τουτέστι͵ πάντα παρελεύσεται τὰ δεινά. Ἡ γὰρ εἰς ἐμὲ πίστις καὶ τὸν γεγεννηκότα δυνατωτέρα τῶν ἐπιόντων ἐστὶ͵ καὶ οὐδὲν ἐάσει κρατῆσαι τῶν δυσχερῶν. Εἶτα ἐπάγει· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Ὥσπερ τὸν Πέτρον ἀλύοντα παραμυθεῖται λέγων· Ἀκολουθήσεις δὲ ὕστερον· οὕτω καὶ τούτοις ταύτην τὴν ἐλπίδα ὑποφαίνει. Ἵνα γὰρ μὴ νομίσωσιν ἐκείνῳ μόνῳ τὴν ἐπαγγελίαν δεδόσθαι͵ φησίν· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Εἰ δὲ μὴ͵ εἶπον ἂν ὑμῖν͵ Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· τουτέστιν͵ ὅτι καὶ ὑμᾶς ἐκεῖνος ὁ χῶρος δέξεται ὁ καὶ τὸν Πέτρον”.   Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.396.

[2] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, τ. 2, σ. 403.

[3]Οὗ κατασκηνώσει τὸ ὄνομά μου ἐν μέσῳ οἴκου Ἰσραὴλ εἰς τὸν αἰῶνα. Οὐκ εἶπε͵ κατεσκήνωσεν͵ ἀλλὰ κατασκηνώσει· κατασκηνώσει δὲ εἰς τὸν αἰῶνα ἁγίων ἐν μέσῳ͵ καὶ τῶν ἀληθῶς Ἰσραὴλ ὀνομαζομένων͵ καὶ ὁρᾷν αὐτὸν δυναμένων͵ ὡς ἰδεῖν ἀνθρώπῳ δυνατόν· οὐκ ἐν τῷ τύπῳ͵ ἀλλ΄ ἐν τῇ ἀληθείᾳ. Τύπος δὲ ἦν τῶν ἐπουρανίων ἐκεῖνα. Ὅρα γὰρ͵ φησὶ͵ ποιήσῃς πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Ἀψευδὴς τοίνυν ἡ ὑπόσχεσις· καὶ γὰρ ὁ Δεσπότης Χριστὸς ταύτην βεβαιῶν πρὸς τοὺς ἱεροὺς ἀποστόλους ἔφη· Πολλαὶ μοναὶ παρὰ τῷ Πατρί μου· εἰ δὲ μή γε͵ ἔλεγον ὅτι πορεύσομαι͵ καὶ ἑτοιμάσω τόπον ὑμῖν· πάλιν ἐλεύσομαι͵ καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτὸν͵ ἵνα ὅπου εἰμὶ ἐγὼ͵ καὶ ὑμεῖς ἦτε. Ἐν τῷ τύπῳ τοίνυν οὔτε κατεσκήνωσεν͵ οὔτε κατασκηνώσει ὁ Θεὸς εἰς τὸν αἰῶνα· κατεψηφίσατο γὰρ αὐτῶν͵ λέγων· Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Προσήκει τοίνυν ἀπὸ τῶν τύπων ἐπὶ τὴν ἀλήθειαν ἀναβαίνειν͵ κἀκείνην ἀναμένειν τοῦ Θεοῦ τὴν κατασκήνωσιν”.  Θεοδώρητος, Εἰς Ἰεζεκιήλ, PG 81.1228-9.

[4] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, τ. 2, σ. 405.

[5] Ὠριγένης, Κατὰ Κέλσου, κεφ. 6, ἑν. 20.

[6] “Τοῦτο δὲ λέγει͵ ἐπεὶ συνεῖδεν αὐτῶν τὴν ψυχὴν τοῦτο λοιπὸν ζητοῦσαν μαθεῖν. Ὁ μὲν γὰρ Πέτρος οὐχ ὑπὲρ τοῦ μαθεῖν͵ ἀλλ΄ ὥστε ἀκολουθῆσαι͵ ἔλεγεν ὅπερ ἔλεγεν. Ἐπειδὴ δὲ ἐπετιμήθη ἐκεῖνος͵ καὶ ὃ τέως ἀδύνατον ἐδόκει εἶναι͵ δυνατὸν αὐτὸς ἀπεφήνατο͵ ἀδύνατον δὲ φανὲν͵ εἰς ἐπιθυμίαν αὐτὸν ἤγαγε τοῦ γνῶναι μετὰ ἀκριβείας αὐτό· διὰ τοῦτο τούτοις φησί· Καὶ τὴν ὁδὸν οἴδατε. Ὥσπερ γὰρ εἰπὼν͵ Ἀπαρνήσῃ με͵ μηδενὸς μηδὲν προφθεγξαμένου͵ καὶ τὰ ἐν τῇ καρδίᾳ ἐρευνῶν ἔλεγε͵ Μὴ ταράττεσθε· οὕτω καὶ ἐνταῦθα εἰπὼν͵ ὅτι Οἴδατε͵ τὴν ἐπιθυμίαν ἐδήλου τὴν ἐν τῇ διανοίᾳ αὐτῶν͵ καὶ αὐτὸς αὐτοῖς δίδωσι πρόφασιν τοῦ ἐρωτῆσαι”.   Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.397.

[7] “Εἰ θέλεις εὑρεῖν τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ζωήν͵ ἐν τῇ ὁδῷ αὐτὴν ζήτει͵ κἀκεῖ αὐτὴν εὑρίσκεις͵ τῇ εἰπούσῃ· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Πλὴν σφόδρα ἐμπόνως ζήτει͵ διότι ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν͵ καὶ μήπως τῶν ὀλίγων ἀπολειφθείς͵ μετὰ τῶν πολλῶν εὑρεθήσῃ”.   Μάξιμος ὁ Ὁμολογητής, Περὶ ἀγάπης, 2, 80.

[8] Γρηγόριος Νύσσης, Εἰς τὸ Ἄσμα Ἀσμάτων, τ. 6, σ. 353-4.

[9] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, τ. 2, σελ. 411-2.   “Τοῦτο δὲ λέγει δεικνὺς͵ ὅτι αὐτοῦ χρεία εἰς τὸ προσαχθῆναι τῷ Πατρί. Εἰ τοίνυν ὁ Πατὴρ ἕλκει͵ ὁ Υἱὸς χειραγωγεῖ͵ τὸ Πνεῦμα φωτίζει͵ τί ἁμαρτάνουσιν οἱ μήτε ἑλκυσθέντες͵ μήτε χειραγωγηθέντες͵ μήτε φωτισθέντες; Ὅτι μὴ παρέχουσιν ἀξίους ἑαυτοὺς τοῦ ταύτην δέξασθαι τὴν ἔλλαμψιν. Ὅρα γοῦν ἐπὶ τοῦ Κορνηλίου τοῦτο συμβάν· οὐ γὰρ οἴκοθεν ἐκεῖνος τοῦτο εὗρεν͵ ἀλλ΄ ὁ Θεὸς αὐτὸν ἐκάλεσεν͵ ἐπειδὴ προλαβὼν͵ ἑαυτὸν ἄξιον παρεσκεύασε. Διὰ δὴ τοῦτο καὶ ὁ Παῦλος περὶ πίστεως διαλεγόμενος ἔλεγε· Καὶ τοῦτο οὐκ ἐξ ὑμῶν͵ Θεοῦ τὸ δῶρον. Οὐ μὲν ἔρημόν σε καταλιμπάνει κατορθωμάτων. Εἰ γὰρ αὐτοῦ ἐστι τὸ ἑλκύσαι καὶ ἐπαγαγέσθαι· ἀλλ΄ ὅμως καὶ ψυχὴν εὐπειθῆ ἐπιζητεῖ͵ καὶ τότε τὴν παρ΄ ἑαυτοῦ συμμαχίαν εἰσάγει. Διὸ καὶ ἀλλαχοῦ φησι Παῦλος· Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Οὐ γὰρ δὴ ἠναγκάσθη τὰ τῆς ἀρετῆς καὶ τῆς σωτηρίας ἡμῶν. Ἀλλ΄ εἰ καὶ τὸ πλέον αὐτοῦ ἐστι͵ σχεδὸν δὲ καὶ τὸ πᾶν͵ ὅμως ἀφῆκέ τι καὶ ἡμῖν μικρὸν͵ ὥστε καὶ εὐπρόσωπον γενέσθαι τῶν στεφάνων τὴν πρόφασιν”. Χρυσόστομος, Εἰς Ψαλμούς, PG 55.322. “Ἔστι πόλις ἁγίων ἔχουσα ἀνάπαυσιν. οἱ οὖν διοδεύοντες ἐν τῇ πόλει ἄρχονται κόπτειν τὰ πάθη τῆς ψυχῆς δυνάμει θεοῦ͵ οἷον νικῶσι θυμόν͵ κενοδοξίαν͵ γαστριμαργίαν͵ ἐπιθυμίαν κακήν͵ ζῆλον͵ φιλαργυρίαν ψεῦδος καὶ τὰ ὅμοια. τούτων δὲ οὐδὲν οὐδαμῶς ἐκκόψαι δύνανται οἱ τοιοῦτοι͵ εἰ μὴ διὰ τῆς χάριτος τοῦ κυρίου ὁδεύοιεν· αὐτὸς γάρ ἐστιν ὁ εἰπών· ἐγώ εἰμι ἡ ὁδός. ἐγγίζει τις τῇ πόλει ἐκείνῃ καὶ εἴς τινα βαθμὸν ἔτι ἐλλείπεται͵ ἐὰν μὴ ἀσφαλίσηται͵ ἀλλ΄ ἐκτραπῇ ἀπώλεσε τὰ πάντα καὶ ἠλλοτριώθη τῆς ἀναπαύσεως. εἰσὶ δὲ ἄλλοι βοηθούμενοι ὑπὸ τοῦ κυρίου καὶ κατὰ μικρὸν μικρὸν νικῶντες οὐ παρεξέρχονται τῆς ὁδοῦ͵ ἀλλ΄ εἰ καὶ μήπω ἔφθασαν εἰς τὴν πόλιν τέως διοδεύουσιν. ἔστιν αὐτὴ ἡ ψυχὴ ἔχουσα μέλη πολλὰ καὶ πάλιν αὐτὴ ἡ ἁμαρτία μέλη πολλὰ ἔχουσα. ἐνέσπειρε δὲ ἐκεῖ πολλὰ κακά͵ ἔπαρσιν͵ μῖσος͵ ψεῦδος͵ κακοήθειαν͵ δόλον͵ ὑπόκρισιν. ὁ οὖν κύριος παραγίνεται͵ φύσις τις ἡδυτάτη καὶ γλυκεῖα͵ ὥσπερ ἡ φύσις τοῦ μέλιτος γλυκεῖα καὶ ἡ τοῦ πυρὸς θερμαντική”.   Μακάριος, Ὁμιλία 34, κεφ. 12, ἑν. 1.

[10] “ὁ γὰρ Φίλιππος αἰσθητῶς ἰδεῖν ἐπεζήτει τὸν πατέρα. ἐλέγχων οὖν αὐτὸν ὡς κακῶς ἐπιζητοῦντα τοῦτό φησιν οἷον ἀσυνέτως ποιεῖς ἐμοῦ τοῦ λόγου καὶ ἀσωμάτου ὄντος τὸν πατέρα αἰσθητοῖς ἰδεῖν ἐπιζητῶν ὀφθαλμοῖς. ἀλλ΄ ὡς ἔοικεν οὐδὲ ἐμὲ ἔγνωκας͵ ὅτι λόγος εἰμὶ καὶ θεὸς καὶ ἀσώματος· εἰ γὰρ τοῦτο ᾔδεις͵ οὐκ ἂν τὸν ἐμὸν πατέρα σωματικοῖς ἰδεῖν ἐπεζήτεις ὀφθαλμοῖς͵ ἀλλὰ πρὸς τὴν σάρκα ἀφορῶν͵ ἣν ἑκὼν ὑπὲρ ὑμῶν ἀνέλαβον͵ οὐδὲν ὑψηλὸν οὐδὲ ἄξιον τῆς ἐμῆς θεότητος συνεώρακας· ὁ γὰρ συνεωρακὼς καὶ κατειληφώς͵ ὅτι θεὸς ἐγὼ ὁ υἱὸς καὶ ἀσώματος͵ κατείληφε πάντως καὶ συνεώρακεν͵ ὅτι καὶ ὁ ἐμὸς πατὴρ τοῦ τοιούτου υἱοῦ θεός ἐστι καὶ ἀσώματος καὶ αἰσθητοῖς ὀφθαλμοῖς οὐ καταλαμβανόμενος. τὸ δὲ τοσοῦτον χρόνον μεθ΄ ὑμῶν εἰμι͵ τοῦτο δηλοῖ͵ τοσοῦτον χρόνον μεθ΄ ὑμῶν ὢν σημεῖα καὶ τέρατα ἐπεδειξάμην͵ δι΄ ὧν τὸ τῆς θεότητος ἀξίωμα καὶ τῆς ἀσωμάτου καὶ ὑπερκειμένης οὐσίας δυνατὸν ἦν ἀποκαλυφθῆναι τοῖς ὁρῶσιν. καὶ αὐτὸς οὔπω με ἔγνωκας͵ ὅτι θεός εἰμι καὶ ἀσώματος οὐσία͵ ἀλλὰ καὶ τὸν πατέρα σωματικὸν ὑπολαμβάνεις καὶ σωματικοῖς ἰδεῖν ἐπιζητεῖς ὀφθαλμοῖς”.   Φώτιος, Εἰς τὸ Κατὰ Ἰωάννην, ἀπ. 85.

[11] “τὴν πατρικὴν ἐμφέρειαν ἀκριβῶς πέφυκε σώζειν ὁ υἱὸς τοῦ πατρός͵ τὴν κατὰ πάντα ὁμοιότητα αὐτοῦ ἐκ φύσεως ἀπομαξάμενος καὶ ἀπαράλλακτος εἰκὼν τοῦ πατρὸς τυγχάνων καὶ τοῦ πρωτοτύπου ἔκτυπος χαρακτήρ. ὅθεν καὶ τῷ τηνικαῦτα ποθοῦντι ἰδεῖν Φιλίππῳ ἀφθόνως ὁ κύριος ἐμφανίζει͵ πρὸς ὃν λέγοντα δεῖξον ἡμῖν τὸν πατέρα λέγει· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα͵ ὥσπερ δι΄ ἐσόπτρου ἀκηλιδώτου καὶ ἐμψύχου θείας εἰκόνος αὐτοῦ θεωρουμένου τοῦ πατρός. ὧν ὅμοιον ἐν Ψαλμοῖς οἱ ἁγιώτατοί φασιν· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. διὸ δὴ καὶ ὁ τιμῶν τὸν υἱὸν τιμᾷ τὸν πατέρα͵ καὶ εἰκότως· πᾶσα γὰρ ἀσεβὴς φωνὴ εἰς τὸν υἱὸν λέγεσθαι τολμωμένη εἰς τὸν πατέρα τὴν ἀναφορὰν ἔχει”.   Θεοδώρητος, Ἐκκλησιαστικὴ ἱστορία, σ. 18-19.

[12] Ὠριγένης, Εἰς τὸ Κατὰ Ἰωάννην, ἀπ. 73.

[13] Μάξιμος ὁ Ὁμολογητής, Ἐρωταποκρίσεις πρὸς Θαλάσσιον, ἑν. 25.

[14] “Τίς οὖν ἄν͵ τίς ἐξαριθμήσειε τὸν Πατέρα͵ ἵνα καὶ τοῦ Λόγου τούτου τὰς δυνάμεις ἐξεύροι; ἔστι γὰρ ὥσπερ τοῦ Πατρὸς Λόγος καὶ σοφία͵ οὕτω καὶ τοῖς γενητοῖς συγκαταβαίνων͵ γίνεται πρὸς τὴν τοῦ γεννήτορος γνῶσιν καὶ ἔννοιαν αὐτοαγιασμὸς καὶ αὐτοζωὴ καὶ θύρα καὶ ποιμὴν καὶ ὁδός͵ καὶ βασιλεὺς καὶ ἡγεμὼν καὶ ἐπὶ πᾶσι σωτήρ͵ καὶ ζωοποιὸς καὶ φῶς͵ καὶ πρόνοια τῶν πάντων. τοιοῦτον ἄρα ἀγαθὸν καὶ δημιουργὸν Υἱὸν ἔχων ἐξ ἑαυτοῦ ὁ Πατήρ͵ οὐκ ἀφανῆ αὐτὸν τοῖς γενητοῖς ἀπέκρυψεν· ἀλλὰ καὶ ὁσημέραι τοῦτον ἀποκαλύπτει τοῖς πᾶσι διὰ τῆς τῶν πάντων δι΄ αὐτοῦ συστάσεως καὶ ζωῆς. ἐν αὐτῷ δὲ καὶ δι΄ αὐτοῦ͵ καὶ ἑαυτὸν ἐμφαίνει͵ καθὼς ὁ Σωτήρ φησιν· Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί· ὥστε ἐξ ἀνάγκης εἶναι τὸν Λόγον ἐν τῷ γεννήσαντι͵ καὶ τὸν γεννηθέντα σὺν τῷ Πατρὶ διαιωνίζειν”.   Μ. Ἀθανάσιος, Κατὰ Ἑλλήνων, ἑν. 47.

[15] “Ποῖα φησὶ μείζονα; Ἃ οἱ μαθηταὶ φαίνονται μετὰ ταῦτα ποιοῦντες. Καὶ γὰρ ἡ σκιὰ Πέτρου νεκρὸν ἤγειρεν. Οὕτως ἐκηρύττετο καὶ ἡ τοῦ Χριστοῦ μᾶλλον δύναμις. Καὶ γὰρ οὐχ οὕτω θαυμαστὸν ζῶντα αὐτὸν θαυματουργεῖν͵ ὡς θανόντος αὐτοῦ ἑτέρους ἐν τῷ ὀνόματι ἐκείνου μείζονα αὐτοῦ δυνηθῆναι. Ἀναμφισβήτητος γὰρ ἦν τοῦτο τῆς ἀναστάσεως ἀπόδειξις· οὐκ ἂν͵ οὐδὲ εἰ πᾶσιν ὤφθη͵ οὕτως ἐπιστεύθη. Ἐκεῖνοι μὲν γὰρ εἶχον ἂν καὶ εἰπεῖν͵ ὅτι φάντασμα ἦν· ὁ δὲ ὁρῶν ἀπὸ τοῦ ὀνόματος αὐτοῦ μόνου πολλῷ μείζονα γινόμενα σημεῖα͵ ἢ ὅτε αὐτὸς συνανεστρέφετο μετὰ ἀνθρώπων͵ οὐκ ἂν ἠπίστησεν͵ εἰ μὴ σφόδρα ἀναίσθητος ἦν. Μέγα τοίνυν ἀγαθὸν πίστις͵ ὅταν ἀπὸ θερμῆς γίνηται διανοίας͵ ἀπὸ φίλτρου πολλοῦ καὶ ζεούσης ψυχῆς. Αὕτη φιλοσόφους ἡμᾶς δείκνυσιν͵ αὕτη τὴν εὐτέλειαν τὴν ἀνθρωπίνην ἀποκρύπτει͵ καὶ τοὺς λογισμοὺς ἀφεῖσα κάτω͵ περὶ τῶν ἐν οὐρανοῖς φιλοσοφεῖ πραγμάτων· μᾶλλον δὲ͵ ὅπερ ἡ τῶν ἀνθρώπων σοφία εὑρεῖν οὐ δύναται͵ ἐκ περιουσίας τοῦτο αὕτη καταλαμβάνει καὶ κατορθοῖ”.   Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.351-2.

[16] Ἀποδιδόμενο στὸν Χρυσόστομο, Εἰς τὴν προσκύνησιν τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, PG 52.837.

[17] “κατὰ τίνα δὲ τρόπον ναοὶ Θεοῦ χρηματιοῦμεν καὶ ἐσόμεθα͵ κτιστὸν ἢ ἀλλογενὲς κομιζόμενοι πνεῦμα͵ καὶ οὐχὶ μᾶλλον τὸ ἐκ Θεοῦ; πῶς δὲ θείας φύσεως κοινωνοὶ͵ κατὰ τὰς τῶν ἁγίων φωνὰς͵ οἱ Πνεύματος μέτοχοι͵ εἰ τοῖς γενητοῖς ἐναρίθμιόν ἐστι͵ καὶ οὐχὶ μᾶλλον ἐξ αὐτῆς ἡμῖν τῆς θείας φύσεως πρόεισιν͵ οὐ διικνούμενον δι΄ αὐτῆς εἰς ἡμᾶς ὡς ἀλλότριον ἀλλ΄͵ ἵν΄ οὕτως εἴπω͵ ποιότης ὥσπερ τις τῆς θεότητος ἐν ἡμῖν γινόμενον͵ καὶ ἐν τοῖς ἁγίοις κατοικοῦν͵ καὶ ἀπομένον διὰ παντὸς͵ εἰ τῆς ἑαυτῶν διανοίας τὸν ὀφθαλμὸν διὰ πάσης ἐπιεικείας ἀποκαθαίροντες καὶ διὰ τῆς εἰς πᾶσαν ἀρετὴν ἀνενδότου σπουδῆς͵ συντηροῖεν ἑαυτοῖς τὴν χάριν. ἀχώρητον μὲν γὰρ καὶ ἀθεώρητον αὐτὸ τοῖς ἐν κόσμῳ φησὶν ὁ Χριστὸς͵ τουτέστι͵ τοῖς τὰ ἐν κόσμῳ φρονοῦσι καὶ ἀγαπᾶν ἑλομένοις τὰ ἐπίγεια͵ χωρητὸν γεμὴν καὶ εὐκάτοπτον τοῖς ἁγίοις”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, τ. 2, σ. 469.

[18] “Τίνος δὲ ἕνεκεν οὐκ εὐθέως μετὰ τὴν ἀνάστασιν τὸ Πνεῦμα ἔρχεται; Ἵνα ἐν πολλῇ αὐτοῦ καταστάντες ἐπιθυμίᾳ͵ μετὰ πολλῆς αὐτὸ δέξωνται χάριτος. Ἕως μὲν γὰρ ἦν μετ΄ αὐτῶν ὁ Χριστὸς͵ οὐκ ἦσαν ἐν θλίψει· ἐπειδὴ δὲ ἀπῆλθε͵ γυμνωθέντες καὶ ἐν φόβῳ πολλῷ καταστάντες͵ μετὰ πολλῆς ἔμελλον αὐτὸ τῆς προθυμίας δέχεσθαι. Μεθ΄ ὑμῶν μένει. Τοῦτο δηλοῖ͵ ὅτι οὐδὲ μετὰ τελευτὴν ἀφίσταται. Ἵνα δὲ μὴ Παράκλητον ἀκούσαντες͵ πάλιν ἐνσάρκωσιν ἑτέραν ὑποπτεύσωσι͵ καὶ ὀφθαλμοῖς προσδοκήσωσιν αὐτὸ θεωρεῖν͵ διορθούμενός φησιν· Ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν͵ ὅτι οὐ θεωρεῖ αὐτό. Οὐ γὰρ οὕτως ὑμῖν συνέσται ὥσπερ ἐγώ· ἀλλ΄ ἐν αὐταῖς οἰκήσει ταῖς ὑμετέραις ψυχαῖς· τοῦτο γάρ ἐστι τὸ͵ Ἐν ὑμῖν ἔσται. Πνεῦμα δὲ ἀληθείας αὐτὸ καλεῖ͵ διὰ τούτου τοὺς τύπους τοὺς ἐν τῇ Παλαιᾷ δηλῶν. Ἵνα μεθ΄ ὑμῶν ᾖ. Τί ἐστι͵ Μεθ΄ ὑμῶν ᾖ; Ὅ φησιν αὐτὸς͵ ὅτι Ἐγὼ μεθ΄ ὑμῶν εἰμι. Ἄλλως δὲ͵ καὶ͵ ἕτερόν τι αἰνίττεται͵ ὅτι Οὐ πείσεται ταῦτα ἅπερ ἐγὼ͵ οὔτε ἀποφοιτήσει”.   Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.404-5.

[19] Μ. Βασίλειος, Περὶ Ἁγίου Πνεύματος, κεφ. 22, ἑν. 53.

[20] “οἱ μὲν τῶν ἐν κόσμῳ κακῶν ἐρασταὶ κατοιχήσονται πρὸς τὸν ᾅδην͵ καὶ ἐκ προσώπου γενήσονται Χριστοῦ· συνέσονται γεμὴν αὐτῷ καὶ συνδιαιτήσονται διὰ παντὸς οἱ τῆς ἀρετῆς ἐρασταὶ καὶ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἀσινῆ τηρήσαντες͵ συνόντες δὲ δηλονότι καὶ τὸ θεοπρεπὲς αὐτοῦ κατόψονται κάλλος ἀδιακωλύτως· Ἔσται γάρ σοι͵ φησὶ͵ Κύριος φῶς αἰώνιον͵ καὶ ὁ Θεὸς δόξα σου· καὶ εἰκὸς δὲ τοῦτο βούλεσθαι δηλοῦν τὸν Κύριον͵ ὅταν ἀκούωμεν λέγοντος Ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ͵ ὑμεῖς δὲ θεωρεῖτέ με͵ ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσεσθε”.   Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, τ. 2, σ. 475.

[21] Δίδυμος ὁ Τυφλός, Εἰς Ψαλμούς, ἀπ. 676a.

[22] Μακάριος, Ὁμιλία 17, κεφ. 1, ἑν. 1-2.

[23] Μακάριος, Ὁμιλία 29, κεφ .2, ἑν. .2-4.

[24] Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.407.

[25] “Ὥστε οὖν καί αἱ νοηταί δυνάμεις καί αἱ τῶν ἁγίων ψυχαί καί πάντων τῶν φυλασσόντων τάς ἐντολάς, τόπος κληθεῖεν ἄν εἰκότως τοῦ Θεοῦ καί ἀνάπαυσις.” Μάξιμος ὁ Ὁμολογητής, Σχόλια εἰς τὰ Διονυσίου, PG 4.76.

[26] Μακάριος, Ὁμιλία 5, κεφ. 2, ἑν. 7.

[27] Μακάριος, Ὁμιλία 35, κεφ. 1, ἑν. 7-9.

[28] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, τ. 2, σ. 509.

[29] “Δύο τίθησιν αἰτίας δι΄ ὧν αὐτοὺς πειρᾶται παραμυθεῖσθαι ἀθυμοῦντας λίαν ἐπὶ τῷ πάθει καὶ τῷ σταυρῷ͵ μίαν μὲν τί ταράσσεται ὑμῶν ἡ καρδία· εἶπον μὲν γάρ͵ ὅτι ὑπάγω͵ ἀλλὰ γνωστὸν ὑμῖν͵ ὅτι πάλιν ἔρχομαι πρὸς ὑμᾶς. εἰ οὖν τὸ ἀπιέναι λύπης αἴτιον͵ τὸ πάλιν παραγενέσθαι χαρᾶς καὶ εὐφροσύνης ὀφείλει καθίστασθαι ὑμῖν͵ μᾶλλον δὲ ἡ ἐλπὶς τοῦ παραγενέσθαι οὐδὲ ὅλως λύπην ἐπὶ τῇ ἀποδημίᾳ συγχωρεῖν ὀφείλει συνίστασθαι. οὕτως οὖν καὶ διὰ ταύτην τὴν αἰτίαν οὐκ ὀφείλετε ταράσσεσθαι ἢ δειλιᾶν. δι΄ ἑτέραν δέ͵ ὅτι ὑμεῖς αὐτοὶ τὸν πατέρα μείζονα ὑπολαμβάνετε· οὐ γὰρ ἂν ἐλέγετε δεῖξον ἡμῖν τὸν πατέρα͵ καὶ ἀρκεῖ ἡμῖν· ἐμὲ γὰρ ἔχοντες μεθ΄ ἑαυτῶν καὶ πλείστους λόγους παρακλήσεως ἀκούοντες ὅμως ἔτι τὸν πατέρα ἐζητεῖτε ὡς ὑπολαμβάνοντες μείζονα. ἀπ΄ αὐτῆς τοιγαροῦν τῆς ὑμετέρας ὑπολήψεως τὴν παραμυθίαν ὑμᾶς χρὴ λαμβάνειν· εἰ γὰρ ὁ πατήρ μου μείζων μού ἐστιν ὡς ὑμεῖς ὑπειλήφατε͵ ἐγὼ δὲ πρὸς αὐτὸν πορεύομαι͵ οὐ χρὴ ὑμᾶς ἀθυμεῖν ἢ δειλιᾶν· πρὸς γὰρ τὸν μείζω πορεύομαι. τί δὲ λέγω ὡς οὐ χρὴ ἀθυμεῖν͵ μᾶλλον δὲ καὶ χαίρειν ὑμᾶς δεῖ εἴπερ ἠγαπᾶτέ με͵ ὅτι πρὸς ἐκεῖνον πορεύομαι͵ ὃν ὑμεῖς μείζονα ὑπειλήφατε”.   Φώτιος, Εἰς τὸ Κατὰ Ἰωάννην, ἀπ. 88.

[30] Μ. Βασίλειος, Ἐπιστολὴ 8, ἑν. 5.

[31] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, τ. 2, σ. 533.

 

 

<<

>>

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ  -  ΚΑΤΑ ΙΩΑΝΝΗΝ

^

www.myriobiblos.gr/bible/nt-fathers.html

ΕΠΙΚΟΙΝΩΝΙΑ