The New Testament

ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ        ΜΥΡΙΟΒΙΒΛΟΣ



ΚΑΤΑ ΙΩΑΝΝΗΝ

12

 

Τῷ θρόνῳ ἐν οὐρανῷ͵ τῷ πώλῳ ἐπὶ τῆς γῆς ἐποχούμενος͵ Χριστὲ ὁ Θεός͵ / καὶ τῶν ἀγγέλων τὴν αἴνεσιν καὶ τῶν παίδων ἀνύμνησιν / προσεδέχου βοώντων σοι· Εὐλογημένος εἶ ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.[1] 

1 Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν. [2] 2 ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ. [3]  

Μέλλων ἐγείρειν ἐξ ᾅδου τὸν Λάζαρον͵ ἐδάκρυε μὲν ὁ φιλοικτίρμων καὶ κατεσπλαγχνίσθη͵ τὴν τοῦ ἀνθρώπου φύσιν φθειρομένην ὁρῶν καὶ τοῖς συνελθοῦσιν ἅμα σκυθρωπάζων͵ ἐνεβριμήσατο δὲ ἀοράτως τῷ κατέχοντι θανάτῳ καὶ φωνήσας ὁρατῶς τῷ κατεχομένῳ͵ τὸ μέγα τῆς οἰκείας δυνάμεως ἀπεποίησε σημεῖον͵ τῆς καθόλου ἀναστάσεως ἐμφανίσας τὸν ἀρραβῶνα. Διὰ τοῦτο συνανεκλίθη τῷ ποιηθέντι εὐφραινόμενος͵ ὡς πιστοποιήσας διὰ τῶν ἔργων ὅτι αὐτός ἐστιν ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν· προαναπεφώνητο γάρ που παρ΄ αὐτοῦ καὶ τοῦτο διὰ τοῦ προφήτου· εὐφρανθήσομαι ἐν τῷ ἀγαθοποιεῖν με αὐτοῖς.[4] 

3 ἡ οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. [5] 4 λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι· 5 Διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; 6 εἶπε δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ' ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον [6] εἶχε καὶ τὰ βαλλόμενα ἐβάσταζεν. 7 εἶπεν οὖν ὁ Ἰησοῦς· Ἄφες αὐτήν, εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. [7] 8 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. [8] 

Ἐλεᾷς πτωχὸν ὁ τὸν μὴ ἔχοντα τὴν κεφαλὴν ποῦ κλίνῃ πιπράσκων· οἰκτείρεις ἄλλον ὁ τὸν διδάσκαλον προδιδούς· τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῆς τοῦ Λαζάρου ἀδελφῆς ἔλεγεν πρὸς αὐτόν͵ ὅτε μόνος αὐθαδείᾳ γνώμης καὶ καταφρονήσει τοῦ διδασκάλου καὶ πάθει φιλαργυρίας ἔφασκεν, διὰ τί μὴ ἐπράθη τοῦτο τὸ μύρον καὶ ἐδόθη πτωχοῖς; καὶ γὰρ καὶ τότε φησίν, ἄφες αὐτήν· εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό͵ διὰ πάντων αὐτὸν ἀνακόπτων τῆς ἐγχειρήσεως καὶ πονηρᾶς προαιρέσεως καὶ πρὸ ὀφθαλμῶν ἄγων ἃ ἐμελέτα τε καὶ ἔμελλεν πράττειν. ἀλλ΄ οὐδὲν ὀνίνησιν ψυχὴν φιλαργυρίᾳ καὶ ἀπογνώσει σὺν ἀπονοίᾳ καταποθεῖσαν· καὶ τοὺς πτωχοὺς δὲ πάντοτε ἔχετε μεθ΄ ἑαυτῶν͵ ἐμὲ δὲ οὐ πάντοτε ἔχετε τῆς αὐτῆς ἐννοίας ἐξῆπται. τί͵ φησίν͵ τοὺς πτωχοὺς προφασίζῃ͵ εἰ ἐμὲ ὀλίγον συνδιαιτηθέντα χρόνον καὶ ταχὺ ἀφεστάναι μέλλοντα, οὕτως βαρὺν καὶ φορτικὸν ἡγήσω͵ ὥστε καὶ εἰς θάνατον προδιδόναι καίτοι μυρίων ἀπολαύσας ἀγαθῶν; εἰς οὓς καὶ τὰ σὰ δεῖ σε κενοῦν καὶ μεθ΄ ὧν ὅλον συναναστρέφεσθαι τὸν βίον ἀνάγκη͵ τούτους σὺ ἀβαρῶς οἴσεις καὶ ἐλεεῖν προθυμηθήσῃ;[9] 

9 Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. 10 ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, 11 ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.  

Ταῦτα δὲ καὶ ἕτερα ἔλεγον οἱ ἀρχιερεῖς͵ ὡς ἄνθρωποι ματαιόφρονες͵ μὴ συνιέντες ὅτι ὁ Κύριος μέλλων τὸν ἑκούσιον θάνατον καταδέχεσθαι ὑπὲρ τῆς τοῦ κόσμου ἀθανασίας͵ οὐκ ἔμελλε τὸν Λάζαρον μόνον καὶ τὴν τούτου ἔγερσιν τῷ κόσμῳ εἰς μνήμην καταλιμπάνειν͵ ἀλλὰ καὶ τὸν ἀκαταμάχητον σταυρόν, ὃν οὔτε δυνήσονται οὔτε πορθῆσαι οὔτε κρύψαι οὔτε ματαιῶσαι͵ διὰ πάσης τῆς οἰκουμένης δεικνύντα τῆς ἐνεργείας αὐτοῦ τὴν δύναμιν. Ποῖος γὰρ οἶκός ἐστιν ὁ μὴ ἔχων τὸ σημεῖον τοῦ σταυροῦ͵ τρόπαιον κατὰ δαιμόνων καὶ φυλακτήριον ψυχῶν ὑπάρχον; Ποῖον πλοῖον τὸ μὴ πηδαλιουχούμενον ὑπὸ τοῦ σταυροῦ; ποία πόλις ἡ μὴ ἔχουσα τὸν σταυρὸν φρούριον; ποῖος βασιλεὺς ὁ μὴ ἀναδεσμούμενος τὸν σταυρόν; ποία παρθένος ἡ μὴ ἔχουσα βακτηρίαν τὸν σταυρόν; ποία Ἐκκλησία ἡ μὴ τῷ σταυρῷ τετειχισμένη; Σταυρὸς ἐν νυκτὶ φωτίζει καὶ ἐν ἡμέρᾳ λαμπαδουχεῖ, χειμῶνα συμφορῶν ἔαρ καλεῖν καὶ θέρος ἐπίσταται͵ συζυγίαν συσφίγγει͵ φιλίαν αὔξει͵ δι΄ ἁπάντων τῶν ἀγαθῶν ἀρχῇ.[10] 

12 Τῇ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται Ἰησοῦς εἰς Ἱεροσόλυμα, 13 ἔλαβον τὰ βαΐα τῶν φοινίκων [11] καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἐκραύγαζον· Ὡσαννά· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ βασιλεὺς τοῦ Ἰσραήλ.[12] 14 εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ' αὐτό, καθώς ἐστι γεγραμμένον· 15 Μὴ φοβοῦ, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου. [13] 

Ἰσχὺν τὴν σὴν ἐνδείκνυσαι τὰ εὐτελῆ αἱρούμενος· / πτωχείας γὰρ εἶδος ἦν ἐν πώλῳ καθίσαι σε͵ / ἀλλ΄ ὡς ἔνδοξος σαλεύεις τὴν Σιών· / εὐτέλειαν ἐσήμαινε μαθητῶν τὰ ἱμάτια͵ / ἀλλ΄ ἦν τοῦ κράτους σου ὁ ὕμνος τῶν παίδων καὶ ἡ τοῦ ὄχλου συνδρομὴ / Ὡσαννά͵ κραζόντων ὅ ἐστι· σῶσον δή͵ ὁ ἐν τοῖς ὑψίστοις͵ / σῶσον ὁ ὑψηλὸς τοὺς ταπεινωθέντας͵ / ἐλέησον ἡμᾶς τοῖς κλάδοις προσέχων· / κλῶνες οἱ δονούμενοι κινήσουσι τὰ σπλάγχνα σου͵ / ὁ ἐρχόμενος τὸν Ἀδὰμ ἀνακαλέσασθαι.[14] 

16 Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον, ἀλλ' ὅτε ἐδοξάσθη ὁ Ἰησοῦς, [15] τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ' αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. [16] 17 Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ' αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. 18 διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 19 οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς· Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν

Πάνδημος συμφωνία͵ οἱ χοροὶ τῶν πατέρων͵ οἱ δῆμοι τῶν δικαίων͵ τὰ πνεύματα τῶν προφητῶν͵ οἱ παῖδες τῶν Ἑβραίων͵ τὰ νήπια τῶν μητέρων͵ τὰ πλήθη τῶν ἀγγέλων. Οἱ μὲν πτέρυγας ἐφήπλουν͵ οἱ δὲ βαΐα κατεῖχον͵ οἱ δὲ ὄπισθεν ἤρχοντο͵ ἄλλοι τοὺς κλάδους ἔκοπτον͵ ἄλλοι δὲ τοὺς θάλλους ἔπλεκον͵ οἱ μὲν τὸν πῶλον ἔλυον͵ οἱ δὲ χιτῶνας ἐστρώννυον͵ οἱ μὲν τὰς πύλας ἤνοιγον͵ οἱ δὲ ὁδοὺς ἐκάθαιρον͵ ἄλλοι πῶλον εὐτρέπιζον͵ ἄλλοι νίκην ἐκήρυττον͵ ἄλλοι τοὺς κλάδους ἔσειον͵ ἄλλοι νηπίοις ἔλεγον͵ Αἰνεῖτε͵ παῖδες͵ Κύριον· οἱ παῖδες ἀπεκρίναντο͵ Ὡσαννὰ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων καὶ θαυμάτων τῆς ἑορτῆς, παῖδες Χριστὸν ὡς Θεὸν θεολογοῦσι͵ καὶ οἱ ἱερεῖς αὐτὸν βλασφημοῦσι· θηλάζοντες προσκυνοῦσι͵ καὶ οἱ διδάσκοντες ἀσεβοῦσιν· οἱ παῖδες͵ Ὡσαννά͵ λέγουσι͵ καὶ οἱ Ἑβραῖοι͵ Σταυρωθήτω͵ κράζουσιν· οἱ μὲν μετὰ βαΐων πρὸς Χριστὸν ἔρχονται, οἱ δὲ μετὰ μαχαιρῶν πρὸς αὐτὸν ἔρχονται· οὗτοι κλάδους κόπτουσιν͵ ἐκεῖνοι ξύλον σταυροῦ εὐτρεπίζουσι· νήπια Χριστοῦ χιτῶνας ὑποστρωννύουσι͵ καὶ οἱ ἱερεῖς χιτῶνας Χριστῷ διαμερίζουσι· νήπια ἐπὶ πώλου Χριστὸν ὑψοῦσι͵ καὶ γέροντες ἐπὶ σταυροῦ Χριστὸν κρεμνοῦσιν· οἱ παῖδες τοὺς πόδας Χριστοῦ προσεκύνησαν͵ ἐκεῖνοι δὲ τοὺς πόδας Χριστοῦ τοῖς ἥλοις προσήλωσαν· παῖδες αἶνον προσάγουσιν͵ οὗτοι ὄξος προσφέρουσι· παῖδες Χριστῷ τὴν τιμήν͵ οὗτοι δὲ τὴν χολήν· παῖδες βαΐα σείουσιν͵ οὗτοι δὲ ῥομφαίᾳ νύττουσι· παῖδες ἐπὶ πῶλον Χριστὸν ὑμνοῦσιν͵ οὗτοι τὸν ἐπὶ πώλου πωλοῦσιν.[17] 

20 Ἦσαν δέ τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. 21 οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. 22 ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ, καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσι τῷ Ἰησοῦ· [18] 23 ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων· Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. [19] 24 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. 25 ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.  

Φίλαυτος ἐστιν ὁ ἑαυτὸν δῆθεν φιλῶν. Γνωρίζει δὲ ἑαυτόν͵ ἐὰν ἅπερ ποιεῖ δι΄ ἑαυτὸν ποιῇ͵ κἂν κατ΄ ἐντολὴν ᾖ τὸ γινόμενον. Τὸ γὰρ ὑπὲρ τῆς ἑαυτοῦ ἀναπαύσεως ἐλλεῖψαί τι τῶν πρὸς τὴν χρείαν τοῦ ἀδελφοῦ͵ εἴτε κατὰ ψυχὴν εἴτε κατὰ σῶμα͵ φανερὰν ἤδη καὶ τοῖς ἄλλοις ἔχει τῆς φιλαυτίας τὴν κακίαν͵ ἧς τὸ τέλος ἀπώλεια.[20] 

Καὶ οὐκ εἶπεν͵ Ὁ μὴ εἴκων αὐτῇ͵ ἀλλ΄͵ Ὁ μισῶν αὐτήν. Καθάπερ γὰρ τῶν μισουμένων οὐδὲ φωνὴν ἀκοῦσαι ἀνεχόμεθα͵ οὐδὲ ὄψιν ἰδεῖν ἡδέως, οὕτω καὶ τὴν ψυχήν͵ ὅταν ἐναντία ἐπιτάττῃ τῶν τῷ Θεῷ δοκούντων͵ μετὰ σφοδρότητος ἀποστρέφεσθαι χρή. πειδὴ γὰρ περὶ θανάτου μέλλει λοιπὸν αὐτοῖς διαλέγεσθαι͵ θανάτου τοῦ ἑαυτοῦ͵ καὶ προεῖδε κατηφοῦντας καὶ καταπίπτοντας͵ ὑπερβολὴν ἐποιήσατο λέγων· Τί λέγω͵ ἐὰν μὴ τὸν ἐμὸν θάνατον γενναίως ἐνέγκητε; Ἂν γὰρ ὑμεῖς αὐτοὶ μὴ ἀποθάνητε͵ ὑμῖν ἔσται κέρδος οὐδέν. Καὶ ὅρα πῶς παραμυθεῖται τὸν λόγον. Σφόδρα ἦν φορτικὸν καὶ ἐπαχθὲς τὸ ἀκοῦσαι ὅτι δεῖ ἀποθανεῖν φιλοψυχοῦντα τὸν ἄνθρωπον. Καὶ τί λέγω τὸ παλαιόν; ὅπου γε καὶ νῦν πολλοὺς εὑρήσομεν ἡδέως πάντα μαθεῖν ὑπομένοντας͵ ὑπὲρ τοῦ τὸν παρόντα καρπώσασθαι βίον͵ καὶ ταῦτα περὶ τῶν μελλόντων πεπιστευμένους· ο ἐπειδὰν ἴδωσιν οἰκοδομήματα καὶ τεχνήματα καὶ μηχανήματα͵ δακρύουσιν ἐπιλέγοντες· Πόσα ἄνθρωπος μηχανᾶται͵ καὶ γίνεται κόνις· Οὕτω πολλὴ τῆς παρούσης ζωῆς ἡ ἐπιθυμία. Ταῦτα τοίνυν διαλύων ὁ Χριστὸς τὰ δεσμὰ φησίν· Ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτ͵ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.[21] 

26 ἐὰν ἐμοί διακονῇ τις, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ.  

Εἴσελθε εἰς τὰ κρυπτὰ τῆς σεαυτοῦ ψυχῆς, καὶ ὃν ἐδιδάχθης Θεὸν τὸν ἐν ἀρχῇ ὄντα͵ τὸν ὡς Λόγον προελθόντα͵ τὸν πρὸς τὸν Θεὸν ὄντα͵ τοῦτον γνωρίσας καὶ καταπλαγεὶς καὶ προσκυνήσας τὸν σεαυτοῦ Δεσπότην… γνώριζε͵ ὅτι οὗτος ἦν ἐν ἀρχῇ, τουτέστιν, ἀεὶ πρὸς τὸν Θεόν, τὸν ἑαυτοῦ Πατέρα.[22] 

27 Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; [23] Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. 28 πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.  

Καίτοι τῆς ταραχῆς τοῦτο ἀναγκαζούσης λέγειν͵ τὸ ἐναντίον λέγω͵ Δόξασόν σου τὸ ὄνομα· τουτέστιν͵ Ἄγαγε λοιπὸν ἐπὶ τὸν σταυρόν· ὃ πολὺ τὸ ἀνθρώπινον ἐπιδείκνυται καὶ τὴν φύσιν μὴ βουλομένην ἀποθανεῖν͵ ἀλλὰ τῆς παρούσης ἀντεχομένην ζωῆς, δεικνὺς ὅτι οὐκ ἔξω τῶν ἀνθρωπίνων παθῶν ἦν. Ὥσπερ γὰρ τὸ πεινῇν οὐκ ἔγκλημα͵ οὐδὲ τὸ καθεύδειν· οὕτως οὐδὲ τὸ τῆς παρούσης ζωῆς ἐφίεσθαι. Ὁ δὲ Χριστὸς σῶμα καθαρὸν ἁμαρτημάτων εἶχεν͵ οὐχὶ φυσικῶν ἀναγκῶν ἀπηλλαγμένον· ἐπεὶ οὐδ΄ ἂν σῶμα ἦν. Διὰ δὴ τούτων καὶ ἕτερόν τι ἐπαίδευσε. Ποῖον δὴ τοῦτο; Ἵνα͵ εἴ ποτε ἐν ἀγῶνι κατασταίημεν καὶ δειλίᾳ͵ μηδὲ οὕτως ἀποπηδήσωμεν τῶν προκειμένων. Πάτερ͵ δόξασόν σου τὸ ὄνομα. Δείκνυσιν ὅτι ὑπὲρ ἀληθείας ἀποθνήσκει͵ δόξαν εἰς τὸν Θεὸν τὸ πρᾶγμα καλῶν. Καὶ τοῦτο συνέβαινε μετὰ τὸν σταυρόν. Ἔμελλεν ἐπιστρέφειν ἡ οἰκουμένη͵ καὶ γνωρίζειν τὸ ὄνομα τοῦ Θεοῦ καὶ θεραπεύειν αὐτόν· καίτοι οὐ τὸ τοῦ Πατρὸς μόνον͵ ἀλλὰ καὶ τὸ τοῦ Υἱοῦ· ἀλλ΄͵ ὅμως τοῦτο σιγᾷ.[24] 

Εἰ γὰρ καὶ περὶ τὸν τοῦ πάθους καιρὸν πολλὰ ἐφύβριστα ὑπέμεινεν ἀνεξικάκως ἑκών͵ ἀλλ΄ ἐξ ὧν δυνάμενος μὴ παθεῖν͵ ὑπέστη δι΄ ἡμᾶς ἐθελουσίως τὸ πάθος͵ τῆς ὑπεράγαν ἔστιν εὐσπλαγχνίας καὶ τῆς ἀνωτάτω δόξης͵ τὸ δι΄ ἄλλων ὠφέλειαν ὑποστῆναι τοῦτο. γέγονε δὲ καὶ ἑτέρῳ τρόπῳ ἐν εὐδοξίᾳ ὁ Υἱός. δι΄ ὧν γὰρ κατεκράτησε τοῦ θανάτου͵ ἔγνωμεν αὐτὸν ὄντα ζωὴν καὶ Υἱὸν Θεοῦ τοῦ ζῶντος. δοξάζεται δὲ ὁ Πατὴρ͵ ὅταν φαίνηται τοιοῦτον ἔχων Υἱὸν ἐξ ἑαυτοῦ γεννηθέντα͵ ὁποῖός ἐστι καὶ αὐτός. ἔστι δ΄ ἀγαθός͵ φῶς͵ ζωὴ καὶ θανάτου κρείττων καὶ ὅσα θέλει ποιῶν. ὅταν δὲ λέγῃ Δόξασόν σου τὸν Υἱόν͵ τοῦτό φησι Συγκατάνευσόν μοι παθεῖν ἐθέλοντι. οὐ γὰρ ἀβουλήτως τὸν Υἱὸν ὁ Πατὴρ ἔδωκεν εἰς θάνατον͵ ἀλλ΄ ἑκὼν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς· τὸ οὖν συνθελῆσαι τὸν Πατέρα͵ ὡς δόσις ὠνόμασται ἡμῖν ἀγαθῶν· ἀντὶ γὰρ τοῦ παθεῖν τὴν δόξαν εἶπε. λέγει δὲ τοῦτο καὶ πρὸς ὑπογραμμὸν ἡμῶν· ὅτι δεῖ μὲν εὔχεσθαι μὴ ἐμπεσεῖν εἰς πειρασμὸν͵ ἐμπεσόντας δὲ γενναίως φέρειν͵ καὶ μὴ ἀποπηδᾶν͵ εὔχεσθαί τε εἰς Θεὸν σωθῆναι. ἀλλὰ δόξασόν σου τὸ ὄνομα. εἰ γὰρ διὰ τῶν κινδύνων ἡμῶν συμβαίνει δοξασθῆναι τὸν Θεόν͵ πάντα τούτου τετάχθω δεύτερα. Ὥσπερ μέντοι οὐκ ἄλλως ὁ θάνατος κατηργήθη͵ μὴ ἀποθανόντος τοῦ Σωτῆρος· οὕτω καὶ ἐφ΄ ἑκάστου τῶν τῆς σαρκὸς παθῶν· εἰ μὴ γὰρ ἐδειλίασεν͵ οὐκ ἂν ἐν ἐλευθερίᾳ τοῦ δειλιᾶν ἡ φύσις γέγονεν· εἰ μὴ ἐλυπήθη͵ οὐκ ἂν ἀπηλλάγη τοῦ λυπεῖσθαί ποτε· εἰ μὴ ἐταράχθη καὶ ἐπτοήθη͵ οὐκ ἂν ἔξω ποτὲ τούτων ἐγένετο. καὶ ἐφ΄ ἑκάστῳ τῶν ἀνθρωπίνως γεγονότων͵ τὸν αὐτὸν ἐφαρμόζοντα λόγον εὑρήσεις ἐν Χριστῷ· τὰ τῆς σαρκὸς πάθη κεκινημένα͵ οὐχ ἵνα κρατήσῃ͵ ὥσπερ καὶ ἐν ἡμῖν͵ ἀλλ΄ ἵνα κινηθέντα καταργηθῇ τῇ δυνάμει τοῦ ἐνοικήσαντος τῇ σαρκὶ Λόγου͵ πρὸς τὸ ἄμεινον μεταποιουμένης τῆς φύσεως.[25] 

29 ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν. 30 ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν· Οὐ δι' ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι' ὑμᾶς. 31 νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· [26] 32 κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. 33 τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν.  

Εἰ ὁ θάνατος τοῦ Κυρίου λύτρον ἐστὶ πάντων καὶ τῷ θανάτῳ τούτου τὸ μεσότοιχον τοῦ φραγμοῦ λύεται καὶ γίνεται τῶν ἐθνῶν ἡ κλῆσις͵ πῶς ἂν ἡμᾶς προσεκαλέσατο͵ εἰ μὴ ἐσταύρωτο; ἐν μόνῳ γὰρ τῷ σταυρῷ ἐκτεταμέναις χερσί τις ἀποθνῄσκει. Διὸ καὶ τοῦτο ἔπρεπεν ὑπομεῖναι τὸν Κύριον καὶ τὰς χεῖρας ἐκτεῖναι͵ ἵνα τῇ μὲν τὸν παλαιὸν λαόν͵ τῇ δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν ἑλκύσῃ καὶ ἀμφοτέρους ἐν ἑαυτῷ συνάψῃ. Τοῦτο γὰρ καὶ αὐτὸς εἴρηκε͵ σημαίνων ποίῳ θανάτῳ ἔμελλε λυτροῦσθαι τοὺς πάντας· Ὅταν ὑψωθῶ͵ πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Καὶ πάλιν, εἰ ὁ ἐχθρὸς τοῦ γένους ἡμῶν διάβολος͵ ἐκπεσὼν ἀπὸ τοῦ οὐρανοῦ περὶ τὸν ἀέρα τὸν ὧδε κάτω πλανᾶται͵ κἀκεῖ τῶν σὺν αὐτῷ δαιμόνων ὡς ὁμοίων ἐν τῇ ἀπειθείᾳ ἐξουσιάζων͵ φαντασίας μὲν δι΄ αὐτῶν ἐνεργεῖ τοῖς ἀπατωμένοις͵ ἐπιχειρεῖ δὲ τοῖς ἀνερχομένοις ἐμποδίζειν· καὶ περὶ τούτου φησὶν ὁ Ἀπόστολος· Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος͵ τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας͵ ἦλθε δὲ ὁ Κύριος ἵνα τὸν μὲν διάβολον καταβάλῃ͵ τὸν δὲ ἀέρα καθαρίσῃ καὶ ὁδοποιήσῃ ἡμῖν τὴν εἰς οὐρανοὺς ἄνοδον͵ ὡς εἶπεν ὁ Ἀπόστολος͵ διὰ τοῦ καταπετάσματος͵ τοῦτ΄ ἔστιν τῆς σαρκὸς αὐτοῦ͵ τοῦτο δὲ ἔδει γενέσθαι διὰ τοῦ θανάτου, ποίῳ δ΄ ἂν ἄλλῳ θανάτῳ ἐγεγόνει ταῦτα ἢ τῷ ἐν ἀέρι γενομένῳ͵ φημὶ δὴ τῷ σταυρῷ; Μόνος γὰρ ἐν τῷ ἀέρι τις ἀποθνῄσκει͵ ὁ σταυρῷ τελειούμενος. Διὸ καὶ εἰκότως τοῦτον ὑπέμεινεν ὁ Κύριος.[27] 

34 ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς σὺ λέγεις, δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; 35 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ' ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει. 36 ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς ἵνα υἱοὶ φωτὸς γένησθε.  

Ὥσπερ γὰρ ἐν κόσμῳ ζωὴ τοῦ σώματος ἡ ψυχή ἐστιν͵ οὕτως καὶ ἐν τῷ αἰωνίῳ καὶ ἐπουρανίῳ κόσμῳ τῆς ψυχῆς ἡ ζωὴ τὸ Πνεῦμα τῆς θεότητος ὑπάρχει· ἄνευ γὰρ τῆς ψυχῆς τοῦ Πνεύματος ἡ ψυχὴ αὕτη νεκρὰ τοῖς ἄνω καὶ ἀχρεία ὑπάρχει. χρὴ τοίνυν τὸν ζητοῦντα πιστεῦσαι καὶ προσελθεῖν τῷ Κυρίῳ͵ παρακαλεῖν͵ ἐντεῦθεν λαβεῖν τὸ θεϊκὸν Πνεῦμα. αὐτὸ γάρ ἐστιν ἡ ζωὴ τῆς ψυχῆς͵ καὶ διὰ τοῦτο ἐποιήσατο τὴν ἔλευσιν ὁ Κύριος͵ ἵνα ζωὴν ἐντεῦθεν δῷ τῇ ψυχῇ τὸ Πνεῦμα αὐτοῦ. ἕως γάρ φησιν ἔχετε τὸ φῶς͵ πιστεύετε εἰς τὸ φῶς. ἔρχεται νύξ͵ ὅτε οὐκέτι δύνασθε ἐργάζεσθαι. εἴ τις τοίνυν οὐκ ἐζήτησεν ἐντεῦθεν καὶ ἔλαβε ζωὴν τῇ ψυχῇ͵ τὸ θεϊκὸν φῶς τοῦ Πνεύματος͵ ἐν τῷ ἐξέρχεσθαι τοῦ σώματος ἐν τοῖς ἀριστεροῖς τόποις τοῦ σκότους ἤδη ἀφορίζεται͵ εἰς βασιλείαν οὐρανῶν μὴ εἰσερχόμενος͵ ἐν γεέννῃ τὸ τέλος ἔχων μετὰ τοῦ διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ.[28] 

Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ' αὐτῶν. 37 Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν, 38 ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπε· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; 39 διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἡσαΐας· 40 Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστραφῶσι, καὶ ἰάσομαι αὐτούς. 41 ταῦτα εἶπεν Ἡσαΐας ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ. 42 ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· 43 ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. 

44 Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ' εἰς τὸν πέμψαντά με, 45 καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. 46 ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. 47 καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον. 48 ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· [29] 49 ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν ἔδωκε τί εἴπω καὶ τί λαλήσω· 50 καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν λαλῶ ἐγὼ, καθὼς εἴρηκέ μοι ὁ πατήρ, οὕτω λαλῶ.




 


[1] Ρωμανὸς ὁ Μελωδός, Κοντάκιον εἰς τὰ Βαΐα, Προοίμιον 1.

[2] “Ἄκουε τὴν ἡμέραν͵ ὁ ποθῶν τὴν ἡμέραν Κυρίου. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα. Ἀρίθμει τὰς ἡμέρας͵ ἵνα ἀπολαύσῃς τῆς ἡμέρας. Ἐγγὺς ἡ παρουσία͵ ἡ νὺξ προέκοψεν͵ ἡ δὲ ἡμέρα ἤγγικεν· ὁ χειμὼν τῆς ἀγνωσίας παρῆλθεν͵ τὸ ἔαρ τῆς γνώσεως παρέκυψεν. Τὸν τῆς τεσσαρακοστῆς δρόμον ἀθλητικῶς διάνυσον καὶ τῆς ἑορτῆς τὸν στέφανον περίμενε. Καλὸν γὰρ ὑμᾶς ὑπομνῆσαι καὶ περὶ τούτου͵ ὅτιπερ ἡ τεσσαρακοστὴ σὺν εὐμενείᾳ Θεοῦ πεπλήρωται͵ τοῦ δὲ κυριακοῦ πάθους ἡ ἑβδομὰς ἀπὸ τῆς σήμερον ἀνέῳκται”.  Λεόντιος πρεσβύτερος ΚΠόλεως, Εἰς τὰ βαΐα, στ. 175-185.

[3] “Καταφρονήσας τῆς τῶν Ἰουδαίων ἐπιβουλῆς ὁ Κύριος͵ ἑαυτὸν ἑκουσίως πρὸς τὸ παθεῖν ἐκδίδωσιν͵ ἐπεὶ παρῆν ὁ τοῦ πάθους καιρός͵ εἰς τὴν Βηθανίαν ἐλθών͵ οὐ μὴν εἰς τὴν Ἱερουσαλήμ͵ ἵνα μὴ αἰφνιδίως ὀφθεὶς τοῖς Ἰουδαίοις͵ ἐκκαύσῃ αὐτοὺς εἰς ὀργήν͵ ἀλλὰ διὰ τῆς φήμης τοῦ εἶναι αὐτὸν ἐγγὺς καταστείλῃ τὸ ζέον τοῦ ἐκείνων θυμοῦ. συνεσθίει δὲ τῷ Λαζάρῳ͵ διὰ τούτου ὑπομιμνήσκων τοὺς ὁρῶντας τῆς θεοπρεποῦς αὐτοῦ ἐξουσίας. δείκνυσι δὲ ὁ Εὐαγγελιστὴς διὰ τοῦ διηγήματος͵ ὅτι οὐ κατεφρόνει ὁ Χριστὸς τοῦ νόμου· ὅθεν καὶ πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα͵ ὅτε ἔδει ἀγορασθῆναι τὸν ἀμνὸν καὶ τηρηθῆναι ἕως τῆς τεσσαρεσκαιδεκάτης͵ συνέφαγε τοῖς περὶ τὸν Λάζαρον· ἴσως τὴν ἡμέραν τὴν πρὸ τοῦ ληφθῆναι τὸ πρόβατον ἔθους ὄντος τοῖς Ἰουδαίοις ὀλίγον τι πανηγυρίζειν͵ οὐκ ἐκ νόμου ἀλλ΄ ἀπὸ συνηθείας͵ ἵνα μετὰ τὸ παραληφθῆναι τὸ πρόβατον͵ σχολάσωσι λοιπὸν ἕως τῆς ἑορτῆς͵ νηστείᾳ͵ ἤτοι ὀλιγοσιτίᾳ͵ καὶ ἁγνισμοῖς. φαίνεται οὖν ὁ Κύριος τιμήσας καὶ ἐν τούτῳ τὰ τῆς ἑορτῆς ἔθη. καταπληττόμενος δὲ ὁ Εὐαγγελιστής φησιν͵ ὅτι ὁ τετραήμερος νεκρὸς συνήσθιε τῷ Χριστῷ͵ εἰς ὑπόμνησιν τῆς θεοπρεποῦς αὐτοῦ ἐξουσίας. εἰσάγει δὲ ἐξ ἀγάπης τῆς εἰς Χριστὸν τὴν Μάρθαν διακονοῦσαν καὶ τοῖς τῆς τραπέζης ὑπηρετοῦσαν πόνοις”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σελ. 298-9.

[4] Ἀποδιδόμενη στὸν Εὐστάθιο Ἀντιοχείας, Ὁμιλία εἰς Λάζαρον, Μάρθαν καὶ  Μαρίαν, ἑν. 10.

[5] “Ἡ δὲ Μαρία οὐ διηκόνει, μαθήτρια γὰρ ἦν. Πάλιν ἐνταῦθα αὕτη πνευματικώτερον. Οὐ διηκόνει γὰρ ὡς κεκλημένη͵ οὐδὲ κοινὴν ποιεῖται τὴν ὑπηρεσίαν, ἀλλ΄ εἰς αὐτὸν μόνον περιίστησι τὴν τιμήν, καὶ οὐχ ὡς ἀνθρώπῳ πρόσεισιν ἀλλ΄ ὡς Θεῷ. Τὸ γὰρ μύρον διὰ τοῦτο ἐξέχεε καὶ ταῖς θριξὶ τῆς κεφαλῆς ἀπέμαξεν͵ ἅτινα οὐκ ἦν ὑπόληψιν ἐχούσης περὶ αὐτοῦ τοιαύτην͵ οἵαν οἱ πολλοί”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.362.

[6] “ὡς γλῶσσα ὄν· μακρὸν σῶμα κομίζον. διὸ καὶ λέγεται γλωσσόκομος”.  Etymologicum Gudianum.

[7] “Τί δήποτε δὲ οὐκ ἤλεγξε τὸν μαθητὴν ἐπὶ τῆς γυναικός͵ οὐδὲ εἶπε τοῦτο ὅπερ ὁ εὐαγγελιστὴς εἶπεν͵ ὅτι διὰ τὴν οἰκείαν κλοπὴν ἐπετίμα τῇ γυναικί; Τῇ πολλῇ μακροθυμίᾳ ἐντρέψαι αὐτὸν ἐβούλετο. Ὅτι γὰρ ᾔδει ὅτι προδότης ἦν͵ ἄνωθεν αὐτὸν ἤλεγξε πολλάκις͵ εἰπών· Οὐ πάντες πι στεύουσι· καὶ Εἷς ἐξ ὑμῶν διάβολός ἐστιν. Ἐδήλωσε μὲν οὖν ὅτι οἶδεν αὐτὸν προδότην͵ οὐκ ἤλεγξε δὲ φανερῶς͵ ἀλλὰ συνεχώρησεν͵ ἀνακαλέσασθαι αὐτὸν θέλων. Πῶς οὖν ἄλλος φησὶν ὅτι πάντες οἱ μαθηταὶ τοῦτο ἐφθέγξαντο; Καὶ πάντες͵ κἀκεῖνος, ἀλλ΄ οἱ λοιποὶ οὐ τῇ αὐτῇ προαιρέσει. Εἰ δέ τις ἐξετάζοι͵ τί δήποτε κλέπτῃ ὄντι τὸ γλωσσόκομον ἐνεχείρισε τῶν πτωχῶν καὶ οἰκονομεῖν ἐποίησε φιλάργυρον ὄντα, ἐκεῖνο ἂν εἴποιμεν͵ ὅτι τὸν μὲν ἀπόῤῥητον λόγον ὁ Θεὸς οἶδεν, εἰ δέ τι χρὴ ἡμᾶς στοχαζομένους εἰπεῖν͵ ἵνα πᾶσαν ἐκκόψῃ πρόφασιν. Οὐ γὰρ εἶχεν εἰπεῖν͵ ὅτι διὰ χρημάτων ἔρωτα τοῦτο ἐποίησε (καὶ γὰρ ἱκανὴν εἶχεν ἐκ τοῦ γλωσσοκόμου τῆς ἐπιθυμίας τὴν παραμυθίαν), ἀλλὰ διὰ πονηρίαν πολλήν͵ ἣν ἐβούλετο κατέχειν ὁ Χριστός͵ πολλῇ συγκαταβάσει πρὸς αὐτὸν κεχρημένος. Διὸ οὐδὲ ἐνεκάλει αὐτῷ κλέπτοντι͵ καίτοι γε εἰδὼς ἐμφράττων τὴν πονηρὰν ἐπιθυμίαν καὶ πᾶσαν ἐξαίρων ἀπολογίαν. Ἄφετε αὐτὴν φησίν, εἰς γὰρ τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τοῦτο ἐποίησε. Πάλιν τὸν προδότην ἀνέμνησεν͵ ἐνταφιασμὸν εἰπών. Ἀλλ΄ οὐ καθικνεῖται αὐτοῦ ὁ ἔλεγχος͵ οὐδὲ μαλάσσει τὸ ῥῆμα͵ καίτοι ἱκανὸν αὐτὸν εἰς οἶκτον ἐμβαλεῖν, ὡσὰν εἰ ἔλεγεν, Ἐπαχθής εἰμι καὶ φορτικός, ἀλλὰ ἀνάμεινον μικρὸν καὶ ἀπελεύσομαι. Καὶ γὰρ τοῦτο κατεσκεύαζεν ἐν τῷ λέγειν, Ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Ἀλλ΄ οὐδὲν τούτων τὸν θηριώδη καὶ μαινόμενον ἐπέκαμψε͵ καίτοι γε καὶ τούτων πολλῷ πλείονα καὶ εἶπε καὶ ἐποίησε͵ καὶ τοὺς πόδας αὐτοῦ ἔνιψε κατ΄ αὐτὴν τὴν νύκτα͵ καὶ τραπέζης αὐτῷ μετέδωκε καὶ       ἁλῶν, ὃ καὶ τὰς λῃστρικὰς οἶδε κατέχειν ψυχὰς (καὶ ῥήματα ἕτερα ἐφθέγξατο ἱκανὰ καὶ λίθον μαλάξαι), καὶ ταῦτα οὐ πρὸ πολλοῦ τοῦ χρόνου͵ ἀλλ΄ ἐν αὐτῇ τῇ ἡμέρᾳ͵ ἵνα μηδὲ ὁ χρόνος εἰς λήθην ἐμβάλῃ. Ἀλλὰ πρὸς ἅπαντα ἔστη”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.363.

[8] “Δεῖ δὲ εἰδέναι͵ ὅτι τρεῖς φαίνονται γυναῖκες παρὰ τοῖς εὐαγγελισταῖς ἀλείψασαι τὸν κύριον μύρῳ καὶ αἱ τρεῖς ἀπὸ πολλῆς πίστεως καὶ διαπύρου πόθου͵ πρώτη ἡ παρὰ τῷ Λουκᾷ͵ δευτέρα ἡ παρὰ τῷ Ἰωάννῃ καὶ τρίτη ἡ παρὰ τῷ Ματθαίῳ καὶ Μάρκῳ· οὗτοι γὰρ οἱ δύο τῆς αὐτῆς μνημονεύουσιν. ἀλλ΄ ἡ μὲν παρὰ τῷ Ἰωάννῃ ἐπ΄ εὐλαβείᾳ ἐγνωρίζετο͵ αἱ δὲ ἄλλαι δύο τῶν κατεγνωσμένων ἐτύγχανον. καὶ ἡ μὲν ἐν τῇ οἰκίᾳ τῆς οἰκείας ἀδελφῆς Μάρθας ἐπέχεεν τὸ μύρον, τῶν δὲ ἡ μὲν ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ͵ ἡ δὲ ἐν οἰκίᾳ τοῦ Φαρισαίου. καὶ ἡ μὲν εὐχαριστήριον ἄγουσα τῆς ἐγέρσεως τοῦ ἀδελφοῦ Λαζάρου ἐπιχέει τὸ μύρον͵ τούτων δὲ ἑκατέρα ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν. καὶ ἐξ ἄλλων δὲ ἔστιν ἰδεῖν τὴν διαφορὰν τῶν τριῶν· ἡ μὲν γὰρ πρὸ ἓξ ἡμερῶν τοῦ νομικοῦ πάσχα πρόσεισιν τῷ Ἰησοῦ· ἡ δὲ πρὸ δύο ἡμερῶν͵ ἡ δὲ ἔμπροσθεν πολλῷ χρόνῳ [ὡς] ἡ παρὰ τῷ Λουκᾷ. καὶ ἡ μὲν πρὸ ἓξ τοὺς πόδας ἀλείφει μὴ κλαίουσα, εὐφροσύνης γὰρ καὶ εὐεργεσίας τετελεσμένης τὸ γινόμενον χαριστήριον ἦν. ἡ δὲ πρὸ δύο ἡμερῶν οὐ κλαίει μὲν οὐδ΄ αὐτὴ τῇ ζεούσῃ πίστει καὶ τῷ πολλῷ πόθῳ ὅλη ἀναφλεχθεῖσα͵ ὑπὸ πολλῆς δὲ τῆς προθυμίας καὶ δὴ καὶ τῆς πρὸς τὸν δεσπότην εὐλαβείας οὐδὲ ἀλείφειν καὶ ἐφάπτεσθαι τοῦ δεσποτικοῦ καὶ ἀχράντου σώματος ἐπιχειρεῖ͵ ἀλλ΄ ὅλον ἀθρόον συντρίψασα τὸ ἀλάβαστρον ἐπιχέει τῇ δεσποτικῇ κεφαλῇ. ἡ μέντοι παρὰ τῷ Λουκᾷ τοὺς πόδας ἀλείφει μύρῳ͵ δάκρυσιν δὲ μιγνῦσα τὸ μύρον. καὶ αὐτὴ μὲν ταῖς θριξὶν ἐξέμασσεν τοὺς πόδας τοὺς δεσποτικοὺς ὡς καὶ ἡ τοῦ Λαζάρου ἀδελφή͵ ἡ δὲ τὸ ἀλάβαστρον συντρίψασα καὶ ἐπιχέασα τῇ κεφαλῇ οὐδὲ προσψαῦσαι ὡς ἔφαμεν ἐτόλμησεν. καὶ ἐπὶ μὲν τῇ τοῦ Λαζάρου ἀδελφῇ ὁ Ἰούδας μόνος ἠγανάκτει καὶ διεγόγγυζεν͵ ἐπὶ δὲ τῇ συντριψάσῃ τὸ ἀλάβαστρον καὶ οἱ λοιποὶ μαθηταί. ἐπὶ δὲ τῇ παρὰ τῷ Λουκᾷ οὐδεὶς μὲν τῶν μαθητῶν͵ ὁ δὲ ὑποδεξάμενος εἰς τὴν οἰκίαν Φαρισαῖος͵ ὃν ἔδει μᾶλλον χαίρειν καὶ πλέον καταρτίζεσθαι τῇ πίστει͵ ὅτι ἐπιστρέφοντας ἐξ ἁμαρτιῶν ἑώρα͵ αὐτὸς μόνος ἐσκανδαλίζετο. καὶ ταύτῃ μὲν εἴρηται· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου καὶ ἡ πίστις σου σέσωκέν σε͵ πορεύου εἰς εἰρήνην͵ τῇ δὲ συντριψαμένῃ τὸ ἀλάβαστρον εἴρηται͵ ὅτι ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ καὶ ὃ ἐποίησεν αὕτη κηρυχθήσεται͵ οὐχὶ ἀποστερῶν δὲ θατέραν τὴν μισθαποδοσίαν θατέρας· καὶ γὰρ ἑκατέρα τῶν ἁμαρτιῶν τὴν ἄφεσιν εὕρηται καὶ διὰ τῆς πράξεως ἐν ὅλῳ τῷ κόσμῳ κηρύσσεται καὶ μακαρίζεται τούτων ὁμοίως ἑκάστη͵ ἀλλ΄ ἑκατέρᾳ τούτων τὸ μᾶλλον ἁρμόζον εἰς παραμυθίαν ῥηθῆναι τοῦτο εἰπών· καὶ γὰρ ἐκείνῃ μὲν ἐπετίμων οἱ ἀπόστολοι ὡς παράχρησίν τινα καὶ κακὸν ἐργασαμένῃ, περὶ ταύτης δὲ διεγόγγυζεν ὁ Φαρισαῖος ὡς ἁμαρτωλοῦ. διὸ ταύτῃ μὲν μισθὸς ἐρρήθη ἡ ἄφεσις τῶν ἁμαρτιῶν͵ ἐκείνῃ δὲ μισθὸς ἀνεκηρύχθη τὸ εἰς πάντας ἐξενεχθῆναι τὴν πρᾶξιν καὶ παρὰ πάντων μακαρισθῆναι. τῇ μέντοι γε ἀδελφῇ τοῦ Λαζάρου οὐδὲν τοιοῦτον ὑπεσχέθη͵ ἐπειδὴ οὐδὲ ἐκείνη ὑπὲρ προσδοκωμένης εὐεργεσίας τινὸς προσῆγεν τὸ μύρον͵ ἀλλ΄ ὑπὲρ ὧν ἐπὶ τῇ ἐγέρσει τοῦ ἀδελφοῦ εὐηργέτητο. Ἔστιν δὲ καὶ ἄλλη ἐν ταῖς μακαρίαις ταύταις γυναιξὶν διαφορά͵ ὅτι ἡ μὲν τῷ μύρῳ τὰ δάκρυα μίξασα καὶ κατεφίλει τοὺς πόδας τοὺς δεσποτικούς͵ τῶν δὲ λοιπῶν δύο οὐδεμία· αἱ μὲν οἶμαι μὴ τολμῶσαι͵ ἀλλ΄ ὑπὸ εὐλαβείας χαλινωθεῖσαι͵ ἡ δὲ ἐκνικηθεῖσα τῷ πόθῳ καὶ ταῖς τῶν δακρύων αἷς ἔβρεχεν τοὺς πόδας κατὰ μικρὸν παραθαρρήσασα ῥοαῖς. Ἄλλως τε δέ, καὶ εἰ ἔμελλόν τι τοιοῦτο ποιεῖν͵ προσεπεσχέθησαν· προλαβὼν γὰρ ὁ Φαρισαῖος καὶ διεγόγγυσεν καὶ μετὰ δικαίου ἐπετιμήθη τοῦ ἐλέγχου. ἐπὶ δὲ τῆς τοῦ Λαζάρου ἀδελφῆς οὐκ ἀγανακτοῦσιν ἀπό τε τῆς εὐλαβείας ἐπεχόμενοι τῆς γυναικὸς καὶ ἀπὸ τοῦ ἐνεστηκότος θαύματος καὶ ὅτι καὶ αὐτὴ οὐ τὴν κεφαλήν͵ ἀλλὰ τοὺς πόδας ἤλειφεν. ὁ μέντοι γε Ἰούδας ἀγανακτεῖ ἤδη κάτοχος τῇ φιλαργυρίᾳ γενόμενος καὶ τοῖς τῆς προδοσίας λογισμοῖς πολιορκούμενος. ἐπὶ μέντοι τῆς τρίτης ἅπαντες ἀγανακτοῦσιν͵ οὐκ ἀπὸ τῆς αὐτῆς δὲ γνώμης καὶ διαθέσεως͵ ἀλλ΄ ὁ μὲν Ἰούδας͵ ὡς καὶ ἀνωτέρω ἔφαμεν͵ ὑπὸ φιλαργυρίας καὶ ἀπονοίας καὶ τῆς πρὸς τὸν διδάσκαλον ὑπεροψίας͵ οἱ δὲ ἄλλοι ὑπὸ ἐλεημοσύνης καὶ φιλοπτωχίας καὶ τῆς περὶ τὸν διδάσκαλον τιμῆς καὶ εὐλαβείας· οὐ γὰρ ἀπεικὸς ἐνόμιζον ποιεῖν μὴ ἀνεχόμενοι γυναῖκα ἁμαρτωλὸν τῆς ἀχράντου κεφαλῆς ἐκείνης͵ εἰ καὶ μύρον ἦν τὸ κενούμενον͵ τοῦτο καταχέειν. εἰκὸς δὲ αὐτοὺς καὶ τοῦτο διαλογίσασθαι͵ ὅτι εἰ ὁ διδάσκαλος πάντων μὲν ὀλιγωρεῖ͵ πρὸς δὲ τὸν θάνατον ἐπείγεται (καὶ γὰρ συνεχῶς αὐτοῖς ἤδη τοῦτο ἐπέλεγεν)͵ εἰ οὗτος οὖν εἰς τὸ ἀποθανεῖν ἑτοιμάζεται͵ τίς ἡ ὠφέλεια τοῦ μύρου͵ ὅτι κενοῦται; διὸ καὶ ὁ δεσπότης πρὸς τὴν αὐτὴν ἀποφαινόμενος διάνοιάν φησιν· εἰς τὸν ἐνταφιασμόν μου τοῦτο ἐποίησεν͵ μονονουχὶ λέγων͵ ὅτι ἐξ ὧν ὑμεῖς λογίζεσθε͵ ὅτι οὐκ ἔδει ἐπιχεθῆναί μοι τὸ μύρον ὀλιγωροῦντι πάντων καὶ πρὸς θάνατον ἐπειγομένῳ͵ ἐκ τούτου μᾶλλον ἐγὼ τὴν γυναῖκα ἐπαίνοις στεφανῶ· εἰς γὰρ τὸν ἐνταφιασμόν μου τοῦτο ἐποίησεν. καὶ πρὸς μὲν τοὺς ἄλλους μαθητὰς οὕτως ἁρμόσαι ἂν εἰρῆσθαι ὁ λόγος ὁ δεσποτικός͵ πρὸς δὲ τὸν Ἰούδαν ὡς προείρηται· πρὸς γάρ τοι τὴν τῶν λογισμῶν διαφορὰν τῶν τὴν ἀγανάκτησιν ἐνδειξαμένων εἰκὸς ἦν καὶ τὸν δεσπότην ταῖς ἑκατέρων γνώμαις ἁρμόζοντα τὸν λόγον εἰρηκέναι καὶ τοὺς ἀκούσαντας πρὸς τὸ οἰκεῖον ἕκαστον συνειδὸς τὴν ἀπόφασιν ἐξειληφέναι”.  Φώτιος, Εἰς Ματθαῖον, ἀπ. 91.

[9] Φώτιος, Εἰς Ματθαῖον, ἀπ. 91.

[10] Ἀποδιδόμενη στὸν Χρυσόστομο, Ὁμιλία Εἰς τὰ Βαΐα, PG 61.717.

[11] “τουτέστι τὰ κατὰ τῆς τοῦ διαβόλου νίκης πέπλα· βαΐα γὰρ νίκης σημαντικά”.  Λεόντιος πρεσβύτερος ΚΠόλεως, Εἰς τὰ βαΐα, στ. 133-4.  “Ψυχῶν ἔαρος σύμβολον τὰ βάϊα”.  Μανουὴλ Φιλῆς, Εἰς τὰς ἑορτὰς τοῦ Κυρίου, κεφ. 5, ὕμνος 29.

[12] “Τοῦτο οὖν αὐτοὺς ἔδακνε͵ τὸ τῆς ἑορτῆς ἑστώσης πάντας ἀφέντας ἐπὶ τὴν Βηθανίαν ἔρχεσθαι. Ἐπεχείρησαν οὖν αὐτὸν ἀνελεῖν͵ καὶ οὐδὲ ἐδόκουν τολμᾷν· οὕτως ἦσαν φονικοί. Καὶ διὰ τοῦτο ἀρχόμενος ὁ νόμος͵ ἀπὸ τούτου ἄρχεται· Οὐ φονεύσεις· καὶ ὁ προφήτης τοῦτο ἐγκαλεῖ, Αἱ χεῖρες αὐτῶν αἵματος πλήρεις. Πῶς οὖν παῤῥησίᾳ μὴ περιπατῶν ἐν τῇ Ἰουδαίᾳ͵ καὶ εἰς τὴν ἔρημον ἀναχωρῶν͵ πάλιν εἰσέρχεται μετὰ παῤῥησίας; Σβέσας τὸν θυμὸν τῇ ἀναχωρήσει͵ πεπαυμένοις αὐτοῖς ἐφίσταται. Ἄλλως δέ͵ τὸ πλῆθος τὸ προάγον καὶ τὸ ἑπόμενον ἱκανὸν ἦν εἰς ἀγωνίαν αὐτοὺς ἐμβαλεῖν. Οὐδὲν γὰρ οὕτως ἐπεσπάσατο αὐτοὺς σημεῖον͵ ὡς τὸ τοῦ Λαζάρου. Καὶ ἄλλος δὲ εὐαγγελιστής φησιν͵ ὅτι Ὑπέστρωσαν τοῖς ποσὶν αὐτοῦ τὰ ἱμάτια· καὶ ὅτι Πᾶσα ἡ πόλις ἐσείσθη· μετὰ τοσαύτης εἰσῄει τιμῆς”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.366.

[13] “Τί δέ ἐστι͵ Χαῖρε σφόδρα͵ θύγατερ Σιών; Ἐπειδὴ πάντες αὐτῶν οἱ βασιλεῖς ὡς ἐπὶ τὸ πολὺ ἄδικοί τινες ἦσαν καὶ πλεονέκται͵ καὶ παρέδωκαν αὐτοὺς τοῖς ἐχθροῖς καὶ τὸ πλῆθος διέστρεφον καὶ ὑπευθύνους ἐποίουν τοῖς πολεμίοις· Θάῤῥει͵ φησίν, οὗτος οὐ τοιοῦτος͵ ἀλλὰ πρᾶος καὶ ἐπιεικής· καὶ δείκνυται ἀπὸ τῆς ὄνου. Οὐ γὰρ στρατόπεδον ἐπισυρόμενος εἰσῆλθεν͵ ἀλλ΄ ὄνον ἔχων μόνον. Τοῦτο δὲ οὐκ ᾔδεσαν͵ φησίν͵ οἱ μαθηταὶ αὐτοῦ͵ ὅτι ἦν ἐπ΄ αὐτῷ γεγραμμένον. Ὁρᾷς ὅτι τὰ πλείονα ἠγνόουν͵ ἐπειδὴ αὐτὸς οὐκ ἀπεκάλυπτεν αὐτοῖς;”  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.366-7.

[14] Ρωμανὸς ὁ Μελωδός, Κοντάκιον εἰς τὰ Βαΐα, στροφὴ 8.

[15] “ὅταν οὖν αὐτὸς ὁ ἐκ Θεοῦ Λόγος σαρκὶ λέγηται παθεῖν͵ μὴ αἰσχυνώμεθα τὸ πάθος· δόξαν γὰρ ἔχει τὸ τέλος καὶ τοῦτο θεοπρεπῆ”.  Γ’ Οἰκ. Σύνοδος, 1,1,5.102.

[16] “οὐκ ἐρυθριᾷ δὲ ὁ Εὐαγγελιστὴς καταλέγων τὴν τῶν μαθητῶν ἄγνοιαν καὶ πάλιν γνῶσιν͵ ἐπείπερ ἦν αὐτῷ σκοπὸς ἀλογῆσαι μὲν τῆς εἰς ἀνθρώπους αἰδοῦς͵ συνηγορῆσαι δὲ τῇ τοῦ Πνεύματος δόξῃ καὶ δεῖξαι τίνες μὲν ἦσαν οἱ μαθηταὶ πρὸ τῆς ἀναστάσεως͵ τίνες δὲ γεγόνασι μετὰ τὴν ἀνάστασιν. εἰ οὖν οὗτοι ἠγνόουν͵ πολλῷ μᾶλλον οἱ ἄλλοι Ἰουδαῖοι. μετὰ δὲ τὸ σταυρωθῆναι͵ ἐσχίσθη τὸ καταπέτασμα͵ ἵνα γνῶμεν ὅτι οὐδὲν ἔτι τῶν ἀποκρύφων διαλανθάνει τοὺς πιστοὺς καὶ φιλοθέους. ἐφωτίσθησαν οὖν τὴν γνῶσιν ἀπὸ τοῦ καιροῦ τῆς ἀναστάσεως͵ ὅτε ἐνεφύσησεν ὁ Χριστὸς εἰς τὸ πρόσωπον αὐτῶν καὶ γεγόνασιν ἐξ ἑτέρων ἄλλοι. ἐπὶ πλεῖον δὲ ἐφωτίσθησαν ἐν τῇ ἡμέρᾳ τῆς πεντηκοστῆς͵ ὅτε εἰς τὴν τοῦ ἐπιφοιτήσαντος αὐτοῖς Ἁγίου Πνεύματος μετεπλάττοντο δύναμιν”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σελ. 307.

[17] Ἀποδιδόμενη στὸν Ἐπιφάνιο Κύπρου, Ὁμιλία Εἰς τὰ Βαΐα, PG 43.436.

[18] “ὡς ἐν ἀπαρχῇ τότε γέγονεν ἡ τῶν Ἑλλήνων προσθήκη͵ καὶ ὡς Γαλιλαῖοι οἱ Ἕλληνες προσῆλθον τῷ Φιλίππῳ͵ ὡς καὶ αὐτῷ Γαλιλαίῳ ὄντι͵ ἵνα δείξῃ αὐτοῖς τὸν Ἰησοῦν͵ ὃν ἤθελον ἰδεῖν͵ πολλὴν ἀκούοντες εἰς αὐτὸν γινομένην τὴν εὐφημίαν͵ ὥστε προσκυνῆσαι καὶ ὧν ἤθελον τυχεῖν. μνησθεὶς δὲ ὁ Φίλιππος ὅτι εἶπε πρὸς αὐτοὺς ὁ Κύριος Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε͵ καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε͵ δειλιᾷ μήπως προσκροῦσαι δόξῃ τοὺς μὴ πεπιστευκότας προσάγων τῷ Χριστῷ͵ ἀγνοῶν ὅτι οἰκονομικῶς ὁ Κύριος ἐκώλυσε τοὺς μαθητὰς εἰσελθεῖν πρὸς τὰ ἔθνη͵ ἕως οὗ πρῶτοι οἱ Ἰουδαῖοι τὴν δοθεῖσαν αὐτοῖς ἀποσείσονται χάριν. ὡς θερμοτέρῳ δὲ καὶ ἐπιτηδειοτέρῳ πρὸς τὰ τοιαῦτα λέγει τῷ Ἀνδρέᾳ· δόξαν δὲ οὕτω καλῶς͵ ἀμφότεροι ἀπαγγέλλουσι τῷ Κυρίῳ”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σ. 310.

[19] “Ἐπειδὴ οὖν οἱ ἐξ ἐθνῶν ἐπείγονται πρὸς τὸ θέλειν αὐτὸν ἰδεῖν ἢ ἐπιστρέψαι͵ διὰ τοῦτό φησιν Ἐλήλυθεν ἡ ὥρα. ὁ γὰρ καιρὸς ἐγγὺς ἦν τοῦ πάθους͵ μεθ΄ ὃν εὐθὺς ἡ τῶν ἐθνῶν κλῆσις. ὥραν δὲ ἐν τούτοις τὸν παρόντα καιρὸν ὀνομάζει͵ οὐκ ἄλλο τι πρὸς ἀνάγκην ἄγον αὐτὸν τοῦ παθεῖν͵ ἀλλ΄ ὁρισμοῖς τοῖς παρ΄ αὐτοῦ τοῦτον ἀναδεικνύμενον. πάντα γὰρ ποιήσας ὅσα εἰς πίστιν ἐνῆγε τοὺς ἀνθρώπους͵ καὶ τὸν τῆς βασιλείας τῶν οὐρανῶν κηρύξας λόγον͵ ἐπ΄ αὐτὸ λοιπὸν τῆς ἐλπίδος τὸ κεφάλαιον βαδίζειν θέλει͵ τὸ νεκρῶσαι τὸν θάνατον· ὅπερ οὐκ ἄλλως ἐγένετο ἄν͵ εἰ μὴ ἡ ζωὴ τὸν ὑπὲρ ἁπάντων ὑπέμεινε θάνατον͵ ἵνα οἱ πάντες ζήσωμεν ἐν αὐτῷ. διὰ γὰρ τοῦτο καὶ δόξαν ἰδίαν ὀνομάζει τὸν θάνατον καὶ τὸ παθεῖν ἅπαντα τὰ δεινὰ ὑπὲρ τῶν αὐτὸν ἀτιμαζόντων ἁμαρτωλῶν. ὅμως εἰ καὶ ἀεὶ ἦν δεδοξασμένος παρὰ τῶν ἐν οὐρανοῖς ἀγγέλων͵ ἀλλ΄ ὁ σταυρὸς γέγονεν αὐτῷ ἀρχὴ τοῦ δοξασθῆναι ἐπὶ γῆς παρὰ τῶν ἐθνῶν ὡς Θεῷ. ἐπείπερ ἐάσας τοὺς ἐνυβρίσαντας αὐτῷ Ἰουδαίους͵ μετέβη εἰς τὰ ἔθνη καὶ δοξολογεῖται ὡς Θεὸς παρ΄ αὐτῶν ἐλπιζόμενος ἥξειν ἐν τῇ δόξῃ τοῦ Πατρός. οὐ γυμνὸν δὲ λέγει τὸν Λόγον δοξασθήσεσθαι͵ ἀλλ΄ ἕνα δεικνύων Υἱὸν τὸν ἐξ ἀνθρωπότητός τε καὶ θεότητος ἀῤῥήτως νοούμενον͵ υἱὸν ἀνθρώπου φησίν· εἷς γὰρ Υἱὸς καὶ Χριστός͵ τομὴν οὐκ ἔχων μετὰ τὴν ἐνανθρώπησιν, ἀλλὰ Θεὸς ὑπάρχων καὶ νοούμενος καὶ μετὰ σαρκός”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σελ. 310-11.

[20] Μ. Βασίλειος, Ὅροι κατ' ἐπιτομήν, PG 31.1120.

[21] Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.370-1.

[22] Μ. Βασίλειος, Εἰς τὸ Ἐν ἀρχῇ ἦν ὁ Λόγος, PG 31.481.

[23] “Ἔδει δὲ τὸ τῆς σαρκὸς θέλημα κινηθῆναι͵ ὑποταγῆναι δὲ τῷ θελήματι τῷ θεϊκῷ. Καὶ οὕτως αἱ τῶν ἀνθρώπων παρακοαὶ λύονται διὰ τῆς παραδόξου ταύτης ὑπακοῆς͵ ἣν Χριστὸς ὑπήκουσεν ὑπὲρ ἡμῶν... Οὐδεὶς μὲν γὰρ ἀνθρώπων͵ ὃς οὐκ ἀπέσπασεν ἑαυτὸν ἀπὸ θελήματος Θεοῦ κατά τι μέρος ἢ πράγματος ἢ χρόνου. Ἐν μόνῳ δὲ Χριστῷ τὸ ἀχώριστον τῆς θελήσεως ἐφυλάχθη· ᾧ συνακολουθοῦντες κερδαίνομεν τὴν συνάφειαν τὴν πρὸς Θεὸν καὶ τὴν ἕνωσιν τὴν σωτήριον καθ΄ ὁμοίωσιν αὐτοῦ͵ καθ΄ ὁμοίωσιν τῆς θείας ἑνώσεως͵ ὡς αὐτὸς εἴρηκεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν͵ οὕτω καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσιν”.   Μ. Ἀθανάσιος, Εἰς τὸ Ἡ ψυχή μου τετάρακται, PG 26.1241-4.

[24] Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.371-2.

[25] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, τ. 2., σελ. 319-20.

[26] “τοῦτ΄ ἔστι νῦν κρίνεται καὶ διαδικάζεται ὁ κόσμος οὗτος. καὶ πρὸς τίνα δὲ κρίνεται; πρὸς τὸν ἄρχοντα αὐτοῦ. τίς δέ ἐστιν ὁ ἄρχων τοῦ κόσμου; ὁ διάβολος ὁ ἄρξας καὶ κυριεύσας αὐτοῦ ἐκ τῆς παραβάσεως καὶ τῶν ἐκεῖθεν αὐτοῖς πεπραγμένων θελημάτων αὐτοῦ. κρίσις μέν ἐστι τοῦ κόσμου καὶ πρὸς τὸν διάβολον. νικᾷ δὲ ὁ κόσμος καὶ ἡττᾶται ὁ ἄρχων αὐτοῦ. πῶς ἡττᾶται; ἐκβάλλεται τῆς ἐξουσίας αὐτοῦ καὶ τῆς ἀρχῆς. καὶ τίνα τρόπον καὶ διὰ τί; ὅτι λαβὼν ὑπεύθυνον τὸν Ἀδὰμ καὶ τοὺς ἐξ αὐτοῦ συνεξημαρτηκότας αὐτῷ καὶ διὰ τῆς ἁμαρτίας τῷ θανάτῳ παραπέμπων ἐτόλμησεν καὶ κατὰ τοῦ ἀνευθύνου καὶ ἀναμαρτήτου ἐμοῦ τὴν ὁμοίαν ἐπιδείξασθαι ἐξουσίαν καὶ προσέβαλλεν μὲν πρότερον πειρασμοῖς ἄρτους καὶ βασιλείας κόσμου καὶ ἄλλα ἁπτὰ προσάγων”.   Φώτιος, Εἰς τὸ Κατὰ Ἰωάννην, ἀπ. 75.

[27] Μ. Ἀθανάσιος, Περὶ ἐνσαρκώσεως τοῦ Λόγου, κεφ. 25, ἑν. 3-5.

[28] Μακάριος, Πνευματ. Ὁμιλ. 50, ὁμ. 30, στ. 76-88.

[29] “Ποῖος λόγος ἆρα ὁ μέλλων κρῖναι ἡμᾶς ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ; Τὸ ἅγιον αὐτοῦ Εὐαγγέλιον καὶ αἱ λοιπαὶ ἅγιαι Γραφαὶ τῶν ἁγίων Προφητῶν καὶ Ἀποστόλων. Διὰ τοῦτο͵ ἀδελφοί͵ παρακαλῶ ὑμᾶς͵ μὴ καταφρονῶμεν τὰ γεγραμμένα. Ὁ οὐρανὸς γὰρ καὶ ἡ γῆ παρελεύσονται͵ οἱ δὲ λόγοι τοῦ Χριστοῦ οὐ μὴ παρέλθωσι. Δεῦτε͵ ἀγαπητοί͵ πρὶν ἐλθεῖν τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν͵ ῥίψωμεν ἑαυτοὺς ἐπὶ τὸ πέλαγος τῶν οἰκτιρμῶν τοῦ Θεοῦ. Αὐτὸς ὁ Θεὸς προτρέπεται καὶ προσκαλεῖται πάντας͵ λέγων· δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι͵ κἀγὼ ἀναπαύσω ὑμᾶς”.   Ἐφραῖμ τοῦ Σύρου, Λόγος κατανυκτικός, Φραντζόλης (ἐπιμ.), σελ. 99-100.

 

 

<<

>>

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ  -  ΚΑΤΑ ΙΩΑΝΝΗΝ

^

www.myriobiblos.gr/bible/nt-fathers.html

ΕΠΙΚΟΙΝΩΝΙΑ