The New Testament

ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ        ΜΥΡΙΟΒΙΒΛΟΣ



ΚΑΤΑ ΙΩΑΝΝΗΝ

13

 

1 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, [1] ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς. 2 καὶ δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ, 3 εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει, 4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησι τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν. 5 εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.  

6 ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον, καὶ λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; 7 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. 8 λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ. 9 λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. 10 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὁ λελουμένος οὐ χρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι, ἀλλ' ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ' οὐχὶ πάντες. 11 ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν· οὐχὶ πάντες καθαροί ἐστε.  

12 Ὅτε οὖν ἔνιψε τοὺς πόδας αὐτῶν καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼν πάλιν, εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; 13 ὑμεῖς φωνεῖτέ με, ὁ Διδάσκαλος καὶ ὁ  Κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. 14 εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. 15 ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε. 16 ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. 

μόνον ἐν ἀγάπῃ Θεοῦ ἵνα πάντα γίνηται καὶ σκοπῷ τοῦ φθάσαι διὰ τῆς χάριτος εἰς τὴν ἀπαθῆ καθαρότητα. μὴ σωματικοῖς οὖν ἔθεσιν ἁπλῶς καὶ ὡς ἔτυχε καὶ ἀδιακρίτως μηδὲ τοῖς ἔξωθεν σχηματισμοῖς (ἤτοι εὐχῆς ἢ ψαλμῳδίας͵ νηστείας ἢ διακονίας) μὴ διὰ Θεὸν μόνον γινομένοις καὶ τοῖς λοιποῖς ἐξωτέροις κατορθώμασιν ἐμφιλοχωρούμενοι αὐτὴν τὴν ἀλήθειαν͵ ἥτις ἐστὶν ἡ τοῦ θεοῦ ἀγάπη ἐν τῷ ἔσω ἀνθρώπῳ ὑπὸ τοῦ θεοῦ ἐπιζητουμένη καὶ ὑπὸ τοῦ Πνεύματος ἐνεργουμένη͵ ἀφ΄ ἑαυτῶν ἀποκρύψωμεν δι΄ ἄγνοιαν͵ ἐν σωματικοῖς μόνον δικαιώμασι τὴν πεποίθησιν ἔχοντες͵ ἀλλὰ ὁ σκοπὸς τῆς ἀγάπης τῆς πρὸς Θεὸν ἐν συνειδήσει γνησίᾳ καὶ εἰλικρινεῖ διαθέσει πασῶν τῶν ἐντολῶν κυριευέτω· ἧς καὶ καθόλου προηγουμένης καὶ ἐν ἡμῖν ἐνεργεῖσθαι ἐν πολλῇ ἐπιποθήσει ὑπὸ τοῦ Πνεύματος σπουδαζομένης͵ ἀκολούθως καὶ ἡ εὐχὴ τῆς γονυκλισίας καταρτίζεται καὶ ἡ διακονία εὐπροσδέκτως πληροῦται͵ καὶ ἡ πασῶν τῶν ἐντολῶν ἐπιτήδευσις καθαρῶς καὶ εἰλικρινῶς ὑφ΄ ἡμῶν διὰ τῆς τοῦ πνεύματος συνεργίας ἐπιτελεῖσθαι δύναται.[2] 

17 εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. 18 οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα οὓς ἐξελεξάμην· ἀλλ' ἵνα ἡ γραφὴ πληρωθῇ, ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὐτοῦ. [3] 19 ἀπ' ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε ὅτι ἐγώ εἰμι. 20 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με.  

21 Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησε καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 ἔβλεπον οὖν εἰς ἀλλήλους οἱ μαθηταὶ, ἀπορούμενοι περὶ τίνος λέγει. 23 ἦν δὲ ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς· [4] 24 νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει. 25 ἀναπεσὼν δὲ ἐκεῖνος ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ· Κύριε, τίς ἐστιν; 26 ἀποκρίνεται ὁ Ἰησοῦς· Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψας [5] τὸ ψωμίον ἐπιδώσω. καὶ ἐμβάψας οὖν τὸ ψωμίον δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτῃ. 27 καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ σατανᾶς. [6] λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς· Ὃ ποιεῖς, ποίησον τάχιον. 28 τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ· [7] 29 τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ Ἰούδας, ὅτι λέγει αὐτῷ ὁ Ἰησοῦς, ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ. 30 λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος εὐθέως ἐξῆλθεν· ἦν δὲ νύξ. 

Φυλακτέον οὖν ἄρα͵ καὶ παντὶ σθένει παραιτητέον τὰς ἐκ τῶν προσπαθειῶν ζημίας· χρῆναι δὲ δεῖν διαμεμνῆσθαι τοῦ λέγοντος Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ͵ τόπον σου μὴ ἀφῇς͵ ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας. ἀνάγκη μὲν γὰρ ἀνακτίζεσθαί πως ἐν δυνάμει λογισμῶν ταῖς ἡμετέραις καρδίαις τὸ τοῦ ἐξουσιάζοντος πνεῦμα. εἰ γὰρ ἐν ἡμῖν τὸ δύνασθαι διακωλύειν͵ τοῦτό γε πλὴν ἐν ἡμῖν͵ τὸ κολάζειν παραχρῆμα τὸ ἀνελθὸν καὶ μὴ ἐπιτρέπειν ῥιζοῦσθαι ταῖς ἐκ ῥᾳθυμίας ἐνδόσεσιν͵ ἀλλ΄ ὥσπερ τινὰ πικρίας ἀρχὴν ἀποτέμνειν ἐπείγεσθαι͵ καὶ ἀπαρενόχλητον ἰέναι θελῆσαι τὸν νοῦν· ἤγουν εἰδέναι σαφῶς͵ ὅτι νικήσει κατὰ βραχὺ κολακεύων ὁ σατανᾶς͵ καὶ πάθοιμεν ἂν τοιοῦτον͵ ὁποῖον ὁ ψάλλων φησί Πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα. πρὸ γὰρ τοῦ παθεῖν τελείως τὴν ἁμαρτίαν͵ προπλημμελοῦμεν ἡμεῖς τῇ συναινέσει τῶν λογισμῶν͵ τιμῶντές τε αὐτὴν καὶ καταδεχόμενοι καὶ τόπον εἰσόδου διδόντες διὰ τούτου τῷ σατανᾷ. ἔσται δὲ τύπος καὶ εἰκὼν τοῦ πράγματος τοῦ προδότου τὸ πάθος. [8] 

31 Ὅτε οὖν ἐξῆλθε, λέγει ὁ Ἰησοῦς· Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ. 32 εἰ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν. [9] 33 τεκνία, [10] ἔτι μικρὸν μεθ' ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι ὅπου ὑπάγω ἐγὼ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι. 34 ἐντολὴν καινὴν [11] δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. 35 ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. 

ἐπειδὴ δὲ ἀγαπᾷν προστετάγμεθα τὸν πλησίον ὡς ἑαυτούς͵ καταμάθωμεν εἰ καὶ δύναμιν πρὸς τὴν ἐκπλήρωσιν τῆς ἐντολῆς ταύτης ἔχομεν παρὰ τοῦ Θεοῦ. Τίς οὖν οὐκ οἶδεν͵ ὅτι ἥμερον καὶ κοινωνικὸν ζῶον ὁ ἄνθρωπος͵ καὶ οὐχὶ μοναστικὸν οὐδὲ ἄγριον; Οὐδὲν γὰρ οὕτως ἴδιον τῆς φύσεως ἡμῶν ὡς τὸ κοινωνεῖν ἀλλήλοις καὶ χρῄζειν ἀλλήλων καὶ ἀγαπᾷν τὸ ὁμόφυλον. Ὧν οὖν αὐτὸς ἔδωκεν ὁ Κύριος ἡμῖν προλαβὼν τὰ σπέρματα͵ τούτων ἀκολούθως καὶ τοὺς καρποὺς ἐπιζητεῖ͵ λέγων, Ἐντολὴν καινὴν δίδωμι ὑμῖν͵ ἵνα ἀγαπᾶτε ἀλλήλους. Καὶ πρὸς ταύτην τὴν ἐντολὴν διεγεῖραι βουλόμενος ἡμῶν τὴν ψυχὴν͵ ἀπόδειξιν τῶν αὐτοῦ μαθητῶν͵ οὐ σημεῖα καὶ δυνάμεις παραδόξους ἀπῄτησεν (καίτοι καὶ τούτων ἐν Πνεύματι ἁγίῳ χαρισάμενος τὴν ἐνέργειαν)· ἀλλὰ τί φησιν; Ἐν τούτῳ γνώσονται πάντες͵ ὅτι ἐμοὶ μαθηταί ἐστε͵ ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. Καὶ οὕτω πανταχοῦ τὰς ἐντολὰς ταύτας συνάπτει͵ ὥστε τὴν εἰς τὸν πλησίον εὐποιίαν εἰς ἑαυτὸν μετα τίθησιν. Ἐπείνασαῃ γὰρ͵ φησὶ͵ καὶ ἐδώκατέ μοι φαγεῖν͵ῃ καὶ τὰ ἑξῆς. Εἶτα ἐπάγει͵ ὅτι Ἐφ΄ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων͵ ἐμοὶ ἐποιήσατε.ῃ Οὐκοῦν διὰ μὲν τῆς πρώτης ἔστι κατορθῶσαι καὶ τὴν δευτέραν [ἐντολήν]· διὰ δὲ τῆς δευτέρας ἐπανελθεῖν αὖθις ἐπὶ τὴν πρώτην· καὶ ἀγαπῶντα μὲν τὸν Κύριον͵ ἀγαπᾷν ἀκολούθως καὶ τὸν πλησίον. Ὁ γὰρ ἀγαπῶν με͵ εἶπεν ὁ Κύριος͵ τὰς ἐντολάς μου τηρήσει. Αὕτη δέ ἐστι͵ φησίν͵ ἡ ἐντολὴ ἡ ἐμή͵ ἵνα ἀγαπᾶτε ἀλλήλους͵ καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς· ἀγαπῶντα δὲ πάλιν τὸν πλησίον͵ τὴν εἰς τὸν Θεὸν ἀγάπην ἀποπληροῦν͵ αὐτοῦ εἰς ἑαυτὸν ὑποδεχομένου τὴν χάριν. Διόπερ ὁ μὲν πιστὸς θεράπων τοῦ Θεοῦ Μωσῆς τοσαύτην ἐπεδείκνυτο τὴν εἰς τοὺς ἀδελφοὺς ἀγάπην͵ ὥστε καὶ ἐξαλειφθῆναι ᾑρεῖτο ἐκ τῆς βίβλου τοῦ Θεοῦ͵ εἰς ἣν ἐγέγραπτο͵ εἰ μὴ συγχωρηθείη τῷ λαῷ τὸ ἁμάρτημα. Παῦλος δὲ ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν αὐτοῦ τῶν συγγενῶν κατὰ σάρκα ἀπετόλμησεν εὔξασθαι͵ τῆς πάντων σωτηρίας ἑαυτὸν ἀντάλλαγμα͵ κατὰ μίμησιν τοῦ Κυρίου͵ γενέσθαι βουλόμενος, ἅμα δὲ καὶ εἰδὼς ὅτι ἀμήχανον ἦν ἀλλοτριωθῆναι Θεοῦ τὸν διὰ τὴν εἰς αὐτὸν ἀγάπην ὑπὲρ τῆς μεγίστης τῶν ἐντολῶν τὴν παρὰ τοῦ Θεοῦ χάριν προϊέμενον͵ καὶ ὅτι διὰ τοῦτο πολυπλασίονα ἔμελλεν ὧν ἔδωκεν ἀντιλήψεσθαι. Πλήν γε ὅτι μέχρι τούτου τοῦ μέτρου τῆς πρὸς τὸν πλησίον ἀγάπης ἔφθασαν οἱ ἅγιοι͵ ἱκανὴν ἀπόδειξιν ἔχει τὰ εἰρημένα.[12] 

36 λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ὕστερον δὲ ἀκολουθήσεις μοι. 37 λέγει αὐτῷ ὁ Πέτρος· Κύριε, διατί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. 38 ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις! ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσει ἕως οὗ ἀπαρνήσῃ με τρίς.


 




 


[1] “Οὐχὶ δέ γε ταῦτα τοπικῆς μεταβάσεως νοουμένης περὶ τὸν πατέρα καὶ τὸν υἱὸν πρὸς τὸν ἀγαπῶντα τὸν λόγον τοῦ Ἰησοῦ γίνεται͵ οὐδ΄ ἄρα τοπικῶς ταῦτα ἐκδεκτέον· ἀλλ΄ ὁ λόγος τοῦ θεοῦ͵ ἡμῖν συγκαταβαίνων καὶ ὡς πρὸς τὴν ἰδίαν ἀξίαν͵ ὅτε παρὰ ἀνθρώποις ἐστὶ ταπεινούμενος͵ μεταβαίνειν λέγεται ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα͵ ὅπως καὶ ἡμεῖς ἐκεῖθι τέλειον αὐτὸν θεασώμεθα͵ ἀπὸ τῆς παρ΄ ἡμῖν κενότητος͵ ἣν ἐκένωσεν ἑαυτόν͵ ἐπὶ τὸ ἴδιον πλήρωμα παλινδρομοῦντα· ἔνθα καὶ ἡμεῖς͵ αὐτῷ ὁδηγῷ χρώμενοι πληρωθέντες πάσης κενότητος ἀπαλλαγησόμεθα. ἀπιέτω τοίνυν πρὸς τὸν πέμψαντα αὐτὸν ἀφεὶς τὸν κόσμον ὁ τοῦ θεοῦ λόγος͵ καὶ πρὸς τὸν πατέρα πορευέσθω. καὶ τὸ ἐπὶ τέλει δὲ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου· μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου μυστικώτερον νοῆσαι ζητήσωμεν· τῆς ἀναβάσεως πρὸς τὸν πατέρα τοῦ υἱοῦ θεοπρεπέστερον μετὰ ἁγίας τρανότητος ἡμῖν νοουμένης͵ ἥντινα ἀνάβασιν νοῦς μᾶλλον ἀναβαίνει σώματος”.   Ὠριγένης, Περὶ προσευχῆς, κεφ. 23, ἑν. 2.

[2] Μακάριος, Ἐπιστολὴ πρώτη πρὸς μοναχούς, σ. 289.

[3] “Οὕτως ἐπελέξατο τὸν Ἰούδαν͵ καὶ τοῖς ἁγίοις αὐτὸν ἀνέμιξε μαθηταῖς͵ ἐπιτηδείως ἔχοντα δηλονότι πρὸς ἀκολούθησιν ἐν ἀρχαῖς. ἐπειδὴ δὲ κατὰ βραχὺ πειράζων ὁ Σατανᾶς ταῖς αἰσχροκερδίαις προσεχειρώσατο͵ νικηθέντα τῷ πάθει͵ καὶ προδότην δι΄ αὐτὸ γεγονότα͵ λοιπὸν ἀπεώσατο. οὐδὲν οὖν ἄρα πρὸς τὸν ἐπιλεξάμενον. ἦν γὰρ ἐν ἐκείνῳ τὸ δύνασθαι μὴ διαπεσεῖν͵ ἑλομένῳ δηλονότι τὰ πρεπωδέστερα͵ ὅλην τε τὴν ἰδίαν μετατιθέντι διάνοιαν εἰς τὸ χρῆναι γνησίως ἀκολουθῆσαι Χριστῷ”.   Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, 2, 359.

[4] “πλησίον οὖν ἄρα Θεοῦ καὶ ἐν πρώτοις ὥσπερ ἔσονται τόποις τοῖς παρ΄ αὐτῷ μάλιστα δὴ πάντων οἱ τὴν καρδίαν ἔχοντες καθαρὰν͵ οἷς καὶ ἐξαίρετον ἀπονέμει γέρας καὶ αὐτὸς ὁ Σωτήρ͵ μακαρίους ἔσεσθαι λέγων τοὺς καθαροὺς τῇ καρδίᾳ͵ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. καὶ παροίσομεν εἰς ἀπόδειξιν τοῦ ἀληθῶς εἰρῆσθαι τὸν λόγον͵ αὐτὸν δὴ τουτονὶ τὸν σοφώτατον Εὐαγγελιστήν. τεθέαται γὰρ τὴν δόξαν Χριστοῦ͵ κατὰ τὴν αὐτοῦ φωνήν Τεθέαμαι γὰρ τὴν δόξαν αὐτοῦ͵ φησὶ͵ δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός͵ πλήρης χάριτος καὶ ἀληθείας. οὐ γὰρ δὴ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ἐπαθρήσαι τις ἂν τὴν ὅλῃ κτίσει παντελῶς ἀθέατον φύσιν. οὐ γὰρ ἑώρακέ τις τὸν Πατέρα͵ κατὰ τὴν τοῦ Σωτῆρος φωνήν͵ εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ· τουτέστιν ὁ Υἱός· οὗτος ἑώρακε τὸν Πατέρα. τοῖς γεμὴν κηλῖδος τῆς κοσμικῆς καὶ φροντίδος εἰκαίας͵ τῆς ἐν τῷδε τῷ βίῳ φημί͵ τὸν νοῦν ἔχουσιν ἀπηλλαγμένον͵ διὰ λεπτῆς ἄρα καὶ τάχα τῆς ὑπὲρ νοῦν θεωρίας τὴν οἰκείαν δόξαν ἀποκαλύπτει Χριστός͵ δεικνὺς ἐν αὐτῇ καὶ τὴν τοῦ Πατρός”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, τ. 2, σελ. 366-7.

[5] “ὡς ἐν τοιούτοις δὴ τόποις πρόσχες εἰ δύνασαι τὸν εἰλικρινῆ ἄρτον ἀβαφῆ φάσκειν εἶναι καὶ καθ΄ αὑτὸν τρόφιμον· τὸ δὲ τῷ Ἰούδᾳ ἐπιδιδόμενον καὶ οὐκ ἄρτος ἦν τὸ ψωμίον͵ καὶ οὐ ψωμίον ἀβαφές͵ ἀλλὰ βεβαμμένον τῷ δυναμένῳ ἀποσπάσαι τῆς ψυχῆς αὐτοῦ τὴν ἀπὸ τοῦ λόγου ἐπὶ ποσὸν ἐγγινομένην βαφήν͵ ἵνα μετὰ τὸ ψωμίον εἰσέλθῃ εἰς ἐκεῖνον ὁ Σατανᾶς”.  Ὠριγένης, Εἰς τὸ Κατὰ Ἰωάννην, βιβλ. 32, κεφ. 22, ἑν. 289.

[6] “Καὶ ὁ τρόπος ἐντρεπτικός· οὐδὲ γὰρ τὴν τράπεζαν ᾐδέσθη͵ τοῦ αὐτοῦ ἄρτου κοινωνήσας. Ἔστω͵ ἡ κοινωνία τῶν ἁλῶν οὐκ ἐνέτρεψε, τὸ καὶ παρ΄ αὐτοῦ δέξασθαι τὸ ψωμίον͵ τίνα οὐκ ἂν ἐπεσπάσατο; Ἀλλ΄ οὐκ ἐκεῖνον. Διὸ καὶ Ὁ σατανᾶς τότε εἰσῆλθεν εἰς αὐτὸν͵ γελάσας αὐτὸν τῆς ἀναισχυντίας. Ἕως γὰρ ἦν τοῦ χοροῦ͵ οὐκ ἐτόλμα ἐπιπηδῆσαι͵ ἀλλ΄ ἔξωθεν προσέβαλλεν, ἐπειδὴ δὲ δῆλον αὐτὸν ἐποίησε καὶ ἀφώρισεν͵ ἐπεπήδησε λοιπὸν μετὰ ἀδείας”.   Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.391.

[7] “Τὸ δὲ Ποίησον τάχιον͵ οὐ προστάττοντός ἐστιν͵ οὐδὲ συμβουλεύοντος͵ ἀλλ΄ ὀνειδίζοντος καὶ δεικνύντος͵ ὅτι αὐτὸς μὲν ἐβούλετο διορθώσασθαι, ἐπειδὴ δὲ ἀδιορθώτως εἶχεν͵ ἀφίησιν αὐτόν. Καὶ τοῦτο οὐδεὶς͵ φησίν͵ ἔγνω τῶν ἀνακειμένων. Πολλὴν ἄν τις ἐνταῦθα ἀπορίαν εὕροι͵ εἴ γε͵ ἐρωτησάντων τῶν μαθητῶν͵ τίς ἐστι͵ λέγει, Ὧ βάψας τὸ ψωμίον ἐπιδώσω͵ καὶ οὐδὲ οὕτω συνῆκαν· πλὴν εἰ μὴ λάθρα εἴρηκεν͵ ὥστε μηδένα ἀκοῦσαι. Καὶ γὰρ ὁ Ἰωάννης διὰ τοῦτο παρὰ τὸ στῆθος ἀναπεσὼν͵ ἐρωτᾷ μονονουχὶ πρὸς τὸ οὖς͵ ὥστε μὴ γενέσθαι φανερὸν τὸν προδότην, καὶ ὁ Χριστὸς οὕτως ἀπεκρίνατο καὶ οὐδὲ τότε αὐτὸν ἐποίησε φανερόν· καὶ ὁ μὲν καίπερ ἐμφαντικῶς εἰπὼν͵ Ἑταῖρε͵ ὃ ποιεῖς͵ ποίησον τάχιον, οἱ δὲ οὐδὲ οὕτω συνίεσαν”.   Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.391.

[8] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, τ. 2, σελ. 369-70.

[9] “ταύτῃ πεπτωκότας τοὺς λογισμοὺς τῶν μαθητῶν ἀνιστῶν͵ καὶ πείθων μὴ μόνον μὴ κατηφεῖν͵ ἀλλὰ καὶ χαίρειν. Διὰ τοῦτο καὶ Πέτρῳ ἐξ ἀρχῆς ἐπετίμησε. Τὸ γὰρ ἐν θανάτῳ γενόμενον περιγενέσθαι θανάτου͵ δόξα μεγάλη. Καὶ τοῦτό ἐστιν ὃ περὶ ἑαυτοῦ ἔλεγεν· Ὅταν ὑψωθῶ͵ τότε γνώσεσθε ὅτι ἐγώ εἰμι· καὶ πάλιν͵ Λύσατε τὸν ναὸν τοῦτον· καὶ πάλιν͵ Σημεῖον οὐ δοθήσεται ὑμῖν͵ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. Πῶς γὰρ οὐ δόξα μεγάλη͵ τὸ καὶ μετὰ θάνατον ἰσχῦσαι τῶν πρὸ τοῦ θανάτου μείζονα. Ἵνα γὰρ πιστευθῇ ἡ ἀνάστασις͵ μείζονα εἰργάσαντο οἱ μαθηταί. Εἰ δὲ μὴ ἔζη, καὶ Θεὸς ἦν͵ πῶς ἐν ὀνόματι αὐτοῦ τοσαῦτα εἰργάσαντο οὗτοι; Καὶ ὁ Θεὸς δοξάσει αὐτόν. Τί ἐστι͵ Καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ; Τουτέστι͵ δι΄ ἑαυτοῦ͵ οὐ δι΄ ἑτέρου. Καὶ εὐθέως δοξάσει αὐτόν· τουτέστιν͵ ἅμα τῷ σταυρῷ. Οὐδὲ γὰρ διὰ χρόνου πολλοῦ͵ φησίν͵ οὐδὲ τὸν μακρὸν τῆς ἀναστάσεως ἀναμενεῖ καιρόν͵ οὐδὲ τότε δείξει λαμπρόν͵ ἀλλ΄ εὐθέως ἐν αὐτῷ τῷ σταυρῷ τὰ λαμπρὰ φανεῖται. Ὁ γοῦν ἥλιος ἐσκοτίσθη͵ αἱ πέτραι ἐῤῥάγησαν͵ τὸ καταπέτασμα ἐσχίσθη͵ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη͵ ὁ τάφος σήμαντρα εἶχε καὶ φύλακες παρεκαθέζοντο, καὶ ἐπικειμένου τῷ σώματι τοῦ λίθου͵ ἀνέστη τὸ σῶμα· τεσσαράκοντα ἡμέραι παρῆλθον καὶ ἡ τοῦ Πνεύματος ἦλθε χορηγία καὶ πάντες αὐτὸν εὐθέως ἀνεκήρυττον. Τοῦτό ἐστι͵ Δοξάσει αὐτὸν ἐν ἑαυτῷ͵ καὶ εὐθέως δοξάσει αὐτόν· οὐ δι΄ ἀγγέλων καὶ ἀρχαγγέλων͵ οὐδὲ δι΄ ἄλλης τινὸς δυνάμεως͵ ἀλλὰ δι΄ ἑαυτοῦ”.   Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.392.

[10] “Οὐκ ἄρα κατακέχρηται τῇ τῶν παιδίων προσηγορίᾳ ὡς ἀλογίστων ἡλικίᾳ͵ ᾗ τισιν ἔδοξεν͵ οὐδ΄ ἂν εἴπῃ ἢν μὴ γένησθε ὡς τὰ παιδία ταῦτα͵ οὐκ εἰσελεύσεσθε εἰς τὴν βασιλείαν τοῦ θεοῦ͵ ἀμαθῶς ἐκδεκτέον. Οὐκ ἄρ΄ ἔτι κυλιόμεθα οἱ νήπιοι χαμαὶ οὐδὲ ἕρπομεν ὡς τὸ πρόσθεν ἐπὶ γῆς ὄφεων δίκην͵ ὅλῳ τῷ σώματι περὶ τὰς ἀνοήτους ἐπιθυμίας ἰλυσπώμενοι͵ ἀνατεινόμενοι δὲ ἄνω τῇ ἐννοίᾳ͵ κόσμῳ καὶ ἁμαρτίαις ἀποτεταγμένοι͵ ὀλίγῳ ποδὶ ἐφαπτόμενοι τῆς γῆς͵ ὅσον ἐν κόσμῳ εἶναι δοκεῖν͵ σοφίαν μεταδιώκομεν ἁγίαν· μωρία δὲ αὕτη τοῖς εἰς πανουργίαν ἠκονημένοις δοκεῖ. Παῖδες οὖν εἰκότως οἱ θεὸν μόνον πατέρα ἀφελεῖς καὶ νήπιοι καὶ ἀκέραιοι͵ οἱ κεράτων μονοκερώτων ἐρασταί. Τοῖς γοῦν προβεβηκόσιν ἐν τῷ λόγῳ ταύτην ἐπεκήρυξεν τὴν φωνήν͵ ἀφροντιστεῖν κελεύων τῶν τῇδε πραγμάτων καὶ μόνῳ προσέχειν τῷ πατρὶ παραινῶν μιμουμένους τὰ παιδία. Διὸ κἀν τοῖς ἐχομένοις λέγει μὴ μεριμνᾶτε περὶ τῆς αὔριον· ἀρκετὸν γὰρ τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς. Οὕτως ἀποθεμένους τὰς τοῦ βίου φροντίδας ἐξέχεσθαι μόνου τοῦ πατρὸς παραγγέλλει. Καὶ ὁ πληρῶν τὴν ἐντολὴν ταύτην τῷ ὄντι νήπιός τέ ἐστι καὶ παῖς θεῷ τε καὶ τῷ κόσμῳ͵ τῷ μὲν ὡς πεπλανημένος͵ τῷ δὲ ὡς ἠγαπημένος”.   Κλήμης Ἀλεξανδρεύς, Παιδαγωγός, βιβλ. 1, κεφ. 5, ὑποκεφ. 16-17.

[11] “Ἐρευνητέον τοιγαροῦν ὑπὲρ τοῦ συνιέναι σαφῶς τῶν εἰρημένων τὴν δύναμιν͵ πῶς ἠγάπησεν ἡμᾶς ὁ Χριστός. τότε γὰρ τότε͵ καὶ λίαν εὐκόλως͵ ἐπαθρήσαιμεν ἂν τὸ καινὸν καὶ παρηλλαγμένον τῆς νυνὶ δοθείσης ἐντολῆς. οὐκοῦν ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ͵ ἀλλ΄ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών͵ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν͵ γενόμενος ὑπήκοος μέχρι θανάτου͵ θανάτου δὲ σταυροῦ. ἀλλὰ καὶ πλούσιος ὢν ἐπτώχευσε͵ καθὰ πάλιν ὁ Παῦλος ἡμῖν διεμαρτύρατο. ὁρᾷς τὸ καινὸν τῆς εἰς ἡμᾶς ἀγαπήσεως; ὁ μὲν γὰρ νόμος ἀγαπῆσαι δεῖν τὸν ἀδελφὸν ἐκέλευσεν ὡς ἑαυτόν, ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς ὑπὲρ ἑαυτόν· οὐ γὰρ ἂν ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων πρὸς τὴν ἡμετέραν κατέβη ταπείνωσιν͵ οὐδ΄ ἂν ὑπέστη πικρὸν οὕτως ὑπὲρ ἡμῶν τὸν τῆς σαρκὸς θάνατον͵ οὐδ΄ ἂν ἠνέσχετο ῥαπισμάτων Ἰουδαϊκῶν͵ αἰσχύνης καὶ γέλωτος καὶ τῶν ἄλλων ἁπάντων͵ ἵνα μὴ ἕκαστα τῶν εἰς αὐτὸν γεγονότων ἐξαριθμούμενοι͵ πρὸς ἀπέραντον τὸν λόγον ἐκτείνωμεν· ἀλλ΄ οὐδ΄ ἂν ἐπτώχευσε πλούσιος ὤν͵ εἰ μὴ πολὺ λίαν ἠγάπησεν ἡμᾶς ὑπὲρ ἑαυτόν. ξένον οὖν ἄρα τῆς ἀγάπης τὸ μέτρον. οὕτω καὶ ἡμᾶς διακεῖσθαι κελεύει͵ οὐδὲν ὅλως τῆς εἰς ἀδελφοὺς προτιθέντας ἀγάπης͵ οὐ δόξαν͵ οὐ πλοῦτον͵ ἀλλ΄ οὐδὲ ὀκνοῦντας καὶ εἰς αὐτόν͵ εἰ δέοι͵ τὸν τῆς σαρκὸς καταβῆναι θάνατον͵ ἵνα τὴν τοῦ πέλας σωτηρίαν ἀποκερδάνωμεν· ὃ δὴ καὶ πεπράχασιν οἱ μακάριοι τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ καὶ οἱ τοῖς ἐκείνων ἴχνεσιν ἀκολουθήσαντες͵ ἄμεινον τῆς οἰκείας ζωῆς τὸ ἑτέρους σώζεσθαι λογισάμενοι καὶ πάντα μὲν ἀνατλάντες πόνον͵ ἐν δὲ τοῖς ἐσχάτοις γεγονότες κακοῖς͵ ἵνα τὰς τῶν ἀπολλυμένων περισώσειαν ψυχάς. καὶ γοῦν ὁ Παῦλός φησι͵ ποτὲ μὲν ὅτι Καθ΄ ἡμέραν ἀποθνήσκω͵ ποτὲ δὲ πάλιν Τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι; ῥίζαν οὖν ἄρα τῆς τελειοτάτης εἰς Θεὸν εὐσεβείας τὴν ὑπὲρ νόμον ἀγάπησιν ἐπιτηδεύειν ἡμᾶς ὁ Σωτὴρ διεκελεύσατο· ταύτῃ τοι καὶ οὐχ ἑτέρως εἰδὼς δοκιμωτάτους ἔσεσθαι παρὰ τῷ Θεῷ͵ καὶ τῆς παρ΄ αὐτοῦ πεφυτευμένης εἰς ἡμᾶς ἀγαπήσεως ἰχνηλατοῦντας τὸ κάλλος͵ ἐν μεγάλοις ἔσεσθαι καὶ τελείοις ἀγαθοῖς”.   Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, τ. 2, σελ. 386-7.

[12] Μ. Βασίλειος, Ὅροι κατὰ πλάτος, γ’, PG 31.917.

 

 

<<

>>

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ  -  ΚΑΤΑ ΙΩΑΝΝΗΝ

^

www.myriobiblos.gr/bible/nt-fathers.asp

ΕΠΙΚΟΙΝΩΝΙΑ