The New Testament

ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ        ΜΥΡΙΟΒΙΒΛΟΣ



ΚΑΤΑ ΙΩΑΝΝΗΝ

11

 

Ὁ πάντων͵ Χριστέ͵ τὴν γνῶσιν ἐπιστάμενος͵ / τὸν τάφον μαθεῖν ἠρώτας τοῦ Λαζάρου͵ / καὶ ἐλθὼν αὐτὸν ἤγειρας / τεταρταῖον ὄντα͵ παντοδύναμε͵ / κατοικτειρήσας ὡς εὔσπλαγχνος Μαρίας καὶ Μάρθας τὰ δάκρυα.[1] 

1 Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. [2] 2 ἦν δὲ Μαριὰμ ἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. 3 ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν [3] λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. [4]  

Ὑπὸ τῆς πίστεως αἱ γυναῖκες συνεχόμεναι / ἅμα τῷ Χριστῷ καὶ Θεῷ προκαταγγέλλουσι θάνατον / τὸν τοῦ συγγόνου͵ λέγουσαι οὕτως· / Σπεῦσον͵ φθάσον͵ ὁ ἀεὶ παρὼν ἐν πᾶσι· / Λάζαρος γάρ͵ ὃν φιλεῖς͵ ἀσθενεῖ· ἐὰν οὖν ἐπιστῇς͵ / ὁ θάνατος δραπετεύσει καὶ ὁ φίλος φθορᾶς λυτρωθήσεται· / οἱ δὲ Ἑβραῖοι θεάσονται ὅτι σὺ κατοικτείρεις / ὡς εὔσπλαγχνος Μαρίας καὶ Μάρθας τὰ δάκρυα.[5] 

4 ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· Αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ' ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι' αὐτῆς. [6] 5 ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. [7] 6 ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας· [8] 7 ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. [9] 8 λέγουσιν αὐτῷ οἱ μαθηταί· Ραββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; 9 ἀπεκρίθη Ἰησοῦς· Οὐχὶ δώδεκά εἰσιν ὧραι τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει· 10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. [10] 11 ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνήσω αὐτόν· 12 εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ· Κύριε, εἰ κεκοίμηται, σωθήσεται. [11] 

οὕτως οὐκ ᾔδεσαν τί ποτε ἦν τὸ λεγόμενον. Καὶ πάλιν ὁ Παῦλος· Ἆρα οἱ κοιμηθέντες ἀπώλοντο; πρός τινας λέγων. Καὶ πάλιν ἀλλαχοῦ· Ἡμεῖς οἱ ζῶντες οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας͵ περὶ τῶν νεκρῶν λέγων. Καὶ πάλιν ἀλλαχοῦ· Ἔγειραι͵ ὁ καθεύδων. Καὶ ἵνα δείξῃ ὅτι περὶ νεκροῦ τοῦτο λέγει͵ ἐπήγαγε· Καὶ ἀνάστα ἐκ τῶν νεκρῶν. Ὅρα πανταχοῦ ὕπνον καλούμενον τὸν θάνατον, διὰ τοῦτο καὶ ὁ τόπος κοιμητήριον ὠνόμασται· χρήσιμον γὰρ ἡμῖν καὶ τὸ ὄνομα καὶ φιλοσοφίας γέμον πολλῆς. Ὅταν τοίνυν ἄγῃς ἐνταῦθα νεκρόν͵ μὴ κατάκοπτε σαυτόν, οὐ γὰρ πρὸς θάνατον͵ ἀλλὰ πρὸς ὕπνον αὐτὸν ἄγεις. Ἀρκεῖ σοι τοῦτο τὸ ὄνομα εἰς παραμυθίαν συμφορᾶς. Μάθε ποῦ ἄγεις· εἰς κοιμητήριον· καὶ πότε ἄγεις· μετὰ τὸν τοῦ Χριστοῦ θάνατον͵ ὅτε τὰ νεῦρα ἐξεκόπη τοῦ θανάτου.[12] 

13 εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. 14 τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανε, 15 καὶ χαίρω δι' ὑμᾶς, [13] ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλ' ἄγωμεν πρὸς αὐτόν. [14] 16 εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ' αὐτοῦ.  

Πάντες μὲν οὖν ἐδεδοίκεισαν τὴν τῶν Ἰουδαίων ἔφοδον͵ ὑπὲρ δὲ τοὺς ἄλλους ὁ Θωμᾶς· διὸ καὶ ἔλεγεν, Ἄγωμεν͵ ἵνα καὶ ἡμεῖς ἀποθάνωμεν μετ΄ αὐτοῦ. Καί τινες μέν φασιν͵ ὅτι ἐπεθύμει καὶ αὐτὸς ἀποθανεῖν· οὐκ ἔστι δέ, δειλίας γὰρ μᾶλλον τὸ ῥῆμα. Ἀλλ΄ οὐκ ἐπετιμήθη. Διεβάσταζε γὰρ αὐτοῦ τὴν ἀσθένειαν ἔτι· ὕστερον μέντοι πάντων ἰσχυρότερος γέγονε καὶ ἄληπτος. Τὸ γοῦν θαυμαστὸν τοῦτό ἐστιν͵ ὅτι τὸν οὕτως ἀσθενῆ πρὸ τοῦ σταυροῦ, μετὰ τὸν σταυρὸν καὶ τὸ πιστεῦσαι τῇ ἀναστάσει θερμότερον πάντων αὐτὸν ὁρῶμεν· τοσαύτη ἡ τοῦ Χριστοῦ δύναμις. Ὁ γὰρ μετὰ τοῦ Χριστοῦ εἰς Βηθανίαν μὴ τολμῶν ἀπελθεῖν͵ οὗτος τὸν Χριστὸν οὐχ ὁρῶν͵ σχεδὸν τὴν οἰκουμένην διέδραμε καὶ ἐν μέσοις δήμοις ἐστρέφετο φονῶσι καὶ βουλομένοις αὐτὸν ἀνελεῖν.[15] 

17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ. 18 ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων [16] ὡς ἀπὸ σταδίων δεκαπέντε. [17] 19 καὶ πολλοὶ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ Μάρθαν καὶ Μαρίαν ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν. 20 ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι ὁ Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. [18] 21 εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε, [19] ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει. 22 ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν, δώσει σοι ὁ Θεός.  

Ὃ λέγει ἡ Μάρθα͵ τοιοῦτόν ἐστιν, Οὐ διὰ τοῦτο͵ φησίν͵ ἀπέθανεν ὁ ἀδελφός μου͵ ὅτι ὑπόκειται ἡ ἀνθρώπου φύσις τῷ θανάτῳ͵ ἀλλ΄ ὅτι σὺ οὐ παρῆς͵ ὁ τὸν θάνατον νικῆσαι δυνάμενος διὰ τοῦ προστάγματος. ὑπὸ δὲ τῆς λύπης ἔξω τοῦ προσήκοντος πλανωμένη͵ ἐνόμιζε μηκέτι δύνασθαί τι ποιῆσαι τὸν Κύριον, ὡς παραδραμόντος τοῦ καιροῦ, καὶ ᾤετο αὐτὸν παραγεγονέναι͵ οὐκ ἐπὶ τῷ ἀναστῆσαι Λάζαρον͵ ἀλλ΄ ἵνα παραμυθήσηται αὐτάς. ἠρέμα γὰρ αὐτῷ καὶ ὑπομέμφεται βραδύναντι καὶ μὴ εὐθὺς ἐλθόντι ὅταν ἠδύνατο βοηθεῖν͵ ὅτε ἀπέστειλαν λέγουσαι Κύριε͵ ἴδε ὃν φιλεῖς ἀσθενεῖ. τὸ δὲ λέγειν Ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν δώσει σοι͵ ὑπερυθριώσης ἐστὶ φανερῶς αἰτῆσαι ὃ βούλεται· ὅμως σφάλλεται περὶ τὴν ἀλήθειαν͵ οὐχ ὡς Θεῷ διαλεγομένη͵ ἀλλ΄ ὡς ἑνὶ τῶν ἁγίων͵ διὰ τὴν ὁρωμένην σάρκα οἰομένη ὅτι ὅσα ἂν αἰτήσῃ ὡς ἅγιος͵ λαμβάνει ἀπὸ Θεοῦ͵ οὐ μὴν εἰδυῖα ὅτι, φύσει Θεὸς ὢν καὶ δύναμις τοῦ Πατρός͵ ἄμαχον ἔχει τὴν ἐπὶ πᾶσιν ἰσχύν. εἰ ᾔδει γὰρ ὅτι Θεὸς ἦν͵ οὐκ ἂν εἶπεν ὅτι Εἰ ἦς ὧδε.[20] 

23 λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἀναστήσεται ὁ ἀδελφός σου.  24 λέγει αὐτῷ Μάρθα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. [21] 25 εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. 26 ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται· [22] καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. [23] πιστεύεις τοῦτο; 27 λέγει αὐτῷ· Ναί, Κύριε, ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος. [24] 

ἐν ἀρχῇ μὲν γάρ͵ ὥσπερ οὖν ἡμῖν ὁ πνευματοφόρος ἔφη Μωυσῆς͵ λαβὼν χοῦν ἀπὸ τῆς γῆς καὶ διαπλάσας τὸν ἄνθρωπον ὁ πάντων Δημιουργὸς ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς· καὶ τίς ἡ πνοὴ τῆς ζωῆς ἢ δηλονότι τὸ Πνεῦμα τοῦ Χριστοῦ τοῦ λέγοντος Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή; ἐπειδὴ δὲ τῆς ἀνθρωπότητος ἀπέπτη τὸ Πνεῦμα, τὸ πρὸς τὸν θεῖον ἡμᾶς χαρακτῆρα συνέχειν τε καὶ διαπλάττειν δυνάμενον͵ αὖθις ἡμῖν ὁ Σωτὴρ χαρίζεται τοῦτο͵ πρὸς ἐκεῖνο τὸ ἀρχαῖον ἀναφέρων ἀξίωμα καὶ ἀναπλάττων εἰς Εἰκόνα τὴν ἑαυτοῦ. διὰ γάρ τοι τοῦτο καὶ ὁ Παῦλος πρός τινας λέγει Τεκνία͵ οὓς πάλιν ὠδίνω͵ ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.[25] 

28 καὶ ταῦτα εἰποῦσα ἀπῆλθε καὶ ἐφώνησε Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· Ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε. 29 ἐκείνη ὡς ἤκουσεν, ἐγείρεται ταχὺ καὶ ἔρχεται πρὸς αὐτόν. [26] 30 οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ' ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα. 31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ' αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, λέγοντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ. 32 ἡ οὖν Μαρία ὡς ἦλθεν ὅπου ἦν Ἰησοῦς, ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ εἰς τοὺς πόδας λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἄν ἀπέθανέ μου ὁ ἀδελφός. [27] 33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο [28] τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν, 34 καὶ εἶπε· Ποῦ τεθείκατε αὐτόν; [29] 35 λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε. ἐδάκρυσεν ὁ Ἰησοῦς. 36 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Ἴδε πῶς ἐφίλει αὐτόν· 37 τινὲς δὲ ἐξ αὐτῶν εἶπον· Οὐκ ἐδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ; 38 Ἰησοῦς οὖν, πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ' αὐτῷ. 39 λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα· Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι. 40 λέγει αὐτῇ ὁ Ἰησοῦς· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ; [30] 41 ἦραν οὖν τὸν λίθον οὗ ἦν ὁ τεθνηκὼς κείμενος. ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπε· Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. [31] 42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.  

Τὸν μὲν Πατέρα καὶ ᾔδεσαν καὶ ὡμολόγουν͵ αὐτὸν δὲ οὐκ ᾔδεσαν. Διὰ τοῦτο συνεχῶς ἐπ΄ αὐτὸν καταφεύγει ὡς ὡμολογημένον͵ ἅτε αὐτὸς οὐκ ὢν οὐδέπω ἀξιόπιστος. Οὐ παρὰ τὴν οἰκείαν εὐτέλειαν͵ ἀλλὰ παρὰ τὴν ἄνοιαν τῶν ἀκουόντων καὶ τὴν ἀσθένειαν. Διὰ τοῦτο καὶ εὔχεται καὶ λέγει· Πάτερ͵ εὐχαριστῶ σοι͵ ὅτι ἤκουσάς μου. Εἰ γὰρ οὓς θέλει ζωοποιεῖ͵ καὶ καθὼς ὁ Πατήρ͵ οὕτω ζωοποιεῖ͵ τίνος ἕνεκεν παρακαλεῖ; … Ἐρωτήσωμεν οὖν τὸν μὲν αἱρετικόν· Ἀπὸ τῆς εὐχῆς ῥοπὴν ἔλαβε καὶ τὸν νεκρὸν ἀνέστησε; πῶς οὖν τὰ ἄλλα χωρὶς εὐχῆς ἐποίει λέγων· Σοὶ λέγω͵ τὸ δαιμόνιον͵ ἔξελθε ἀπ΄ αὐτοῦ; καὶ Θέλω͵ καθαρίσθητι; καὶ Ἆρον τὸν κράβ βατόν σου; καὶ Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου; καὶ τῇ θαλάσσῃ͵ Σιώπα͵ πεφίμωσο; τί δὲ ὅλως ἔχει τῶν ἀποστόλων πλέον͵ εἴ γε καὶ αὐτὸς ἐπὶ εὐχῆς ποιεῖ; Μᾶλλον δὲ οὔτε ἐκεῖνοι μετὰ εὐχῆς πάντα ἐποίουν͵ ἀλλὰ καὶ χωρὶς εὐχῆς πολλάκις τὸ ὄνομα τοῦ Ἰησοῦ καλοῦντες. Εἰ δὲ τὸ ὄνομα αὐτοῦ τοσαύτην εἶχεν ἰσχύν͵ πῶς ἂν αὐτὸς εὐχῆς ἐδεήθη; Εἰ δὲ εὐχῆς ἐδεῖτο͵ οὐκ ἂν τὸ ὄνομα αὐτοῦ ἴσχυσεν. Ὅτε δὲ ὅλως ἐποίει τὸν ἄνθρωπον͵ ποίας εὐχῆς ἐδεήθη; οὐχὶ ὁμοτιμία ἐκεῖ πολλή; Ποιήσωμεν γὰρ φησὶν ἄνθρωπον. Τί δὲ ἀσθενέστερον͵ εἰ εὐχῆς ἐδεῖτο; Ἴδωμεν δὲ καὶ τίς ἡ εὐχή. Πάτερ͵ εὐχαριστῶ σοι͵ ὅτι ἤκουσάς μου. Τίς τοίνυν οὕτως ηὔξατό ποτε; Πρὶν ἢ γάρ τι εἰπεῖν͵ Εὐχαριστῶ σοι͵ λέγει͵ δεικνὺς ὅτι οὐ δεῖται εὐχῆς· Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις. Τοῦτο εἶπεν͵ οὐχ ὡς αὐτοῦ ἀδυνατοῦντος͵ ἀλλ΄ ὡς μιᾶς γνώμης οὔσης. Τίνος δὲ ἕνεκεν καὶ εὐχῆς σχῆμα ἀνέλαβε; Μὴ ἐμοῦ͵ ἀλλ΄ αὐτοῦ ἄκουσον λέγοντος· Διὰ τὸν περιεστῶτα ὄχλον͵ ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. Οὐκ εἶπεν͵ Ἵνα πιστεύσωσιν ὅτι ἐλάττων εἰμί· ὅτι χρείαν ἔχω ῥοπῆς τῆς ἄνωθεν· ὅτι χωρὶς εὐχῆς οὐ δύναμαι ποιῆσαι· ἀλλ΄͵ Ὅτι σύ με ἀπέστειλας. Ταῦτα γὰρ πάντα εὐχὴ δηλοῖ͵ ἂν ἁπλῶς αὐτὴν ἐκλάβωμεν. Οὐκ εἶπεν͵ Ἀπέστειλάς με τὸν ἀσθενοῦντα͵ τὸν τὴν δουλείαν ἐπεγνωκότα͵ τὸν ἀφ΄ ἑαυτοῦ οὐδὲν ποιοῦντα· ἀλλὰ ταῦτα πάντα ἀφείς͵ ἵνα μηδὲν τούτων ὑποπτεύσῃς͵ τίθησι τὴν ἀληθῆ τῆς εὐχῆς αἰτίαν͵ ἵνα μὴ ἀντίθεόν με νομίσωσιν· ἵνα μὴ λέγωσιν͵ Οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· ἵνα δείξω κατὰ γνώμην σὴν τὸ ἔργον γινόμενον· μονονουχὶ λέγων͵ ὅτι Εἰ ἤμην ἀντίθεος͵ οὐκ ἂν προεχώρησε τὸ γινόμενον. Τὸ δὲ Ἤκουσάς μου καὶ ἐπὶ φίλων λέγεται καὶ ἐπὶ ὁμοτίμων. Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· τουτέστι͵ Πρὸς τὸ γενέσθαι μου τὸ θέλημα οὐ δέομαι εὐχῆς͵ ἀλλ΄ ὥστε πεῖσαι ὅτι σοὶ καὶ ἐμοὶ μία βούλησις. Τί οὖν εὔχῃ; Διὰ τοὺς ἀσθενεῖς καὶ παχυτέρους. Καὶ ταῦτα εἰπὼν ἔκραξε φωνῇ μεγάλῃ. Διατί γὰρ οὐκ εἶπεν Ἐν τῷ ὀνόματι τοῦ Πατρός μου δεῦρο ἔξω; διατί μὴ εἶπεν Ἀνάστησον αὐτὸν Πάτερ; ἀλλὰ ταῦτα πάντα ἀφεὶς καὶ εὐχομένου σχῆμα ἀναλαβών͵ διὰ τῶν πραγμάτων τὴν αὐθεντίαν ἐνδείκνυται; Ὅτι καὶ τοῦτο τῆς αὐτοῦ σοφίας͵ διὰ μὲν ῥημάτων συγκατάβασιν͵ διὰ δὲ τῶν ἔργων ἐξουσίαν ἐπιδείκνυσθαι. Ἐπειδὴ γὰρ οὐδὲν ἄλλο εἶχον ἐγκαλεῖν αὐτῷ͵ ἀλλ΄ ἢ ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ͵ καὶ οὕτω τοὺς πολλοὺς ἠπάτων· τούτου ἕνεκεν μεθ΄ ὑπερβολῆς δείκνυσι τοῦτό τε αὐτὸ δι΄ ὧν φησι καὶ καθ΄ ὃν τρόπον ἡ ἀσθένεια ἐκείνων ἀπῄτει.[32] 

43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασε· [33] Λάζαρε, δεῦρο ἔξω. [34] 44 καὶ ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν.  

Ἅπαξ ἐλάλησε καὶ ὃν ἔπλασεν ἤγειρεν, οὔτε γὰρ ὡς Ἠλίας ἔκλαυσεν οὔτε ὡς Ἐλισσαῖος ἠπόρησε. Μονοφθόγγῳ φωνῇ διύπνισε τὸν παρ΄ αὐτῷ καθεύδοντα εἰπών· Λάζαρε͵ δεῦρο ἔξω. Εἷς ὁ λόγος καὶ διάφορα τὰ θαύματα. Μόνον ὁ Κύριος ἐφώνησε· Λάζαρε͵ δεῦρο ἔξω͵ καὶ εὐθέως αἱ σάρκες ἀπεπληροῦντο͵ αἱ τρίχες ἀντεφυτεύοντο͵ αἱ ἁρμονίαι συνεδεσμοῦντο͵ αἱ φλέβες καθαρῷ αἵματι ἀντεγεμίζοντο. Ὁ ᾅδης κάτωθεν κοπτόμενος τὸν Λάζαρον προέπεμπεν. Ἡ ψυχὴ Λαζάρου παρακρατουμένη καὶ ὑπὸ τῶν ἁγίων ἀγγέλων παρακαλουμένη τὸ ἴδιον εἰς τὸ ἴδιον μετεχωνεύετο. Καὶ τὸ πάντων ἐνδοξότερον ἦν ὅτι πανταχόθεν δεδεμένος ἦν τοὺς πόδας καὶ τὴν ὄψιν κηρίαις καὶ ἀνεμποδίστως ἐβάδιζεν. Διὸ καὶ ὁ Κύριος δραστικώτερον πρὸς τοὺς παρόντας ὄχλους παρεκελεύετο λέγων· Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν. Βλέπε τὴν τοῦ Κυρίου πραγματείαν καὶ πῶς τὰ πάντα σοφῶς οἰκονομεῖ. Πρὸς πληροφορίαν τῶν παρόντων ἔλεγε· Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν· ὡς τὸν λίθον ἀπεκυλίσατε καὶ τὸν τάφον ὑπεδείξατε καὶ τῆς ὀσφρήσεως μετήσχετε καὶ τὰ νεκροτάφια λύσατε· τὸ μὲν ὡς εὐλογίαν τηροῦντες͵ τὸ δὲ ὡς μάρτυρες φυλάττοντες. Ἐὰν ἀπιστήσωσιν οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι ὡς οὐκ ἀνέστη Λάζαρος͵ δείξατε τὰ νεκροτάφια, ἐμφανίσατε τὰ σουδάρια ὡς ὁ παράλυτος τὸν κράβαττον. Ἡμεῖς δὲ τὰ βαΐα τῶν φοινίκων βαστάζοντες εἴπωμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.[35] 

45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν. 46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπον αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς. 47 συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον καὶ ἔλεγον· Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ; 48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτω, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ρωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. [36] 49 εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, [37] εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδέν, 50 οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. 51 τοῦτο δὲ ἀφ' ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν [38] ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, 52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ' ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.  

Σκοπὸς τῆς θείας προνοίας τὸ τοὺς ὑπὸ τῆς κακίας ποικίλως διεσχισμένους διὰ τῆς ὀρθῆς πίστεως καὶ τῆς πνευματικῆς ἀγάπης ἑνοποιεῖν͵ εἴπερ διὰ τοῦτο πέπονθεν ὁ Σωτήρ͵ ἵνα τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. Ὁ οὖν μὴ στέγων τὰ ὀχληρὰ μηδὲ φέρων τὰ λυπηρὰ μηδὲ ὑπομένων τὰ ἐπίπονα͵ ἐκτὸς τῆς θείας ἀγάπης καὶ τοῦ σκοποῦ τῆς προνοίας περιπαθεῖ. Εἰ ἡ ἀγάπη μακροθυμεῖ καὶ χρηστεύεται͵ ὁ ὀλιγοψυχῶν ἐπὶ τοῖς συμβαίνουσι λυπηροῖς καὶ διὰ τοῦτο πονηρευόμενος ἐπὶ τοῖς λυπήσασι καὶ τῆς πρὸς αὐτοὺς ἀγάπης ἑαυτὸν ἀποκόπτων͵ πῶς τοῦ σκοποῦ τῆς θείας προνοίας οὐκ ἐκπίπτει; Πρόσεχε σεαυτῷ͵ μήποτε ἡ χωρίζουσά σε ἐκ τοῦ ἀδελφοῦ κακία οὐκ ἐν τῷ ἀδελφῷ͵ ἀλλ΄ ἔν σοι εὑρίσκεται· καὶ σπεῦσον αὐτῷ διαλλαγῆναι͵ ἵνα μὴ τῆς ἐντολῆς τῆς ἀγάπης ἐκπέσῃς. Μὴ καταφρονήσῃς τῆς ἐντολῆς τῆς ἀγάπης͵ ὅτι δι΄ αὐτῆς υἱὸς Θεοῦ ἔσῃ· ἣν παραβαίνων͵ υἱὸς γεέννης εὑρεθήσῃ. Τὰ χωρίζοντα τῆς τῶν φίλων ἀγάπης εἰσὶ ταῦτα· τὸ φθονεῖν ἢ φθονεῖσθαι͵ τὸ ζημιοῦν ἢ ζημιοῦσθαι͵ τὸ ἀτιμάζειν ἢ ἀτιμάζεσθαι καὶ οἱ ἐξ ὑπονοίας λογισμοί. Μήποτε οὖν ἔδρασάς τι τούτων ἢ πέπονθας καὶ διὰ τοῦτο τῆς τοῦ φίλου ἀγάπης χωρίζῃ;[39] 

53 ἀπ' ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν. 54 Ἰησοῦς οὖν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ διέτριβε μετὰ τῶν μαθητῶν αὐτοῦ. [40] 55 ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς. [41] 56 ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ' ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; 57 δεδώκεισαν δὲ καὶ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὴν ἵνα ἐάν τις γνῶ ποῦ ἐστι, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν. 

Διὰ τοῦ Πάσχα ἐπεβούλευον, καὶ τὸν καιρὸν τῆς ἑορτῆς ἐποιοῦντο καιρὸν σφαγῆς, τουτέστιν͵ Ἐνταῦθα αὐτὸν ἐμπεσεῖν δεῖ͵ τοῦ καιροῦ καλοῦντος αὐτόν. Ὢ τῆς ἀσεβείας, ὅτε πλείονος ἔδει τῆς εὐλαβείας καὶ τοὺς ἐπὶ τοῖς ἐσχάτοις εἰλημμένους ἀφιέναι͵ τότε τὸν οὐδὲν ἠδικηκότα θηρεῦσαι ἐπιχειροῦσι. Καίτοι καὶ ἤδη τοῦτο ποιήσαντες͵ οὐ μόνον οὐδὲν ὤνησαν͵ ἀλλὰ καὶ καταγέλαστοι γεγόνασι. Διὰ τοῦτο συνεχῶς ἐμπίπτων διαφεύγει καὶ βουλευομένους αὐτὸν ἀνελεῖν κατέχει καὶ ἀπορεῖν ποιεῖ͵ τῇ τῆς δυνάμεως ἀποδείξει κατανύξαι βουλόμενος, καὶ ἵνα ὅταν λάβωσιν αὐτόν͵ μάθωσιν ὅτι οὐ τῆς οἰκείας ἰσχύος ἦν͵ ἀλλὰ τῆς ἐκείνου συγχωρήσεως τὸ γινόμενον.[42]




 


[1] Ρωμανὸς ὁ Μελωδός, Ὕμνος 27, Προοίμιο.

[2] “Οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν εἶπε πόθεν ἦν ὁ Λάζαρος͵ ἀλλὰ διά τινα αἰτίαν ἣν μετὰ ταῦτα ἐρεῖ”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.341.

[3] “Καὶ τὰς ἀδελφὰς δὲ αὐτοῦ ἡμᾶς διδάσκει χρησίμως· καὶ ἔτι ὃ πλέον εἶχε Μαρία͵ ἐπάγων καὶ λέγων· ῏Ην δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ. Ἐνταῦθά τινες διαποροῦντες͵ Πῶς͵ φησίν͵ ἠνέσχετο ὁ Χριστὸς γυναικὸς τοιαῦτα ποιούσης; Πρῶτον μὲν οὖν ἐκεῖνο ἀναγκαῖον μαθεῖν͵ ὅτι οὐχ αὕτη ἐστὶν ἡ πόρνη ἡ ἐν τῷ Ματθαίῳ͵ οὐδὲ ἡ ἐν τῷ Λουκᾷ· ἄλλη γὰρ αὕτη. Ἐκεῖναι μὲν γὰρ πόρναι δή τινες ἦσαν καὶ πολλῶν γέμουσαι κακῶν, αὕτη δὲ καὶ σεμνὴ καὶ σπουδαία. Καὶ γὰρ περὶ τὴν ὑποδοχὴν ἐσπούδαζε τοῦ Χριστοῦ. Δείκνυσι δὲ ὁ εὐαγγελιστὴς ὅτι καὶ αἱ ἀδελφαὶ ἐφίλουν αὐτὸν καὶ ὅμως συνεχώρησε τὸν Λάζαρον ἀποθανεῖν. Τίνος δὲ ἕνεκεν οὐκ ἐάσασαι τὸν ἀδελφὸν κάμνοντα͵ ὅπερ ἐποίησεν ὁ ἑκατόνταρχος καὶ ὁ ἄρχων ὁ βασιλικός͵ ἀπῆλθον πρὸς αὐτόν͵ ἀλλὰ πέμπουσι; Σφόδρα ἐθάῤῥουν τῷ Χριστῷ͵ καὶ πολλὴν πρὸς αὐτὸν εἶχον οἰκείωσιν. Ἄλλως δὲ καὶ γυναῖκες ἦσαν ἀσθενεῖς καὶ τῷ πένθει κατείχοντο· ἐπεὶ ὅτι οὐ καταφρονοῦσαι τοῦτο ἐποίουν͵ ὕστερον ἐδήλωσαν”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.342-3.

[4] “Πολλοὶ τῶν ἀνθρώπων ὅταν ἴδωσί τινας τῶν ἀρεσκόντων Θεῷ πάσχοντάς τι δεινόν͵ οἷον ἢ ἀῤῥωστίᾳ περιπεσόντας ἢ πενίᾳ ἢ ἄλλῳ τινὶ τοιούτῳ͵ σκανδαλίζονται, οὐκ εἰδότες͵ ὅτι τῶν μάλιστα τῷ Θεῷ φίλων τὸ ταῦτα πάσχειν ἐστίν· ἐπεὶ καὶ ὁ Λάζαρος τῶν φίλων ἦν τοῦ Χριστοῦ͵ καὶ ἠσθένει· Τοῦτο γοῦν καὶ οἱ πέμψαντες ἔλεγον· Ἴδε ὃν φιλεῖς ἀσθενεῖ”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.341.

[5] Ρωμανὸς ὁ Μελωδός, Ὕμνος 27, στρ. 3.

[6] “Τὸ δὲ Ἵνα͵ ἐνταῦθα οὐκ αἰτιολογίας͵ ἀλλ΄ ἐκβάσεώς ἐστι. Συνέβη μὲν γὰρ ἑτέρωθεν ἡ ἀῤῥωστία, ἐχρήσατο δὲ αὐτῇ εἰς δόξαν Θεοῦ”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.343.

[7] “τί διδάξαι βούλεται τῷ λέγειν͵ Ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον; Μηδέποτε ἀγανακτεῖν μηδὲ δυσχεραίνειν͵ εἴ τις ἀσθένεια γένοιτο περὶ τοὺς σπουδαίους ἄνδρας καὶ τῷ Θεῷ φίλους”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.343.

[8] “Τίνος ἕνεκεν ἔμεινεν; Ἵνα ἀποπνεύσῃ καὶ ταφῇ͵ ἵνα μηδεὶς ἔχῃ λέγειν͵ ὅτι οὔπω τελευτήσαντα αὐτὸν ἀνέστησεν, ὅτι κάρος ἦν͵ ὅτι ἔκλυσις ἦν͵ ὅτι καταγωγὴ ἦν͵ καὶ οὐ θάνατος. Διὰ τοῦτο καὶ χρόνον τοσοῦτον μένει͵ ὡς καὶ φθορὰν γενέσθαι͵ καὶ εἰπεῖν͵ ῎Ηδη ὄζει”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.343.

[9] “Τί δήποτε οὐδαμοῦ προειπὼν ἀλλαχοῦ͵ ἐνταῦθα προλέγει; Ἐδεδοίκεισαν σφόδρα, καὶ ἐπεὶ ταύτῃ διέκειντο͵ προλέγει͵ ἵνα μὴ τὸ ἀθρόον ταράξῃ αὐτούς. Τί δὲ οἱ μαθηταί; Νῦν ἐζήτουν σε Ἰουδαῖοι λιθάσαι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; Ἐδεδοίκεισαν μὲν οὖν καὶ ὑπὲρ αὐτοῦ, τὸ δὲ πλέον͵ μᾶλλον ὑπὲρ ἑαυτῶν, οὔπω γὰρ ἦσαν ἀπηρτισμένοι. Διὸ καὶ τῷ δέει κατασειόμενος λέγει Θωμᾶς· Ἄγωμεν͵ ἵνα καὶ ἡμεῖς ἀποθάνωμεν. Ἀσθενέστερος γὰρ τῶν ἄλλων ἦν καὶ ἀπιστότερος”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.343.

[10] “τοῦτο οὖν ἐνταῦθά φησιν ὅτι οὐκ ἔστι νῦν καιρὸς ἀποσχίσαι ἐμαυτὸν τῶν Ἰουδαίων͵ κἂν ἀνόσιοι ὦσιν͵ ἀλλὰ πάντα ποιεῖν τὰ πρὸς θεραπείαν αὐτῶν. οὐ γὰρ δεῖ αὐτοὺς νῦν κολάζεσθαι͵ ἀποχωρούσης ἀπ΄ αὐτῶν τῆς θείας χάριτος ἡλίου δίκην. ἀλλ΄ ὥσπερ τὸ φῶς τῆς ἡμέρας οὐκ ἐκλείπει εἰ μὴ πληρωθῇ τὸ δωδεκάωρον͵ οὕτως οὐδὲ ὁ παρ΄ ἐμοῦ συστέλλεται φωτισμὸς πρὸ καιροῦ͵ ἀλλὰ μέχρι τοῦ σταυρωθῆναι μένω μετὰ τῶν Ἰουδαίων͵ ἐνιεὶς αὐτοῖς ὡς φῶς τῆς θεογνωσίας τὴν σύνεσιν. ἐπειδὴ γὰρ Ἰουδαῖοι ἐν σκοτίᾳ ὄντες ἀπιστίας͵ προσκόπτουσιν ἐπ΄ ἐμοὶ ὡς λίθῳ͵ δεῖ ἀπελθεῖν πρὸς αὐτοὺς καὶ φωτίσαι αὐτοὺς͵ ἵνα παύσωνται τῆς θεομάχου μανίας”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σελ. 267-8.

[11] “Τοῦτο δὲ οὐχ ἁπλῶς εἶπον͵ ἀλλ΄ ἐγκόψαι βουλόμενοι τὴν ἐκεῖ παρουσίαν. Λέγεις͵ φησίν͵ ὅτι καθεύδει; οὐκοῦν οὐ κατεπείγει τὸ ἀπελθεῖν. Καίτοι αὐτὸς διὰ τοῦτο εἶπεν͵ ὅτι Ὁ φίλος ἡμῶν͵ ἵνα δείξῃ ἀναγκαίαν τὴν παρουσίαν”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.344.

[12] Χρυσόστομος, Εἰς τὸ ὄνομα τοῦ κοιμητηρίου, PG 49.394.

[13] “Τί δήποτε͵ Δι΄ ὑμᾶς; Ὅτι προεῖπον οὐκ ὢν ἐκεῖ καὶ ὅτι ἐπειδὰν ἀναστήσω͵ οὐδεμία ἔσται ὑποψία. Ὁρᾷς πῶς ἔτι ἀτελέστερον διέκειντο οἱ μαθηταὶ καὶ οὐκ ᾔδεσαν αὐτοῦ τὴν δύναμιν ὡς ἐχρῆν; Τοῦτο δὲ ἐποίουν οἱ μεταξὺ φόβοι͵ ταράττοντες αὐτῶν τὰς ψυχὰς καὶ θορυβοῦντες. Καὶ ὅτε μὲν ἔλεγε͵ Κεκοίμηται͵ λέγει· Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν· ὅτε δὲ εἶπεν͵ Ἀπέθανεν͵ οὐκέτι προσέθηκε͵ Πορεύομαι ἵνα ἀναστήσω αὐτόν. Οὐ γὰρ ἠβούλετο τοῖς ῥήμασι προλέγειν͵ ἃ διὰ τῶν ἔργων ἔμελλε βεβαιοῦσθαι͵ τὸ ἀκενόδοξον πανταχοῦ διδάσκων ἡμᾶς καὶ τὸ μὴ δεῖν ἁπλῶς ὑπισχνεῖσθαι”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.344.

[14] “φησὶ δὲ ἑαυτὸν χαίρειν͵ οὐ διὰ φιλοδοξίαν͵ ὅτι ἔμελλε ποιῆσαι τὸ θαῦμα͵ ἀλλ΄ ὅτι τοῦτο πρόφασις ἔμελλε γίνεσθαι τοῖς μαθηταῖς εἰς πίστιν. τὸ δὲ εἰπεῖν Ὅτι οὐκ ἤμην ἐκεῖ͵ τοῦτο δηλοῖ. εἰ ἤμην ἐκεῖ͵ οὐκ ἔμελλεν ἀποθνήσκειν͵ ἠλέησα γὰρ ἂν αὐτὸν καὶ ὀλίγον κάμνοντα, νῦν δὲ ἀπόντος ἐμοῦ συνέβη ὁ θάνατος͵ ἵνα ἀναστήσας αὐτόν͵ μεγάλην ὑμῖν ἐμποιήσω τὴν ὠφέλειαν διὰ τῆς εἰς ἐμὲ πίστεως. ταῦτα δὲ λέγει ὁ Χριστός͵ οὐχ ὡς τότε μόνον δυνάμενος τὰ θεοπρεπῆ ποιεῖν͵ ὅταν παρῇ, ἀλλ΄ ἐπείπερ εἰ παρῆν͵ οὐκ ἂν παρεῖδε τὸν φίλον ἕως θανάτου καταβιβασθέντα. τὸ δέ Ἄγωμεν πρὸς αὐτόν͵ ὡς πρὸς ζῶντά φησι· ζῶσι γὰρ αὐτῷ ὡς Θεῷ οἱ νεκροί͵ ὡς μέλλοντες ζήσειν”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σ. 270.

[15] Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.344. “Ἐποίει δὲ αὐτοὺς δειλοὺς ὁ Χριστός͵ ὑπὲρ μέτρον ἀνεξικακῶν ἐν οἷς ἔπασχεν ὑπὸ Ἰουδαίων”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σ. 271.

[16] “Βηθανία ἑρμηνεύεται Οἶκος ὑπακοῆς͵ Ἱερουσαλὴμ δὲ Ὅρασις εἰρήνης”.  Ὠριγένης, Εἰς τὸ Κατὰ Ἰωάννην, ἀπ. 80.

[17] “Εἰ δὲ ἀπὸ δεκαπέντε σταδίων ἦν ἡ Βηθανία͵ ὅπερ ἐστὶ μίλια δύο͵ πῶς τεταρταῖος ὁ Λάζαρος; Ἔμεινε δύο͵ καὶ πρὸ τῶν δύο ἦλθέ τις ἀπαγγέλλων καθ΄ ἣν καὶ ἐτελεύτησεν· εἶτα κατ΄ αὐτὴν τὴν τετάρτην ἡμέραν παρεγένετο. Διὰ τοῦτο καὶ κληθῆναι ἀνέμεινε καὶ οὐχὶ αὐτεπάγγελτος ἦλθεν͵ ἵνα μή τις ὑποπτεύσῃ τὸ γεγονός”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.344.

[18] “Τί δήποτε δὲ οὐ παραλαμβάνει τὴν ἀδελφὴν εἰς ἀπάντησιν ἐρχομένη τοῦ Χριστοῦ; Βούλεται κατ΄ ἰδίαν αὐτῷ συντυχεῖν καὶ τὸ γεγονὸς ἀπαγγεῖλαι. Ἐπειδὴ δὲ αὐτὴν εἰς ἐλπίδας χρηστὰς ἤγαγε͵ τότε ἄπεισι καὶ καλεῖ τὴν Μαρίαν͵ καὶ ἀπήντησεν αὐτῷ͵ τοῦ πένθους ἀκμάζοντος ἔτι”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.345.

[19] “Ζητήσαι δ΄ ἄν τις διὰ τί λέγει· Εἰ ἦς ὧδε ἐξετάζων τὰ τῆς ἀναγωγῆς͵ εἰ ἔστιν ὅπου οὔκ ἐστιν ὁ Ἰησοῦς; ὥσπερ ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ αὐτοῦ ὄνομα͵ ἐκεῖ ἐστὶν ἐν μέσῳ αὐτῶν· ἄλλων δὲ μέσος ἕστηκεν τῶν μὴ γινωσκόντων αὐτόν· οὕτως παρῆν τῇ Μαρίᾳ καὶ τῇ Μάρθᾳ. οὐχ οὕτω γὰρ προκεκόφεισαν ὡς γινώσκειν αὐτὸν παρόντα”.  Ὠριγένης, Εἰς τὸ Κατὰ Ἰωάννην, ἀπ. 82.

[20] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σελ. 272-3.

[21] “τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με Πατρός, ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. τοῦτο δὲ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ. … οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ”.  Ἰω. 6.39-40, 44.

[22] “Καὶ πάλιν· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Οὐ πιστεύεις͵ ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί; Καὶ πάλιν· Αὕτη ἐστὶν ἡ αἰώνιος ζωή͵ ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν. Τοῦ Φιλίππου εἰπόντος· Δεῖξον ἡμῖν τὸν Πατέρα καὶ ἀρκεῖ ἡμῖν͵ εἰδὼς ὁ Κύριος ὡς ἀμήχανον σωματικοῖς ὀφθαλμοῖς Θεὸν ὁρᾶν αὖθις τε ὡς ἡ αὐτοῦ ἐπίγνωσις τοῦ Πατρός ἐστιν ἐπίγνωσις ὡς ὁμοουσίου —τῶν γὰρ ὁμοουσίων μία καὶ ἡ αὐτὴ γνῶσις—͵ ἐπιπληκτικώτερόν φησι πρὸς αὐτόν· Τοσοῦτον χρόνον ἔχω μεθ΄ ὑμῶν καὶ οὐκ ἔγνωκάς με Φίλιππε; Ἔγνω μὲν γὰρ αὐτὸν ἄνθρωπον͵ ἀλλ΄ ἐπιπλήττεται ὡς μὴ Θεὸν αὐτὸν πίστει καὶ διανοίας ἐπεγνωκὼς ὄμμασιν. Εἰ γὰρ αὐτὸν ἐπεγνώκει Θεόν͵ ἐπέγνω ἂν καὶ τὸν Πατέρα· ὁ γὰρ ἑωρακὼς αὐτόν͵ Θεὸν δηλαδή͵ ἐπέγνω καὶ τὸν Πατέρα. Οὐ γὰρ ὁ ἄνθρωπον αὐτὸν ἐπιγνοὺς μόνον ἤδη καὶ τὸν Πατέρα ἔγνω, οὐ γὰρ ἄνθρωπος ὁ Πατήρ. Αὕτη δὲ ἡ γνῶσις͵ τὸ γινώσκειν δηλαδὴ Θεὸν τὸν Πατέρα καὶ αὐτὸν τὸν Ἰησοῦν Θεόν͵ ζωὴ αἰώνιός ἐστι. Καὶ μέντοι τὸ μὴ εἰδέναι τοῦτο͵ θάνατος αἰώνιος”.  Ἰωάννης Δαμασκηνός, Κατὰ Νεστοριανῶν, ἑν. 42.

[23] “οὐ γὰρ εἶπεν, οὐ μὴ ἀποθάνῃ͵ ἀλλὰ θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα͵ ὅπερ ἐστὶν ἡ αἰώνιος διάπυρος κόλασις͵ ὅ ἐστιν θάνατος αἰώνιος μηδέποτε παυόμενος· ὁ γὰρ νῦν προσήμερος ἐστὶν θάνατος͵ καὶ πάντας ἀνθρώπους δεῖ ἀποθανεῖν· ὥστε οὐ περὶ τούτου τοῦ θανάτου ἔλεγεν ὁ Κύριος͵ ἀλλὰ περὶ τοῦ μέλλοντος”.  Ἱππόλυτος Ρώμης, Περὶ εὐλογιῶν τοῦ Ἰακώβ, PO 27, σελ. 96-8.

[24] “Οὐκ ἀγνοῶν ὁ σωτὴρ πότερον πιστεύει ἡ Μάρθα τοῖς λεγομένοις ἢ μή͵ πυνθάνεται λέγων, Πιστεύεις τοῦτο; ἀλλ΄ ὑπὲρ τοῦ ἡμᾶς ἢ καὶ τοὺς τότε παρόντας μαθεῖν ἐκ τῆς ἀποκρίσεως αὐτῆς τὴν αὐτῆς διάθεσιν. ἄλλος δέ τις φήσει ὅτι οὐδὲ πυνθάνεται͵ ἀλλ΄ ἀποφαίνεται τὸ Πιστεύεις τοῦτο; εἶτα πληροῦσα ἡ Μάρθα τὴν ἀπόφασιν τοῦ σωτῆρος λέγει· Ναὶ κύριε· καὶ οἷον οὐ μόνον τοῦτο ὃ σὺ λέγεις πιστεύω͵ τὸ δὲ σὲ εἶναι τὸν Χριστὸν οὐ μόνον ἄρτι πιστεύω͵ ἀλλὰ καὶ πεπίστευκα͵ καὶ ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος καὶ ἐπιδημῶν πᾶσι τοῖς πιστεύουσιν εἰς σέ”.  Ὠριγένης, Εἰς τὸ Κατὰ Ἰωάννην, ἀπ. 81.

[25] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σελ. 695-6.

[26] “Ἀπῆλθε καλέσουσα τὴν ἀδελφὴν αὐτῆς πρὸς τὸ καὶ αὐτὴν κοινωνῆσαι τῆς ἐπὶ τῷ προσδοκωμένῳ πράγματι εὐθυμίας͵ συναποληψομένην ἀναστάντα παρ΄ ἐλπίδα πᾶσαν τὸν τεθνηκότα. ἦν γὰρ ἀκούσασα Ἀναστήσεται ὁ ἀδελφός σου. λάθρα δὲ τὴν τοῦ Σωτῆρος παρουσίαν τῇ ἀδελφῇ αὐτῆς εὐηγγελίσατο διὰ τὸ παρακαθέζεσθαι τῶν Ἰουδαίων τινὰς τῶν φθονούντων θαυματουργοῦντι τῷ Χριστῷ. Καὶ οὐχ εὑρήσομεν ἐν τοῖς εὐαγγελίοις ὅτι ὁ Χριστὸς εἶπε Κάλει μοι τὴν ἀδελφήν σου· ἀλλ΄ ἡ Μάρθα τὴν τοῦ πράγματος ἀπαραίτητον χρείαν καὶ τὸ τῆς παρουσίας χρεωστούμενον ἀντὶ κελεύσεως καὶ φωνῆς δεξαμένη͵ τοῦτό φησιν. ἡ δὲ ἑτοίμως ἔδραμε πρὸς αὐτὸν καὶ ὑπαντᾶν ἐθέλει. πῶς γὰρ οὐκ ἔμελλε τοῦτο ποιεῖν ἡ σφόδρα λυπουμένη ἐπὶ τῇ ἀπουσίᾳ αὐτοῦ καὶ θερμὸν ἔχουσα φρόνημα εἰς εὐσέβειαν καὶ ἀγάπην εἰς αὐτὸν πολλήν;”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σ. 277.

[27] “Ἡ μέντοι Μαρία πρόωρον γεγενῆσθαι λέγει τὸν θάνατον τῷ ἀδελφῷ διὰ τὸ ἀπεῖναι τὸν Κύριον, καὶ τότε φησὶν ἐπιδεδημηκέναι αὐτὸν τῷ οἴκῳ͵ ὅτε ὁ τῆς θεραπείας παρέδραμε καιρός· καὶ ἔστι μὲν καὶ ἐκ τούτου στοχάσασθαι͵ ὅτι ὡς Θεῷ αὐτῷ ἔλεγε τοῦτο͵ εἰ καὶ οὐκ ἀκριβῶς λελάληκεν͵ οἰομένη μὴ παρεῖναι αὐτὸν εἰ καὶ ἀπῆν τῷ σώματι. ἀκριβεστέρα δὲ οὖσα καὶ συνετωτέρα τῆς Μάρθας͵ οὐκ εἶπεν Ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν δώσει σοι ὁ Θεός. διὸ πρὸς ταύτην οὐδὲν λαλεῖ ὁ Κύριος͵ πρὸς δὲ τὴν Μάρθαν μακρὸν διέτεινε τὸν λόγον. τῇ λύπῃ μέντοι μεθύουσαν τὴν Μαρίαν οὐκ ἐλέγχει͵ εἰποῦσαν τὸ Εἰ ἦς ὧδε τῷ πληροῦντι τὴν ἅπασαν κτίσιν· πρὸς ἡμέτερον ὑπόγραμμον καὶ τοῦτο ποιῶν͵ ἵνα μὴ τοὺς ἐν ἀκμῇ τῶν θρήνων ὄντας ἐλέγχωμεν· συγκαταβαίνει δὲ μᾶλλον τὴν ἀνθρωπίνην φύσιν ἀπογυμνῶν͵ δακρύει δὲ καὶ συγχεῖται͵ ἰδὼν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σελ. 278-9.

[28] “ὠργίσθη· μετ΄ ὀργῆς ἐλάλησεν· μετ΄ αὐστηρότητος ἐπετίμησεν”.  Λεξικὸ Σοῦδα.

[29] “οὐκ ὡς ἀγνοῶν δὲ ἐρωτᾶ Ποῦ τεθείκατε αὐτόν· ὁ γὰρ ἐπ΄ ἀλλοδαπῆς ὢν καὶ εἰδὼς ὅτι τέθνηκε͵ πῶς ἠγνόησε τὸ μνῆμα; λέγει δὲ οὕτως ὡς ἀφιλόκομπος· οὐ μὴν εἶπεν Ἄγωμεν εἰς τὸ μνημεῖον͵ ἐγερῶ γὰρ αὐτόν͵ εἰ καὶ τὰ μάλιστα τὸ ἐρωτῆσαι οὕτως ταύτην ἔχει τὴν ἔμφασιν. ὅμως καὶ τοῦτο εἰπὼν πολλοὺς παρεσκεύασε προβαδίζειν αὐτοῦ͵ ὡς ὑποδεικνύντας τὸ ζητούμενον. οἰκονομικῶς οὖν καὶ τοῦτο εἶπεν͵ ἕλκων διὰ τοῦ ῥήματος πολλοὺς εἰς τὸν τόπον͵ καὶ ἀγνοεῖν σχηματίζεται͵ τὴν τῆς ἀνθρωπότητος πτωχείαν οὐδαμοῦ παραιτούμενος ὁ φύσει Θεὸς καὶ πάντα εἰδώς͵ οὐ τὰ γεγονότα μόνον ἀλλὰ καὶ τὰ ἐσόμενα πρὶν γενέσεως αὐτῶν. Καὶ τὸ ἐρωτᾶν οὖν οὐδεμίαν ἄγνοιαν φέρει τῷ δι΄ ἡμᾶς καθ΄ ἡμᾶς γενομένῳ͵ ἀλλ΄ ἐκ τοῦδε μᾶλλον ἴσος τῷ Πατρὶ δείκνυται· καὶ γὰρ ἐκεῖνος ἐρωτᾷ Ἀδὰμ ποῦ εἶ; καὶ οὗτος ἄγνοιαν σοφίζεται καὶ πυνθάνεται Ποῦ τεθείκατε͵ ὥστε διὰ τῆς πεύσεως πλῆθος συναγερθῆναι πρὸς τὴν ἀπόδειξιν καὶ παρὰ τῶν ἐχθρῶν μᾶλλον μαρτυρηθῆναι τὸ παράδοξον τῆς ἀναβιώσεως τοῦ ἤδη διαφθαρέντος”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σελ. 280-1. “Οὔτε γὰρ τὸ ἀνθρώπινον͵ εἰς μίαν ὑπόστασιν συνελθὸν τῇ ἀπροσίτῳ καὶ οὐσιώδει σοφίᾳ͵ ἀγνοήσει ἄν τι͵ ὥσπερ οὐδὲν τῶν παρόντων οὕτω δὴ οὐδὲ τῶν μελλόντων· οὔτε διαψευσθῆναι δύναται τὸ εἰρημένον παρ΄ αὐτοῦ· Πάντα ὅσα ἔχει ὁ Πατήρ͵ ἐμά ἐστιν͵ εἰ μὴ ἄρα καὶ τὸν Πατέρα πρὸς τὴν ἄγνοιαν οἱ πάντα τολμῶντες παρελκύσωσι. Τὸ μέντοι γε φάναι τὸν Σωτῆρα· Ποῦ τεθείκατε Λάζαρον͵ εἰς ἐπίστασιν καὶ μνήμην ἐνάγοντα τοὺς παρόντας τῶν Ἰουδαίων εἰπεῖν͵ καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ ἕτερά τινα διαπράξασθαι ὥσπερ τό· Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν͵ ἵνα ἐξ ὧν τε κατὰ μέρος εἶδον καὶ ἐξ ὧν ἤκουσαν͵ πιστὸν μὲν τὸ ὁρᾶσθαι καὶ ἀναμφισβήτητον͵ ἀνεξάλειπτον δὲ παραδοθείη τῇ μνήμῃ”.  Φώτιος, Βιβλιοθήκη, 284a.

[30] “μέγα γὰρ ἡ διψυχία νόσημα καὶ ἀποστεροῦν τῶν ἐκ Θεοῦ χαρισμάτων. διὸ ταύτῃ ἐπιτιμήσας͵ τὸ πάντων ἀνθρώπων διωρθώσατο γένος͵ ὥστε μὴ ἁλῶναι τοῖς τῆς διψυχίας κακοῖς. φεύγων δὲ τὸ κενόδοξον ὁ Χριστός͵ οὐκ εἶπεν Ὄψει τὴν δόξαν μου͵ ἀλλὰ τὴν τοῦ Θεοῦ. δόξα δὲ Θεοῦ τὸ ἐγεῖραι νεκρόν. αὐτὸς οὖν ἄρα ἐστὶν ὁ κατὰ φύσιν Θεός͵ ὁ εἰπών Ἐγώ εἰμι ἡ ἀνάστασις͵ οὗ τὴν δόξαν μετ΄ οὐ πολὺ θεωρήσειν τὴν γυναῖκά φησιν͵ ὅταν οἰηθῇ μὴ ψεύδεσθαι τὴν ἀλήθειαν͵ ὅς ἐστιν ὁ Χριστός· ἦν δὲ αὐτῇ ἐπαγγελθὲν τὸ ἀναστῆναι τὸν νεκρὸν αὐτῆς ἀδελφόν. καὶ ἡ μὲν Μαρία συνετωτέρα οὖσα͵ οὐδὲν ἐνδοιαστικὸν φθέγγεται, ἡ δὲ Μάρθα͵ τῷ τῆς διψυχίας κατείχετο νο σήματι”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σελ. 285-6.

[31] “Πότε δὲ προσηύξατο; … ὅτε γὰρ ἐνεβριμήσατο τῷ πνεύματι͵ τότε προσηύξατο”.  Ἱππόλυτος Ρώμης (ἀμφιβαλλόμενο), Εἰς τὸ Κατὰ Ἰωάννην, Ἀχελῆς (ἐπιμ.), σ. 226.

[32] Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.356-7.

[33] “τὸ γεμὴν διαπρυσίῳ χρῆσθαι κραυγῇ͵ ξένον παντελῶς καὶ ἀσύνηθες τῷ Σωτῆρι Χριστῷ. καὶ γοῦν ὁ Θεὸς καὶ Πατὴρ περὶ αὐτοῦ που φησίν Οὐκ ἐρίσει οὐδὲ κραυγάσει͵ καὶ τὰ ἑξῆς. … τύπον ὥσπερ τινὰ τῆς καθόλου τῶν νεκρῶν Ἀναστάσεως τὸ ἐπὶ Λαζάρῳ ποιεῖται θαῦμα͵ καὶ τὸ ἐφ΄ ἑνὶ πληρούμενον εἰκόνα τοῦ γενικωτέρου καὶ κατὰ παντὸς ἔστησε καλήν. ὅτι γὰρ ἥξει Κριτὴς πεπιστεύκαμεν͵ λογιζόμεθά τε ὅτι κραυγή τις ἔσται διὰ σάλπιγγος͵ κατὰ τὴν τοῦ Παύλου φωνήν͵ διακελευομένη τοῖς ἐν γῇ κειμένοις τὴν Ἀνάστασιν͵ ἐνεργούσης δηλονότι τὸ πρᾶγμα τῆς ἀῤῥήτου δυνάμεως τοῦ πάντα ἰσχύοντος Θεοῦ. … Λάμβανε δέ μοι τὸ θαῦμα καὶ ἐπὶ τὰ ἐντός. εἰ γὰρ ὁ νοῦς ἡμῶν ἀποθάνοι Λάζαρος͵ δεῖ μετὰ ἐξομολογήσεως͵ ὡς Μάρθαν καὶ Μαρίαν τὴν ὑλικὴν σάρκα καὶ τὴν σεμνοτέραν ψυχὴν προσελθεῖν τῷ Χριστῷ καὶ παρακαλέσαι· καὶ ὃς ἐπιστάς͵ τὴν ἐπικειμένην τῇ μνήμῃ ἀρθῆναι κελεύσει πώρωσιν καὶ φωνήσει μεγάλῃ φωνῇ τῆς εὐαγγελικῆς σάλπιγγος Δεῦρο ἔξω τῶν τοῦ κόσμου περισπασμῶν καὶ τὰς σειρὰς λύσει τῶν ἁμαρτιῶν͵ ὥστε δύνασθαι κινεῖσθαι ἀραρότως πρὸς ἀρετήν”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σ. 290, 292.

[34]Δεῦρο καὶ δεῦτε. ἀπὸ τοῦ θέω γίνεται θεῦτε͵ καὶ τροπῇ τοῦ θ εἰς δ καὶ τοῦ τ εἰς ρ, δεῦρο καὶ δεῦτε. οἱ γὰρ προσκαλούμενοι θέουσι πρὸς τοὺς καλοῦντας. ἰστέον͵ ὅτι τὸ δεῦρο δύο σημαίνει͵ τὸ ἐνταῦθα͵ ὡς ἐν τῷ δεῦρο μαχησόμενος καὶ τὸ ἔξελθε͵ ὡς ἐν τῷ Λάζαρε͵ δεῦρο ἔξω. οὕτω Χρύσιππος”.  Ζωναρᾶς, Λεξικόν.

[35] Ἀμφιλόχιος Ἰκονίου, Εἰς Λάζαρον, στ. 126-148.

[36] “Ὡς πρὸς τὸ ῥητὸν οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἑώρων ὅτι διὰ τὸ μέγεθος ὧν πεποιήκει τεραστίων δυνάμεων ὁ Ἰησοῦς δυνατὸν ἦν καὶ πάντα τὸν λαὸν τῶν Ἰουδαίων ὑπαχθῆναι τῇ εἰς αὐτὸν πίστει καὶ ὑπαχθέντα καταφρονῆσαι τῆς ἐν τῷ τόπῳ σωματικῆς λευϊτικῆς καὶ ἱερατικῆς λατρείας͵ ὥστ΄ ἂν πρόφασιν τὸ τοιοῦτον γενέσθαι τοῦ͵ ἅτε μὴ περιεπόντων τὸν τόπον Ἰουδαίων͵ Ρωμαίοις ὑπὸ τοῦ σωτῆρος γενέσθαι καὶ τὸν νομιζόμενον παρ΄ ἐκείνοις ἱερὸν τόπον καὶ πᾶν τὸ ἔθνος Ἰουδαίων͵ οὐκέτι παντὶ τρόπῳ τηρεῖν ἐθελόντων τὴν περὶ τοῦ Ἰουδαίους ἑαυτοὺς εἶναι ὁμολογίαν. εἶτ΄ ἐπεὶ πάντων προέκρινον τὴν λατρείαν καὶ τὸν τόπον καὶ τὴν τοῦ ἔθνους σύστασιν τῶν νομισθέντων ἂν εἶναι κρειττόνων παρὰ ταῦτα͵ διὰ τοῦτο σκοποῦσιν κατὰ τοῦ Ἰησοῦ ἵνα αὐτὸν μὴ ἐάσωσιν ζῆν. ὡς δ΄ αὔτως οἶμαι καὶ ἐπὶ καθαιρέσει τῆς δόξης αὐτοῦ εἰρηκέναι τὸ Οὗτος ὁ ἄνθρωπος· ἠπίστουν γὰρ τοῖς καὶ ἀνωτέρω εἰρημένοις περὶ τοῦ θεὸν αὐτὸν εἶναι͵ ἡνίκα λιθάζειν αὐτὸν ἐβούλοντο ὡς περὶ βλασφημίας͵ λέγοντες αὐτῷ ὅτι Σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν͵ ὅτε κατὰ τὴν ἑαυτοῦ φιλανθρωπίαν ἀπεκρίνατο͵ διδάσκων ὅτι πᾶς πρὸς ὃν ὁ λόγος τοῦ θεοῦ ἐγένετο θεὸς λέγεται ὑπὸ τοῦ θεοῦ͵ μὴ δυναμένης λυθῆναι καὶ καταλυθῆναι τῆς τοῦτο ἀποφηναμένης προφητικῆς γραφῆς. ἔστιν δὲ ἐκ τῶν λεγομένων ἀπὸ τῶν Φαρισαίων καὶ τῶν ἀρχιερέων κατανοῆσαι αὐτῶν καὶ τὸ τῆς κακίας ἀνομολογούμενον καὶ τυφλόν· ἀνομολογούμενον μέν͵ ὅτι ἐμαρτύρουν αὐτῷ καὶ πολλὰ πεποιηκέναι σημεῖα καὶ δύνασθαι τῷ τοσαῦτα σημεῖα πεποιηκότι ἐπιβουλεῦσαι͵ ὡς μηδὲν ὑπὲρ ἑαυτοῦ ἐν τῷ ἐπιβουλεύεσθαι δυναμένῳ· τυφλὸν δὲ οὐδὲν ἧττον καὶ αὐτὸ τοῦτο ἦν· κατὰ γὰρ τὸν πολλὰ ποιοῦντα σημεῖα ἦν τὸ κρείττον εἶναι τῆς ἐπιβουλῆς τῶν ἀφιέναι αὐτὸν μὴ θελόντων· εἰ μὴ ἄρα καὶ ἐπίστευον ὅτι ποιεῖ σημεῖα͵ καὶ ὑπενόουν αὐτὰ μὴ ἀπὸ θείας γίνεσθαι δυνάμεως· ὥστε διὰ τοῦτο μὴ πάντα αὐτὸν δυνηθῆναι͵ μηδὲ αὑτὸν ῥύσασθαι ἀπὸ τῆς ἐξ ἐκείνων ἐπιβουλῆς. ἐκεῖνοι μὲν οὖν ἐσκόπουν μὴ ἀφιέναι αὐτόν͵ οἰόμενοι διὰ τοῦτο ἐμποδίσειν τοῖς πιστεύουσιν εἰς αὐτὸν καὶ Ρωμαίοις͵ μέλλουσιν αἴρειν αὐτῶν τὸν τόπον καὶ τὸ ἔθνος. ἀλλ΄ ἐπεὶ Κύριος διασκεδάζει βουλὰς ἐθνῶν καὶ ἀθετεῖ λογισμοὺς λαῶν͵ οὐδὲν ἧττον καὶ οὐκ ἀφῆκαν αὐτόν͵ καὶ ὁ θεὸς αὐτὸν ἀνέστησεν καὶ ἀφῆκεν καὶ πάντα τὰ ἔθνη ἐδούλευσαν αὐτῷ καὶ ἐλθόντες οἱ Ρωμαῖοι ἦραν αὐτῶν τὸν τόπον. ποῦ γὰρ ὅ φασιν ἐκεῖνοι ἁγίασμα; ἦραν δὲ καὶ τὸ ἔθνος͵ ἐκβάλλοντες αὐτοὺς ἀπὸ τοῦ τόπου καὶ μόγις ἐπιτρέψαντες αὐτοῖς εἶναι ὅπου βούλονται καὶ ἐν τῇ διασπορᾷ. Εἰ δὲ χρὴ τολμῆσαι καὶ εἰς ἀναγωγὴν τῶν κατὰ τὰ ῥήματα ταῦτα͵ φήσομεν ὅτι τὸν τόπον τῶν ἐκ περιτομῆς ἔλαβον τὰ ἔθνη· Τῷ γὰρ ἐκείνων παραπτώματι σωτηρία γέγονεν τοῖς ἔθνεσιν͵ εἰς τὸ παραζηλῶσαι αὐτούς· εἰς δὲ τὰ ἔθνη Ρωμαῖοι παρελήφθησαν͵ ἀπὸ τῶν βασιλευόντων οἱ βασιλευόμενοι ὀνομασθέντες. καὶ τὸ ἔθνος δὲ ὑπὸ τῶν ἐξ ἐθνῶν ἤρθη· γέγονεν γὰρ ὁ λαὸς οὐ λαός͵ καὶ οἱ ἐξ Ἰσραὴλ οὐκέτι εἰσὶν Ἰσραήλ͵ καὶ τὸ σπέρμα οὐκ ἔφθασεν ἐπὶ τὸ γενέσθαι αὐτοὺς τέκνα· καὶ τούτων αἴτιον τὰ πολλὰ τοῦ Ἰησοῦ σημεῖα͵ καὶ ὅτι ἀφῆκεν αὐτὸν ὁ πατήρ͵ κρείττονα γενόμενον τῆς τῶν ἀρχιερέων καὶ Φαρισαίων συνεδρευσάντων κατ΄ αὐτοῦ ἐπιβουλῆς. ἀρχιερεῖς δὲ καὶ πᾶσα ἡ σωματικὴ ἐν Ἰουδαίοις λατρεία Φαρισαῖοί τε καὶ πᾶσα ἡ κατὰ τὸ γράμμα τοῦ νόμου διδασκαλία ἐπιβουλεύει Ἰησοῦ͵ τῇ ἀληθείᾳ͵ καὶ βούλεται ὁ τύπος͵ ἵνα ὑφεστήκῃ͵ ἐμποδίζειν τῇ φανερώσει τῆς ἀληθείας͵ καὶ ὥσπερ ἡ σὰρξ [καὶ] κατὰ τοῦτο ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος. ἀλλ΄ ἰσχυρότερον ὂν τὸ ἐπιθυμοῦν        κατὰ τῆς σαρκὸς πνεῦμα καὶ ἡ ἀληθὴς τοῦ σωτῆρος ἡμῶν ἀρχιερωσύνη καὶ ἡ πνευματικὴ αὐτοῦ διδασκαλία διαλύει τὸ τῶν κατ΄ αὐτοῦ βουλευομένων ἀρχιερέων καὶ Φαρισαίων συνέδριον. ταῦτα δὲ ὑποληπτέον καὶ νῦν γίνεσθαι͵ ὅπερ ἔστιν ἰδεῖν ἐν τοῖς διὰ τῆς τοῦ σωματικοῦ Ἰουδαϊσμοῦ συστάσεως [καὶ] καταλύειν ἐθέλουσιν τὴν πνευματικὴν Χριστοῦ διδασκαλίαν”.  Ὠριγένης, Εἰς τὸ Κατὰ Ἰωάννην, βιβλ. 28, κεφ.12, ἑν. 86-97.

[37] “καὶ γὰρ καὶ τοῦτο τῆς Ἰουδαϊκῆς ἐγένετο πονηρίας· κατῄσχυνον γὰρ τὸ τῆς ἱερωσύνης ἀξίωμα͵ ὠνητοὺς ποιήσαντες ἀρχιερέας. Ἔμπροσθεν δὲ οὐχ οὕτως ἦν͵ ἀλλὰ τῇ τελευτῇ μόνῃ κατελύετο ἡ ἱερωσύνη τοῦ ἀρχιερέως· τότε δὲ καὶ ζῶντες παρελύοντο τῆς τιμῆς”.  Χρυσόστομος, Πρὸς τοὺς ἐγκαταλείψαντας τὴν σύναξιν τῆς Ἐκκλησίας, PG 51.74.

[38] “δυνατὸν γάρ͵ οἶμαι͵ τὸ δίκαιον διώκειν ἀλλ΄ οὐ δικαίως, καὶ γὰρ οἱ ποιοῦντες πρὸς τὸ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων ἔργον καθ΄ αὑτὸ καθῆκον͵ φέρε εἰπεῖν͵ εἰς πένητας͵ δίκαιον μέν τι πεποιήκασιν͵ οὐ μὴν ἀπὸ ἕξεως δικαιοσύνης ἀλλ΄ ἀπὸ κενοδοξίας. οἶμαι δ΄ ὅτι ἀνάλογον τῷ Δικαίως τὸ δίκαιον διώξῃ λέγοιτ΄ ἄν σωφρόνως τὸ σῶφρον διώξῃ καὶ ἀνδρείως τὸ ἀνδρεῖον διώξῃ καὶ σοφῶς τὸ σοφὸν διώξῃ καὶ τὰ ἀνὰ λόγον ἐπὶ τῶν λοιπῶν ἀρετῶν. ταῦτα δ΄ εἴπομεν ὑπὲρ τοῦ παραβαλεῖν ὅμοιόν τι τῷ προφητεύειν μέν τινα͵ οὐ μὴν προφήτην εἶναι. διὰ τοῦτο δ΄ οἶμαι συνεχῶς ἐν ταῖς προφητείαις περὶ τῶν προφητῶν λέγεται τὸ Εἶπεν Ἱερεμίας ὁ προφήτης καὶ εἴ τι τούτοις ὅμοιον, οἱ δὲ περὶ τὰ ὀνόματα δεινοί φασιν ὅτι οὐχὶ εἴ τις ἰατρικόν τι ἐποίησεν ἢ τῶν πρὸς ὑγιείαν συμβαλλομένων ἕν͵ ἰατρός ἐστιν ἐκεῖνος͵ οὐδὲ εἴ τις οἰκοδομικόν τι πεποίηκεν͵ οἰκοδόμος ἐστὶν ἐκεῖνος. ἐκ δὲ τῶν περὶ τὸν Καϊάφαν ἀναγεγραμμένων͵ προφητεύσαντα περὶ τοῦ σωτῆρος͵ ἔστιν σαφηνίσαι ὅτι καὶ μοχθηρὰ ψυχὴ ἐπιδέχεταί ποτε τὸ προφητεύειν”.  Ὠριγένης, Εἰς τὸ Κατὰ Ἰωάννην, βιβλ. 28, κεφ.13, ἑν. 102-107.

[39] Μάξιμος ὁ Ὁμολογητής, Περὶ ἀγάπης, ἑκ. 4, κεφ. 17-21.

[40] “Καὶ ἐνταῦθα τοίνυν ὡς Θεὸς τὸ λάθρα δόξαν αὐτοῖς εἰδὼς καὶ μηδενὸς ἀναγγείλαντος εἰς κατάκριμα τῶν Ἰουδαίων ὑποχωρεῖ͵ οὐ δειλιάσας͵ ἀλλ΄ ἵνα μὴ δόξῃ ὁρώμενος ἐρεθίζειν αὐτούς͵ καίπερ φονῶντας. διδάσκει δὲ καὶ ἡμᾶς ὑπείκειν ταῖς τῶν ὀργιζομένων ἀκμαῖς καὶ μὴ ἐπιῤῥίπτειν ἑαυτοὺς τοῖς κινδύνοις͵ μηδ΄ ἂν ὑπὲρ τῆς ἀληθείας ὦσιν· ἀλλὰ καταλαμβανομένους μὲν ἵστασθαι͵ μέλλοντας δὲ ἀναδύεσθαι διὰ τὸ τῆς ἐκβάσεως ἄδηλον”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σ. 296.

[41] “προηγνίζοντο δὲ κατὰ παλαιὸν ἔθος οἱ ἡμαρτηκότες ἑκούσια ἢ ἀκούσια ἁμαρτήματα͵ καὶ οὐ πᾶς ἐποίει τὸ τυπικὸν πάσχα͵ οὐκ ἐθνικός͵ οὐκ ἀπερίτμητος͵ οὐ πάροικος͵ οὐ μισθωτός͵ οὐ μεμολυσμένος͵ ἅπερ πάντα πνευματικῶς διὰ Χριστιανῶν γίνεται”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σ. 297.

[42] Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.362.

 

 

<<

>>

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ  -  ΚΑΤΑ ΙΩΑΝΝΗΝ

^

www.myriobiblos.gr/bible/nt-fathers.asp

ΕΠΙΚΟΙΝΩΝΙΑ