The New Testament

ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ        ΜΥΡΙΟΒΙΒΛΟΣ



ΚΑΤΑ ΙΩΑΝΝΗΝ

10

 

  Ἀκούσας τοῦ ὄρνιθος ὁ Πέτρος φωνήσαντος͵ εὐθέως ἐκραύγασε / κωκυτὸν μετὰ δακρύων· Οἴμοι͵ οἴμοι͵ ποῦ ἀπέλθω; ποῦ στῶ; ποῦ δὲ φανῶ; / τί λέξω; τί φράσω; τί ἀφήσω; τί λήψομαι; / τί πράξω; τί πάθω; τί ὑποστῶ; / ποίαν θρηνήσω μου πληγήν; πρώτην; δευτέραν; / Τριπλῆ γὰρ ὀδύνη ἐπῆλθεν ἐμοί· / τρισσῶς ὁ δολερὸς ἔβαλέ με τὸν ἀφελῆ· / ἀφανῶς ἐτοξεύθην͵ φανερῶς κατεβλήθην· / ποῦ τὸν νοῦν τοῦτον μετεώρισα καὶ οὐκ ἔκραξα· / Σπεῦσον͵ σῶσον͵ ἅγιε͵ τὴν ποίμνην σου;

      Συγχώρησον͵ δέσποτα͵ τῷ πλάστῃ βοήσατε͵ ὑμεῖς οἱ νεόλεκτοι͵ / ἐπειδὴ τῆς κολυμβήθρας ἀπογεύεσθε γλυκείας πηγῆς καὶ ἀγαθῆς· / φωτίζεσθε μᾶλλον καὶ μὴ μόνον βαπτίζεσθε· / μὴ δόλῳ τὸ δῶρον δέξασθε νῦν͵ / μήποτε εἴπῃ ὁ Θεός· Ὅτε εἰσῆλθον͵ / ἐμίαναν οὗτοι τὴν γῆν τὴν ἐμήν. / Μὴ γένοιτο δὲ νῦν ἵνα οὕτως λέξῃς͵ Χριστέ͵ / ἀλλ΄ ἵν΄ ἔλθῃς ταχέως͵ ἵνα δέξῃ ἡδέως / σὺν ἡμῖν τούτους τοὺς ἐν πίστει σοι κραυγάζοντας· / Σπεῦσον͵ σῶσον͵ ἅγιε͵ τὴν ποίμνην σου.[1] 

1 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· 2 ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. [2] 3 τούτῳ ὁ θυρωρὸς ἀνοίγει, [3] καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ' ὄνομα καὶ ἐξάγει αὐτά.  4 καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· 5 ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. 

Καὶ πρῶτον μὲν τίθησι διαφορὰν τὴν ἀπὸ τῶν Γραφῶν διδασκαλίαν· αὐτὸς μὲν γὰρ διὰ τούτων αὐτοὺς προσήγετο͵ ἐκεῖνοι δὲ οὐκ ἐντεῦθεν αὐτοὺς ἐφείλκοντο. Δευτέραν τὴν τῶν προβάτων ὑπακοήν· αὐτῷ μὲν γὰρ οὐ ζῶντι μόνον͵ ἀλλὰ καὶ τελευτήσαντι πάντες ἐπίστευσαν· ἐκείνους δὲ εὐθέως εἴασαν. Καὶ τρίτην δὲ μετὰ τούτων ἔστιν εἰπεῖν οὐ μικράν. Ἐκεῖνοι μὲν γὰρ ὡς τύραννοι καὶ ἐπὶ ἀποστασίᾳ πάντα ἐποίουν, αὐτὸς δὲ οὕτω πόῤῥω ἑαυτὸν τοιαύτης κατέστησεν ὑποψίας͵ ὡς καὶ θελόντων αὐτὸν ποιῆσαι βασιλέα φυγεῖν͵ καὶ ἐπερωτώντων͵ εἰ ἔξεστι δοῦναι κῆνσον Καίσαρι͵ κελεῦσαι καταθεῖναι καὶ αὐτὸν ἐπιδοῦναι τὰ δίδραχμα. Πρὸς τούτοις αὐτὸς μὲν ὑπὲρ τῆς σωτηρίας τῶν προβάτων ἦλθεν͵ ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσι͵ φησίν· ἐκεῖνοι δὲ καὶ τῆς παρούσης αὐτοὺς ζωῆς ἀπεστέρησαν. Καὶ οἱ μὲν προὔδωκαν τοὺς ἐμπιστευθέντας καὶ ἔφυγον, αὐτὸς δὲ οὕτως ἔστη γενναίως͵ ὡς καὶ τὴν ψυχὴν ἐπιδοῦναι. Καὶ οἱ μὲν ἄκοντες καὶ ἀναγκαζόμενοι καὶ φεύγοντες ἔπαθον ἃ ἔπαθον, οὗτος δὲ ἑκὼν καὶ προαιρούμενος ὑπέμεινεν ἅπαντα.[4] 

6 Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. 7 Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. 8 πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ' οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. 9 ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. [5]  

Μή οὖν πλανᾶσθε, ἀδελφοί, ὁ ἐν σκότει διάγων ἔξω τῆς θύρας ἐστίν, ὁ δέ δοκῶν εἰσελθεῖν καί οὐ διά τοῦ φωτός εἰσελθών, ἔξω καί αὐτός τῆς μάνδρας ἐστίν. Εἰ γάρ φῶς τοῦ κόσμου καί θύρα ὁ Χριστός, φωτοειδής πάντως θύρα ἐστί καί οὐχί θύρα μόνον ἁπλῶς, καί ὁ ἐν ταύτῃ γεγονώς ἐν τῷ τοῦ κόσμου φωτί γέγονε. Φῶς δέ τοῦ κόσμου ἐστίν οὐχ ὡς αἰσθητῶς ὁρώμενος, ἀλλ᾿ ὡς νοερῶς θεωρούμενος. Ὁ γάρ αἰσθητός ἥλιος μόνον φωτίζει τά σωματικά ὄμματα οὐκ ἀνθρώπων ἀλλά καί ἀλόγων ζῴων, τετραπόδων ἅμα καί πετεινῶν· ὁ δέ νοητός ἥλιος, ὁ ἐν τῷ κόσμῳ ἐπιφανείς, ψυχάς λογικάς μόνον. Ἀλλ᾿ οὐδέ ταύτας ἀκρίτως πάσας καί ἀναξίως φωτίζειν οἶδεν· οὐ γάρ ἄψυχος ἤ, μᾶλλον εἰπεῖν, οὐκ ἄζωός ἐστιν, ὥσπερ οὐδέ δοῦλος ἤ κτίσμα εἰς ὑπηρεσίαν ἄλλων ταχθείς, καθά δή ὁ αἰσθητός οὗτος ἥλιος ἀνατέλλων ἐπί δικαίους καί ἀδίκους καί ἐπί πονηρούς ἅμα καί ἀγαθούς. Ἀλλ᾿ εἰ καί φῶς καλεῖται καί ἥλιος ὀνομάζεται, ἀλλά καί ὑπέρ φῶς ἅπαν καί ὑπέρ ἥλιον, ὡς φωτός καί ἡλίου ποιητής καί Δεσπότης, ὑπάρχει ζωή καί ζωοποιός, ἀλήθεια, δικαιοσύνη ἁγιασμός, ἁπλοῦς, ἀσύνθετος, ἀγαθός καί πᾶν ἀγαθόν καί ὑπέρ πᾶν ἀγαθόν. Ὡς οὖν ἀλήθεια καί ὤν καί καλούμενος, τοῖς ἀληθῶς ἐπιστρέφουσιν ἀλήθεια γίνεται· ὡς δέ δικαιοσύνη ὑπάρχων, τοῖς πᾶσαν ἀδικίαν μισήσασι δικαιοσύνη ἐστίν· ὡς ἁγιασμός , τοῖς ἐκπλυθεῖσι καί καθαρθεῖσι διά δακρύων· ὡς ἁπλοῦς, τοῖς μηδεμίαν πονηρίαν ἤ κακίαν ἔνδοθεν ἐπιφέρουσιν· ὡς ἀσύνθετος, τοῖς μηδεμίαν διπλόην ἤ διψυχίαν ἤ δυσπιστίαν ψυχῆς ἔχουσιν· ὡς ἀγαθός, τοῖς τῆς μετανοίας πνευματικοῖς ἔργοις σωματικάς τινας ἤ βιωτικάς μερίμνας καί φροντίδας μή συνεπαγομένοις καί τούτοις ἀναμιγνύουσι καί ἀναφύρουσιν αὐτάς, ἀλλά γυμνοῖς τῇ γνώμῃ καί τῇ τῆς ψυχῆς προθέσει ἐν ἀκακίᾳ προσερχομένοις αὐτῷ, ὧν καί ἀποδεχόμενος τό ἀπερίεργον παντός ἀγαθοῦ συντόμως τούτους ἐμπλίπλησι καί τῶν ὑπέρ νοῦν καί ὑπέρ ἔννοιαν ἀγαθῶν κοινωνούς εὐθύς τῷ ἀποκαλυφθῆναι καί φανῆναι ἀποκαθίστησι.[6] 

10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. [7] 

σπουδάζων ἔχ[ειν τὰ ὑπερκόσ]μια καὶ τὰ ὑπερουράνια καὶ τὰ ὑπὲρ τὸν ἥλιον ἔχει τινὰ π[ερισσείαν καὶ πλέ]ον τι τῶν ἄλλων. οἱ δὲ σπουδάζοντες ἔχειν τὰ ὑπὸ τὸ[ν ἥλιον οὐδὲν]  πλέον ἔχουσιν. … τί περιττὸν ἔχει ὁ ἄν(θρωπ)ος ὑπὸ τὸν ἥλιον ζῶν; ἐγὼ ἦλθον͵ λέγει ὁ σωτήρ͵ ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. ἡ ἐπιδημία τοῦ σωτῆρος  κατεσκεύασεν ζωήν τινα ἐν τοῖς ἀν(θρώπ)οις. εἰ ζωὴ ἕπεται τί περιττόν; τὸ ἀθάνατον, τὸ ἀνάγον εἰς βασιλείαν οὐρανῶν. οὐδεμία δὲ περισσεία ἐστὶν τοῖς σπουδαζομένοις ὑπὸ τὸν ἥλιον. μὴ γὰρ ὁ πλούσιος͵ ᾗ ἄν(θρωπ)ός ἐστιν͵ πλέον ἔχει τῶν ἄλλων  ἀν(θρώπ)ων. … τοῦτο δυνάμεθα εἰπεῖν ὅτι φωτιζόμενος ὑπὸ τοῦ ἡλίου τῆς  δικαιοσ[ύνης] οὐχ ὑπ΄ αὐτόν ἐστιν͵ ἀλλ΄ ἐν αὐτῷ. ἐκλάμψουσιν γάρ͵ φησίν͵ οἱ δίκ[αιοι] ὡ[ς ὁ] ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ π(ατ)ρ(ὸ)ς αὐτῶν͵ οὐχ ὑπὸ τὸν ἥλιον. ἐάν τις λέγ[ων] ἑαυτὸν χριστιανὸν εἶναι καὶ πεφωτισμένον ὑπὸ τοῦ φωτὸς τοῦ ἀληθινοῦ͵ τοῦ ἡλίου τῆς δικαιοσύνης͵ τὰ ἀνθρώπινα πράττῃ καὶ σπουδάζῃ ταῦτα͵  ὥς ἐσμεν νῦν οἱ πολλοί͵ οὗτος ὑπὸ τὸν ἥλιόν ἐστιν. οὕτως ὢν ὑ[πὸ] τὸν  ἥλιον οὐδὲν περιττὸν ἔχει· κἂν μύρια λέγῃ ἀπὸ τῶν Γραφῶν͵ μὴ πράττῃ δὲ καθ΄ αὐτά͵ οὐδὲν περιττὸν ἔχει. … μόνον τὸ ἀγαθὸν περιττόν τι περιποιεῖ τῷ ἔχοντι. ποιεῖ δὲ αὐτὸν κατεξανίστασθαι  τούτ[ω]ν͵ μὴ καταδύεσθαι͵ ἐάν τι ἀηδές. μ[ί]α γοῦν τῶν ἀρετῶν ἡ λεγομένη μεγαλοψυχία ἕξις ἐστίν͵ καθ΄ ἣν δυνατόν ἐστιν [κ]αὶ ἀηδῆ καὶ [ἡ]δέα ὁμοίως φέρειν καὶ τιμὴν  καὶ ἀτιμίαν καὶ νίκην καὶ ἧτταν. ἐν δὲ [αὐ]τοῖς τοῖς ἀνθρωπίνοις ὁ μοχθῶν οὐδὲν ἕξει περισσόν. οἱ δὲ ἑπόμενοι τῇ ἀληθείᾳ κ[αὶ τ]ὸν σωτῆρα ἐπιγραφόμενοι διδάσκαλον καὶ ποιμένα, ἔχουσίν τι περισσόν· αὐτ[οῦ γοῦ]ν ἔστιν ἀκοῦσαι λέγοντος· ἐγὼ ἦλθον  ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. ὁ [δὲ ἔχων] τὴν μακαρίαν ζωὴν ἔχει τι περιττόν· οὐκέτι γοῦν ἄνθρωπός ἐστιν· ὡς ἄνθρωπος ἔτ[ι μ]οχθεῖ͵ ἀλλ΄ ὡς Θεὸς πολιτεύεται͵ ὡς Θεὸς φρονεῖ ἃ δεῖ καὶ ἔχει τι πάλιν περιττόν.[8] 

11 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. [9] ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·  

Ἕτοιμός ἐστιν ὁ μέγας τῶν ψυχῶν ἰατρὸς ἰάσασθαί σου τὸ πάθος. Ἐκείνου ῥήματά ἐστιν͵ ἐκεῖνο τὸ γλυκὺ καὶ σωτήριον στόμα εἶπεν· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ͵ ἀλλ΄ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους͵ ἀλλὰ ἁμαρτωλούς͵ εἰς μετάνοιαν. Βούλεται Κύριος καθαρίσαι σε ἀπὸ τοῦ πόνου τῆς πληγῆς καὶ δεῖξαί σοι φῶς ἀπὸ σκότους. Σὲ ζητεῖ ὁ Ποιμὴν ὁ καλός͵ καταλιπὼν τὰ μὴ πεπλανημένα. Ἐὰν ἐπιδῷς σεαυτήν͵ οὐκ ὀκνήσει οὐδ΄ ἀπαξιώσει σε ὁ φιλάνθρωπος ἐπὶ τῶν ὤμων βαστάσαι τῶν ἰδίων͵ χαίρων ὅτι εὗρεν αὐτοῦ τὸ πρόβατον τὸ ἀπολωλός. Ἕστηκεν ὁ Πατὴρ καὶ ἀναμένει τὴν σὴν ἀπὸ τῆς πλάνης ἐπάνοδον. Μόνον ἀνάλυσον͵ καί͵ ἔτι σου μακρὰν οὔσης͵ προσδραμὼν ἐπιπεσεῖται ἐπὶ τὸν τράχηλόν σου καὶ φιλικοῖς ἀσπασμοῖς περιπτύξεται τὴν ὑπὸ τῆς μετανοίας ἤδη κεκαθαρμένην. Καὶ στολὴν ἐνδύσει τὴν πρώτην͵ ψυχὴν ἀπεκδυσαμένην τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς αὐτοῦ πράξεσι͵ καὶ περιθήσει δακτύλιον χερσὶν ἀποπλυναμέναις τοῦ θανάτου τὸ αἷμα͵ καὶ ὑποδήσει πόδας ἀποστρέψαντας ἀπὸ ὁδοῦ κακῆς πρὸς τὸν δρόμον τοῦ Εὐαγγελίου τῆς εἰρήνης. Καὶ εὐφροσύνης καὶ χαρᾶς ἡμέραν καταγγελεῖ τοῖς ἰδίοις καὶ ἀγγέλοις καὶ ἀνθρώποις͵ καὶ παντὶ τρόπῳ τὴν σὴν ἑορτάσει σωτηρίαν. Ἀμὴν γὰρ λέγω͵ φησίν͵ ὑμῖν ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ ἐνώπιον τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Κἂν ἐγκαλέσῃ τις τῶν ἑστάναι δοκούντων ὅτι ταχὺ προσελήφθης͵ αὐτὸς ὁ ἀγαθὸς Πατὴρ ὑπὲρ σοῦ ἀπολογήσεται λέγων· Εὐφρανθῆναι δεῖ καὶ χαρῆναι͵ ὅτι αὕτη ἡ θυγάτηρ μου νεκρὰ ἦν καὶ ἀνέζησε͵ καὶ ἀπολωλυῖα καὶ εὑρέθη.[10] 

12 ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. 13 ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. 14 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, [11] 15 καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, [12] καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. [13] 16 καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ [14] ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. [15] 

Ἕτερον οὐδὲν βεβουλῆσθαι κατασημῆναι τὸν Κύριον͵ ἢ ὅτι σαφὴς μὲν αὐτὸς ἔσται τοῖς ἑαυτοῦ͵ καὶ τοῖς εἰς αὐτὸν πιστεύουσιν ἀταλαίπωρον χαριεῖται τὴν περὶ αὐτοῦ γνῶσιν͵ ἐπιγνώσεται δὲ καὶ αὐτὸς τοὺς ἰδίους͵ οὐκ ἀνόνητον δηλονότι τὸ γινώσκεσθαι καθιστὰς τοῖς τοῦτο δὴ λαχοῦσι. τί γὰρ ἐροῦμεν τὸ ἄμεινον τοῦ γινώσκεσθαι Θεῷ; … Γινώσκω φησὶ τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν͵ καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα· ἀντὶ τοῦ προσοικειωθήσομαι τοῖς προβάτοις τοῖς ἐμοῖς͵ οἰκειωθήσεται δέ μοι τὰ πρόβατα τὰ ἐμὰ κατὰ τοῦτον τὸν τρόπον καθ΄ ὃν ἐμοὶ μὲν οἰκεῖός ἐστιν ὁ Πατήρ͵ ἐγὼ δὲ αὖ πάλιν οἰκεῖός εἰμι τῷ Πατρί. ὅνπερ γὰρ τρόπον οἶδεν ὁ Θεὸς καὶ Πατὴρ γνησίαν ἔχων ὠδῖνα τὸν ἴδιον Υἱὸν καὶ καρπὸν τῆς οὐσίας αὐτοῦ͵ οἶδε δὲ πάλιν ὁ Υἱὸς Πατέρα κατὰ ἀλήθειαν ἔχων τὸν Θεόν͵ ἅτε δὴ γεννητὸς ὑπάρχων ἐξ αὐτοῦ͵ κατὰ τὸν αὐτὸν καὶ ἡμεῖς τρόπον προσοικειωθέντες αὐτῷ͵ γένος αὐτοῦ χρηματίζομεν καὶ κεκλήμεθα τέκνα͵ κατὰ τὸ εἰρημένον παρ΄ αὐτοῦ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. … Μεθόριον γὰρ ὥσπερ τι θεότητός τε τῆς ἀνωτάτω καὶ ἀνθρωπότητός ἐστιν ὁ Χριστός͵ ἐν ταὐτῷ τε ὢν ἀμφότερα͵ καὶ οἷον συνέχων ἐν ἑαυτῷ τὰ τοσοῦτον διῳκισμένα͵ καὶ συνάπτεται μὲν ὡς φύσει Θεὸς τῷ Θεῷ καὶ Πατρὶ͵ ἀνθρώποις δὲ πάλιν ὡς κατ΄ ἀλήθειαν ἄνθρωπος. … Τὸν τῆς οἰκειότητος λόγον ἥκειν μὲν ἐπὶ πάντας πονηρούς τε καὶ ἀγαθοὺς͵ μὴ μὴν ἐν ἴσῳ πᾶσιν ὑπάρχειν͵ ἀλλὰ τοῖς μὲν πιστεύουσιν εἰς αὐτὸν συγγενείας ἀληθοῦς καὶ τῶν ταύτῃ χρεωστουμένων ἀφορμήν͵ τοῖς δὲ μὴ τοιούτοις ἀχαριστίας τε καὶ ἀνοσιότητος ἔγκλημα χαλεπώτερον.[16] 

17 διὰ τοῦτό με ὁ πατὴρ ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. 18 οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτήν, [17] καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.  

Ἐντολὴν εἰληφέναι παρὰ τοῦ Πατρὸς εἰπών͵ οὐδὲν ἄλλο ἐμφαίνει͵ ἢ ὅτι Ἐκείνῳ δοκεῖ τοῦτο͵ ὃ ἐγὼ ποιῶ· ἵν΄ ὅταν αὐτὸν ἀνέλωσι͵ μὴ νομίσωσιν ὡς ἐγκαταλελειμμένον καὶ προδιδόμενον ὑπὸ τοῦ Πατρὸς ἀνῃρηκέναι͵ μηδὲ ὀνειδίσωσιν ἅπερ ὠνείδισαν· Ἄλλους ἔσωσεν͵ ἑαυτὸν οὐ δύναται σῶσαι· καί͵ Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ͵ κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Καὶ μὴν διὰ τοῦτο οὐ καταβαίνει͵ ἐπειδὴ Υἱός ἐστι τοῦ Θεοῦ. Εἶτα ἵνα μὴ ἀκούων͵ ὅτι Ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρός͵ ἀλλότριον αὐτοῦ τὸ κατόρθωμα εἶναι νομίσῃς͵ προλαβὼν ἔλεγεν· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· διὰ τούτων δεικνὺς αὐτοῦ ὄντα τὰ πρόβατα καὶ ὅτι αὐτοῦ τὸ κατόρθωμα ἦν πᾶν τὸ γεγενημένον͵ καὶ οὐ δεόμενον αὐτὸν ἐντολῆς. Εἰ γὰρ ἐντολῆς ἐδεῖτο͵ πῶς ἔλεγεν· Ἀπ΄ ἐμαυτοῦ τίθημι; Ὁ γὰρ ἀφ΄ ἑαυτοῦ τιθεὶς οὐ δέεται ἐντολῆς. Καὶ τὴν αἰτίαν δὲ τίθησι͵ δι΄ ἣν τοῦτο ποιεῖ. Ποία δὲ αὕτη ἐστί; Τὸ ποιμένα αὐτὸν εἶναι͵ καὶ καλὸν ποιμένα. Ὁ δὲ καλὸς ποιμὴν οὐ δεῖται ἑτέρου τοῦ πρὸς τοῦτο αὐτὸν διαναστήσοντος. Εἰ δὲ ἐπ΄ ἀνθρώπων τοῦτο͵ πολλῷ μᾶλλον ἐπὶ Θεοῦ. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν͵ ὅτι Ἑαυτὸν ἐκένωσεν. Οὐδὲν οὖν ἄλλο ἡ ἐντολὴ ἐνταῦθα βούλεται κειμένη͵ ἀλλ΄ ἢ τὴν πρὸς τὸν Πατέρα ὁμόνοιαν δεῖξαι. Εἰ δὲ οὕτω ταπεινῶς εἴρηται καὶ ἀνθρωπίνως͵ τῆς τῶν ἀκουόντων ἐστὶν ἀσθενείας ἡ αἰτία.[18] 

19 Σχίσμα οὖν πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. 20 ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν· Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; 21 ἄλλοι ἔλεγον· Ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖγειν;  

Τί οὖν ὁ Χριστός; Οὐδὲν πρὸς ταῦτα ἀποκρίνεται. Πρότερον μὲν γὰρ ἀπεκρίνατο͵ Ἐγὼ δαιμόνιον οὐκ ἔχω· νυνὶ δὲ οὐ τοῦτο. Ἐπειδὴ γὰρ τὴν διὰ τῶν πραγμάτων παρέσχεν ἀπόδειξιν͵ ἐσίγα λοιπόν. Οὐδὲ γὰρ ἀποκρίσεως ἦσαν ἄξιοι οἱ δαιμονῶντα αὐτὸν καλοῦντες ὑπὲρ τούτων͵ ὑπὲρ ὧν θαυμάζειν καὶ Θεὸν ἡγεῖσθαι αὐτὸν ἐχρῆν. Τί δὲ καὶ ἔδει τῶν παρ΄ αὐτοῦ λοιπὸν ἐλέγχων͵ αὐτῶν κατ΄ ἀλλήλων ἱσταμένων καὶ διελεγχόντων ἀλλήλους; Διὰ τοῦτο ἐσίγα καὶ πράως πάντα ἔφερεν. Οὐ διὰ τοῦτο δὲ μόνον͵ ἀλλὰ καὶ ἡμᾶς παιδεύων ἐπιείκειαν καὶ μακροθυμίαν πᾶσαν.[19] 

Κάτεισι τοῦ Σωτῆρος ὁ λόγος εἰς τὰς τῶν ἀκροωμένων καρδίας͵ καὶ τρυφερωτέρας μὲν εὑρὼν μεταπλάττει παραχρῆμα καὶ πρὸς ἕξιν μεθίστησιν ἀγαθήν, σκληραῖς δὲ περιτυχὼν ἀπανίσταται καὶ ἀπονεύει τρόπον τινά. οὐκοῦν ὁ μὲν ἕτοιμόν πως εἰς εὐγνωμοσύνην ἔχων τὸν νοῦν͵ τὸν σωτήριον ἀσμένως παραδέξεται λόγον͵ ὁ δὲ μὴ τοιοῦτος͵ οὐκέτι. τοιοῦτόν τι συνέβη παθεῖν τοὺς Ἰουδαίων λαούς. ἐπειδὴ γὰρ τῶν τοῦ Σωτῆρος κατηκροάσαντο λόγων͵ κατασχίζονται πρὸς διχόνοιαν͵ καὶ οἱ μὲν αἰσθητικώτεροι ῥέπουσιν ἤδη πρὸς σωτηρίας ἀρχήν, οἱ δὲ σκληροὶ νοσοῦσι χειρόνως ἤπερ εἶχον ἐν ἀρχῇ. καταπλήττεται δὲ ὥσπερ ὁ θεσπέσιος Εὐαγγελιστὴς εἰ διὰ τούτους τοὺς λόγους συνέβη σχισθῆναι τοὺς Ἰουδαίων λαούς. ἐμφαντικώτατα γὰρ οἶμαι λέγειν αὐτὸν τὸ σκληρὸν τῶν ἀπειθησάντων θαυμάζοντα͵ ὅτι σχίσμα ἐγένετο διὰ τοὺς λόγους τούτους͵ δι΄ ος͵ φησίν͵ ἔδει τοὺς Ἰουδαίους ἀκριβῶς πεισθῆναι ὅτι αὐτός ἐστιν ὁ Χριστός.[20] 

22 Ἐγένετο δὲ τὰ ἐγκαίνια ἐν τοῖς Ἱεροσολύμοις, καὶ χειμὼν ἦν· 23 καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ Σολομῶντος. [21] 24 ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. [22] 25 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· 26 ἀλλ' ὑμεῖς οὐ πιστεύετε· οὐ γάρ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν, καθὼς εἶπον ὑμῖν. 27 τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι, 28 κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. [23] 29 ὁ πατήρ μου, ὃς δέδωκέ μοι, μεῖζων πάντων ἐστί, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός μου. [24] 30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.  

Ἐάσας γὰρ τὰ ἀνθρώπινα ὁ Χριστός͵ ἐπὶ τὸ θεοπρεπὲς αὐτοῦ ἀνατρέχει ἀξίωμα ἐναβρυνόμενος τοῖς φυσικοῖς αὐτοῦ πλεονεκτήμασι διὰ τὸ χρήσιμον τῶν πιστῶν καὶ τὴν ὑγιᾶ πίστιν͵ ἥτις ἐστὶ τὸ μηδόλως ὑποπτεύειν ἐλάττονα εἶναι τοῦ Πατρὸς τὸν Υἱόν. οὕτω γὰρ δείκνυται εἰκὼν ἀσινὴς τοῦ Πατρός͵ ὁλόκληρον ἐν ἑαυτῷ καὶ ὑγιῆ διασώζων τὸν τοῦ Πατρὸς χαρακτῆρα. ἓν δὲ λέγομεν τὸν Υἱὸν καὶ τὸν Πατέρα͵ οὐκ ἀναφύροντες τὰς ἐν ἀριθμῷ μονάδας͵ καθώς τινες τὸν αὐτὸν εἶναι λέγουσι Πατέρα καὶ Υἱόν͵ ἀλλὰ ἰδίως ὑφεστάναι πιστεύοντες τὸν Πατέρα καὶ ἰδίως τὸν Υἱὸν͵ τοὺς δὲ δύο εἰς μίαν οὐσίας ταυτότητα συνάγοντες καὶ μίαν ἔχοντας ἰσχὺν εἰδότες͵ ὡς ἐν τῷ ἑτέρῳ ἕτερον ἀπαραλλάκτως ὁρᾶσθαι. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. διὰ μὲν τοῦ Ἓν͵ τὴν ταυτότητα τῆς οὐσίας σημαίνει, διὰ δὲ τοῦ Ἐσμὲν εἰς δυάδα τέμνει τὸ νοούμενον͵ καὶ πάλιν εἰς μίαν περισφίγγει θεότητα. Πλὴν κἀκεῖνο κατὰ Ἀρειανῶν σημειωτέον͵ ὅτι ἐν τῷ εἰπεῖν Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν͵ οὐ τῆς ταὐτοβουλίας ἡ δήλωσις͵ ἀλλ΄ ἡ τῆς οὐσίας ἑνότης σημαίνεται· ὅτι γὰρ καὶ Ἰουδαῖοι ἐνόησαν ὅτι τοῦτο εἰπὼν Θεὸν ἑαυτὸν εἶναι λέγει καὶ ἴσον τῷ Πατρί, καὶ οὐκ ἠρνήσατο ὁ Χριστὸς ὅτι τοῦτο εἶπεν ὅπερ ἐνενόουν.[25] 

31 Ἐβάστασαν οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 32 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Πολλὰ ἔργα καλὰ ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός μου, διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με; 33 ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι λέγοντες· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν. 34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, ἐγὼ εἶπα, θεοί ἐστε; 35 εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, 36 ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι βλασφημεῖς, ὅτι εἶπον, υἱὸς τοῦ Θεοῦ εἰμι; 37 εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· 38 εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε καὶ πιστεύσητε, ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν αὐτῷ. [26] 39 Ἐζήτουν οὖν πάλιν πιάσαι αὐτὸν· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν. 40 Καὶ ἀπῆλθε πάλιν πέραν τοῦ Ἰορδάνου, εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ. 41 καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν. 42 καὶ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ.  

ταν γάρ τι μέγα καὶ ὑψηλὸν φθέγξηται͵ ἀναχωρεῖ ταχέως͵ ἐνδιδοὺς αὐτῶν τῷ θυμῷ ὥστε λωφῆσαι καὶ λῆξαι τὸ πάθος διὰ τῆς ἀπουσίας αὐτοῦ· ὃ δὴ καὶ τότε ἐποίησε. Τίνος δὲ ἕνεκεν τὸν τόπον ὁ εὐαγγελιστὴς λέγει; Ἵνα μάθῃς ὅτι διὰ τοῦτο ἀπῆλθεν ἐκεῖ͵ ἀναμιμνήσκων αὐτοὺς τῶν ἐκεῖ γενομένων τε καὶ λεχθέντων παρὰ Ἰωάννου͵ καὶ τῆς μαρτυρίας τῆς ἐκείνου. Ἐλθόντες γοῦν ἐκεῖ͵ εὐθέως ἀνεμνήσθησαν τοῦ Ἰωάννου· διὰ τοῦτο καὶ λέγουσιν͵ ὅτι Ἰωάννης μὲν οὐδὲν σημεῖον ἐποίησεν· ἐπεὶ ποία ἀκολουθία τοῦτο ἦν προσθεῖναι; ἀλλ΄ ἐπειδὴ ὁ τόπος αὐτοὺς εἰς μνήμην ἤγαγε τοῦ Βαπτιστοῦ͵ καὶ εἰς τὴν τῆς μαρτυρίας αὐτοῦ μνήμην ἦλθον. … Εἰ τοίνυν͵ ἐκείνου σημεῖον οὐδὲν ποιήσαντος͵ ἐπιστεύσαμεν͵ πολλῷ μᾶλλον τούτῳ. Εἶτα͵ ἐπειδὴ αὐτὸς ἦν ὁ μαρτυρήσας͵ ἵνα μὴ τὸ σημεῖον αὐτὸν μὴ πεποιηκέναι δόξῃ ἀνάξιον τῆς μαρτυρίας ἀποφαίνειν͵ ἐπήγαγον· Εἰ καὶ σημεῖον οὐδὲν ἐποίησεν͵ ἀλλ΄ ὅμως πάντα ἠλήθευσε τὰ περὶ αὐτοῦ͵ οὐκ ἔτι τοῦτον ἐξ ἐκείνου͵ ἀλλ΄ ἐκεῖνον ἀφ΄ ὧν οὗτος ἐποίησεν ἀξιόπιστον ἀποφαίνοντες.[27]

 

 


 

[1] Ρωμανὸς Μελωδός, Ὕμνος 34, στρ. 18, 23.

[2] “Ὅρα τὰ δείγματα τοῦ λῃστοῦ· πρῶτον͵ ὅτι οὐ παῤῥησίᾳ εἰσέρχεται· δεύτερον͵ ὅτι οὐ κατὰ τὰς Γραφάς· τοῦτο γάρ ἐστι τὸ Μὴ διὰ τῆς θύρας. Ἐνταῦθα δὲ καὶ τοὺς πρὸ αὐτοῦ αἰνίττεται καὶ τοὺς μετ' αὐτὸν ἐσομένους· τόν τε Ἀντίχριστον καὶ τοὺς ψευδοχρίστους· τόν τε Ἰούδαν καὶ Θευδᾶν καὶ εἴ τινες ἕτεροι τοιοῦτοι γεγόνασιν. Εἰκότως δὲ θύραν τὰς Γραφὰς ἐκάλεσεν. Αὗται γὰρ ἡμᾶς προσάγουσι τῷ Θεῷ͵ καὶ τὴν θεογνωσίαν ἀνοίγουσιν· αὗται πρόβατα ποιοῦσιν͵ αὗται φυλάττουσι καὶ τοὺς λύκους οὐκ ἀφιᾶσιν ἐπεισελθεῖν. Καθάπερ γάρ τις θύρα ἀσφαλής͵ οὕτως ἀποκλείει τοῖς αἱρετικοῖς τὴν εἴσοδον͵ ἐν ἀσφαλείᾳ καθιστῶσα ἡμᾶς περὶ ὧν ἂν βουλώμεθα πάντων͵ καὶ οὐκ ἐῶσα πλανᾶσθαι. Κἂν μὴ παραλύσωμεν αὐτήν͵ οὐκ ἐσόμεθα εὐχείρωτοι τοῖς ἐχθροῖς. Διὰ ταύτης καὶ τοὺς ποιμένας καὶ τοὺς οὐ ποιμένας εἰσόμεθα ἅπαντας”  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.323-4.

[3] “τουτέστιν͵ ἢ ὁ τεταγμένος ἄγγελος εἰς τὸ ταῖς ἐκκλησίαις ἐπιστατεῖν καὶ συμπράττειν τοῖς ἱερᾶσθαι λαχοῦσιν εἰς τὰς τῶν λαῶν ὠφελείας͵ ἢ πάλιν αὐτὸς ὁ Σωτὴρ͵ αὐτὸς καὶ θύρα καὶ τῆς θύρας ὑπάρχων Κύριος”.   Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σ. 209.

[4] Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.325. “Σημειωτέον δὲ ὅτι βασιλεὺς ὢν ὁ Χριστὸς λέγεται διὰ τῆς συγκαταβάσεως ποιμαίνειν ἡμᾶς· ἐγὼ γάρ͵ φησίν͵ εἰμὶ ὁ ποιμὴν ὁ καλός. Εἰ δὲ βασιλεὺς μέν ἐστι βασιλευόντων͵ ποιμὴν δὲ προβάτων͵ ἔσται ποτὲ μόνον βασιλεύς͵ τῶν προβάτων εἰς τὸ βασιλικὸν μεταβάντων ἀξίωμα”.  Εὐάγριος ὁ Ποντικός, Εἰς Παροιμίας, 241, SC 340.

[5] “οἷον͵ ἐν ἀσφαλείᾳ ἔσται καὶ ἀδείᾳ (νομὴν δὲ τὴν τροφὴν ἐνταῦθα λέγει καὶ βοσκὴν τῶν προβάτων καὶ ἐξουσίαν καὶ κυριότητα)͵ τουτέστιν͵ Ἔνδον μενεῖ καὶ οὐδεὶς αὐτὸν ἐξωθήσεται· ὅπερ οὖν ἐπὶ τῶν ἀποστόλων γέγονεν͵ οἳ μετὰ ἀδείας εἰσῄεσαν καὶ ἐξῄεσαν͵ ὡς πάσης κύριοι γεγενημένοι τῆς οἰκουμένης καὶ οὐδεὶς αὐτοὺς ἐκβαλεῖν ἴσχυσε”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.325.

[6] Συμεὼν ὁ Νέος Θεολόγος, Κατήχηση ΚΗ’, ΟΚ, τ. Α’, σελ. 367-8.

[7] “Οὐ γὰρ σώζει μόνον͵ ὡς ἔφην͵ ἀλλὰ γὰρ καὶ ἀτελευτήτῳ κατευφραίνει χαρᾷ· καὶ τοῦτό ἐστι τὸ περιττὸν προστεθησόμενον, ἡ τοῖς ἁγίοις ζωή. Χριστὸς οὖν ἄρα τὸ ἐξ οὐρανοῦ καὶ ἄνωθεν ἄμφιον, ὁ τῆς ἀφθαρσίας χιτών͵ ὃν εἴ τις λάβοι, στεφανωθήσεται κόσμῳ παντί͵ νοητῷ δηλονότι καὶ τοῖς ἐξ ἀγαθουργίας αὐχήμασιν”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς Ἡσαΐαν, PG 70.1365.

[8] Δίδυμος ὁ Τυφλός, Εἰς Ἐκκλησιαστήν, 45, 46, 82. Πρβλ. τὸν Χρυσόστομο, Κατὰ Ἰουδαίων, PG 48.861:  “καὶ γὰρ ὁ ποιμὴν ὁ καλὸς οὐχὶ τοὺς λύκους ἀπελαύνει μόνον͵ ἀλλὰ καὶ τὰ πρόβατα νενοσηκότα θεραπεύει μετ΄ ἐπιμελείας ἁπάσης· ἐπεὶ τί τὸ κέρδος͵ ὅταν τῶν μὲν θηρίων τὰ στόματα διαφεύγῃ τὰ ποίμνια͵ ὑπὸ δὲ τῆς ἀῤῥωστίας κατεσθίηται;”

[9] “Ἐπὰν γὰρ λέγῃ ὁ σωτήρ· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός͵ οὐκ ἀκούω μόνον καθολικῶς͵ ὡς πάντες ἀκούουσιν͵ ὅτι ποιμήν ἐστιν τῶν πιστευόντων͵ καὶ τοῦτο μὲν γὰρ καὶ ὑγιὲς καὶ ἀληθές͵ ἀλλὰ καὶ ἐν τῇ ἐμῇ ψυχῇ ὀφείλω ἔχειν ἔνδον μου τὸν Χριστόν͵ ἔνδον μου τὸν καλὸν ποιμένα͵ ποιμαίνοντα τὰ ἐν ἐμοὶ ἄλογα κινήματα͵ ἵνα μηκέτι ἐπὶ τὴν νομὴν ὡς ἔτυχεν ἐξέρχηται͵ ἀλλ΄ ἀγόμενα ὑπὸ τοῦ ποιμένος ταῦτα τὰ ἀλλότριά ποτε τυγχάνοντα αὐτοῦ ἴδια γένηται αὐτοῦ. Διὰ τοῦτο νῦν͵ ἐὰν ποιμὴν ᾖ ἐν ἐμοί͵ ἄρχει μου τῶν αἰσθήσεων· οὐκέτι εἰσὶν ὑπὸ νοῦν ἀλλότριον͵ ἢ ὑπὸ Φαραώ͵ ἢ ὑπὸ Ναβουχοδονόσορ͵ ἀλλὰ ὑπὸ τὸν καλὸν ποιμένα”.  Ὠριγένης, Εἰς Ἱερεμίαν, Ὁμιλία 5, ἑν. 6.

[10] Μ. Βασίλειος, Ἐπιστολὴ 46, ἑν. 6.

[11] “οὐδὲ νῦν ἡμᾶς ἀπολέλοιπεν ὁ Ποιμὴν ὁ καλός͵ ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων· ἀλλὰ καὶ πάρεστι καὶ ποιμαίνει καὶ ὁδηγεῖ καὶ γινώσκει τὰ ἴδια καὶ γινώσκεται ὑπὸ τῶν ἰδίων”.  Γρηγόριος ὁ Θεολόγος, Ὁμιλία 18 – Εἰς τὸν ἑαυτοῦ Πατέρα, PG 35.989.

[12] “Ἐπειδὴ γὰρ πολλαχοῦ ἑαυτὸν τίθησιν ἐν τάξει τῶν πολλῶν͵ ἵνα μή τις νομίσῃ ὅτι ὡς ἄνθρωπος οὕτως ἐγίνωσκεν͵ ἐπήγαγε· Καθὼς γινώσκει με ὁ Πατὴρ͵ κἀγὼ γινώσκω τὸν Πατέρα. Οὕτως ἀκριβῶς αὐτὸν ἐπίσταμαι͵ ὡς αὐτὸς ἐμέ. Διὰ τοῦτο καὶ ἔλεγεν· Οὐδεὶς γινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ͵ καὶ τὸν Πατέρα εἰ μὴ ὁ Υἱός͵ κεχωρισμένην τινὰ γνῶσιν λέγων͵ καὶ τοιαύτην͵ οἵαν οὐδεὶς ἕτερος δύναται σχεῖν”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.329.

[13] “Συνεχῶς τοῦτο λέγει͵ δηλῶν ὅτι οὐκ ἔστι πλάνος. Ἐπεὶ καὶ ὁ Ἀπόστολος͵ ὅτε αὐτὸν ἐβούλετο δεῖξαι γνήσιον ὄντα διδάσκαλον καὶ πρὸς τοὺς ψευδαποστόλους ἀντιπαρεξήγαγε τὸν λόγον͵ ἀπὸ τῶν κινδύνων καὶ τῶν θανάτων ἑαυτὸν συνίστησι λέγων· Ἐν πληγαῖς ὑπερβαλλόντως͵ ἐν θανάτοις πολλάκις. Τὸ μὲν γὰρ λέγειν͵ ὅτι Φῶς εἰμι͵ καὶ Ζωή εἰμι͵ ἐδόκει εἶναι τύφου παρὰ τοῖς ἀνοήτοις· τὸ δὲ λέγειν͵ Ἀποθανεῖν βούλομαι͵ οὐδεμίαν βασκανίαν εἶχεν͵ οὐδὲ φθόνον. Διὰ τοῦτο οὐδὲ λέγουσιν αὐτῷ· Σὺ μαρτυρεῖς περὶ σεαυτοῦ· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Πολλὴν γὰρ ἐδείκνυ τὸ ῥῆμα κηδεμονίαν͵ εἴ γε ὑπὲρ τῶν λιθαζόντων ἐβούλετο ἑαυτὸν ἐκδοῦναι”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.329.

[14] “Ἰδοὺ πάλιν τὸ Δεῖ ῥῆμα κείμενον͵ οὐκ ἀνάγκης ἐστὶν ἀλλὰ τοῦ πάντως ἐσομένου δηλωτικόν· ὡσανεὶ ἔλεγε· Τί θαυμάζετε͵ εἰ οὗτοί μοι μέλλουσιν ἕπεσθαι͵ καὶ τὰ πρόβατα τῆς φωνῆς μου ἀκούειν; Ὅταν γὰρ καὶ ἄλλα ἴδητέ μοι ἀκολουθοῦντα καὶ τῆς φωνῆς μου ἀκούοντα͵ τότε ἐκπλαγήσεσθε μειζόνως. Εἰ δὲ λέγει͵ Ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης͵ μὴ θορυβηθῇς. Ἡ γὰρ διαφορὰ περὶ τὸν νόμον μόνον͵ καθάπερ καὶ ὁ Παῦλός φησιν· Οὔτε περιτομή τι ἰσχύει͵ οὔτε ἀκροβυστία”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.329.

[15] “δίδωσι δέ πως αὐτοῖς καὶ διὰ τούτων ἐννοεῖν͵ ὅτι μεμίσηνται σφόδρα παρὰ Θεοῦ. εἰ γὰρ ἀγαπᾷ τὸν τιθέντα τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων τῆς ἐγχειρισθείσης ἀγέλης͵ ἀνάγκη δὴ πᾶσα νοεῖν͵ ὅτι βδελυρὸν ἡγήσεται τὸν θεωροῦντα τὸν λύκον ἐρχόμενον καὶ ἀνέντα μὲν τὴν ἀγέλην ἐπιπηδῶντι καὶ μαινομένῳ͵ τρεπόμενον δὲ πρὸς φυγήν͵ ὃ δὴ καὶ δρῶντας ἐξήλεγχε τοὺς ἄρχειν λαχόντας τοῦ Ἰουδαίων λαοῦ͵ ἤτοι αὐλῆς”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σελ. 238-9.

[16] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σελ. 230-4.

[17] “Καὶ τίς οὐκ ἔχει ἐξουσίαν θεῖναι τὴν ψυχὴν τὴν ἑαυτοῦ; Ἑκάστῳ γὰρ βουλομένῳ δυνατὸν ἑαυτὸν ἀνελεῖν. Ἀλλ΄ οὐχ οὕτω φησίν· ἀλλὰ πῶς; Οὕτως ἐξουσίαν ἔχω θεῖναι͵ ὡς μηδένα δυνηθῆναι ἄκοντος ἐμοῦ τοῦτο ποιῆσαι· ὅπερ ἐπὶ ἀνθρώπων οὐκ ἔνι. Ἡμεῖς γὰρ οὐκ ἔχομεν ἐξουσίαν ἄλλως θεῖναι͵ ἀλλ΄ ἀναιροῦντες ἑαυτούς”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.330.

[18] Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.331.

[19] Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.332.

[20] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σελ. 246-7.

[21] “Παρὴν δὲ ἐν ταῖς ἑορταῖς ὁ Κύριος οὐχ ὡς συνεορτάσων· πῶς γάρ; ὁ εἰπών Μεμίσηκα ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν· ἀλλ΄ ἵνα τοὺς ἐπωφελεῖς αὐτοῦ λόγους ἐπὶ παρουσίᾳ πολλῶν εἴπῃ͵ ἐμφανῆ ἑαυτὸν καταστήσας τοῖς Ἰουδαίοις͵ καὶ ἀζητήτως αὐτοῖς ἑαυτὸν καταμίξας. ἐγκαίνια δὲ οἰητέον ἐνταῦθα͵ ἤτοι τὴν πρώτην ἑορτὴν καθ΄ ἣν ὁ Σολομὼν ἐπετέλεσε τὰ ἐγκαίνια͵ ἢ ὅτε ὁ Ζοροβάβελ ὕστερον σὺν τῷ Ἰησοῦ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον τὸν ναὸν ᾠκοδόμησε. χειμῶνος δὲ καὶ ὑετοῦ ὄντος τηνικαῦτα͵ εἰκότως ἅπαντες ἐπὶ τὴν στοὰν ἔτρεχον· διὸ καὶ ὁ Χριστὸς ἐκεῖ ἦλθεν͵ ἵνα πᾶσιν γνωρίσῃ ἑαυτὸν τοῖς θέλουσιν αὐτὸν ἰδεῖν͵ καὶ μεταδῷ αὐτοῖς ὠφελείας. οἱ γὰρ ὁρῶντες ἠκονῶντο πρὸς τὸ ἐρωτᾶν τι αὐτόν· ὅτι καὶ μᾶλλον ἐν ταῖς ἀργίαις οἱ ἄνθρωποι πεφύκασι τοὺς τοιούτους ἐπιμελῶς ἀνακινεῖν λόγους”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σ. 249.

[22] “εἰ γὰρ καὶ μὴ ἔφη σαφῶς Ἐγώ εἰμι ὁ Χριστός͵ ἀλλὰ τῶν προσεῖναι πεφυκότων αὐτῷ ἀξιωμάτων πολλὰ παρῆγεν εἰς μέσον͵ ποτὲ μὲν λέγων Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου͵ ποτὲ δὲ πάλιν Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ἐγώ εἰμι ἡ ὁδός· ἐγώ εἰμι ἡ θύρα· ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ἐξ ὧν γὰρ ταῦτα ἑαυτὸν ὀνομάζει͵ σημαίνει ὅτι ὁ Χριστός ἐστι. τοῖς γὰρ τοιούτοις ἀξιώμασιν εἴωθεν ἡ γραφὴ στεφανοῦν τὸν Χριστόν͵ εἰ καὶ λευκῶς τοῦτο αὐτὸν ἀπῄτουν οἱ Ἰουδαῖοι εἰπεῖν. ἄλλως τε τάχα πως καὶ οὐ σφόδρα εὐπαράδεκτον τὸ ἐν ἁπλαῖς λέγειν φωναῖς Ἐγώ εἰμι ὁ Χριστός͵ οὐχ ἑπομένων εἰς ἀπόδειξιν τῶν πραγμάτων͵ δι΄ ὧν ἂν εἰκότως ἐπιστεύθη ὡς αὐτὸς εἴη ὁ Χριστός. ἀσυγκρίτως δὲ κρεῖττον μὴ ἐξ ὧν αὐτὸς ἔλεγε γνωρίζεσθαι αὐτόν͵ ὅτι αὐτός ἐστιν ὁ Χριστὸς͵ ἀλλ΄ ἐκ τῶν προσεῖναι πεφυκότων μᾶλλον καὶ ἐξ ὧν αἱ θεῖαι περὶ αὐτοῦ χρησμῳδοῦσι γραφαί͵ καὶ φανερὸν αὐτὸν ἔσεσθαι μηνύουσιν. ἅπερ μὴ νοήσαντες οἱ Ἰουδαῖοι ὡς ἄγαν μικροψυχοῦντες͵ φασὶ τό Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; ἔθος γὰρ τοῖς ὀλιγωροῦσι τοῦτο λέγειν”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σ. 250.

[23] “οἱ γὰρ πειθόμενοι καὶ ἕπονται ἀπό τινος θεοσδότου χάριτος κατ΄ ἴχνος Χριστοῦ͵ οὐκέτι ταῖς νομικαῖς δουλεύοντες σκιαῖς͵ ἀλλ΄ οἷς ὁ Χριστὸς ἐπιτάττει καὶ τῷ αὐτοῦ ἀκολουθοῦντες λόγῳ͵ διὰ χάριτος εἰς τὸ αὐτοῦ ἀναβήσονται ἀξίωμα͵ υἱοὶ Θεοῦ καλούμενοι. Χριστοῦ γὰρ ἀνιόντος εἰς τοὺς οὐρανοὺς κἀκεῖνοι ἀκολουθήσουσιν αὐτῷ. ἀμοιβὴν δὲ καὶ γέρας τοῖς ἑπομένοις αὐτῷ τὴν ζωὴν τὴν αἰώνιον χαρίσασθαί φησι καὶ τὸ μὴ ὑποκεῖσθαι θανάτῳ ἢ φθορᾷ καὶ ταῖς βασάνοις ταῖς ἐπαγομέναις παρὰ τοῦ Κριτοῦ τοῖς πλημμελήσασι. δι΄ ὧν δὲ δίδωσι ζωὴν δείκνυσιν αὐτὸς ζωὴ ὢν φύσει, καὶ ὅτι αὐτὸς ταύτην χορηγεῖ ἐξ ἑαυτοῦ καὶ οὐκ ἐξ ἑτέρου λαβών. ζωὴν δὲ νοοῦμεν αἰώνιον͵ οὐ τὴν μακροημέρευσιν͵ ἧς πάντες μέλλουσιν ἀπολαύειν μετὰ τὴν ἀνάστασιν καλοί τε καὶ κακοί, ἀλλὰ καὶ τὸ ἐν εὐθυμίᾳ διάγειν”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σ. 252.

[24] “ἐπείπερ ἑώρα τοὺς Ἰουδαίους καταγελῶντας αὐτοῦ ὡς ἀνθρώπου ψιλοῦ͵ μὴ νοοῦντας ὅτι φύσει Θεὸς ἦν ὁ ὁρώμενος καὶ ψηλαφώμενος ἄνθρωπος͵ πείθων αὐτοὺς ὅτι αὐτός ἐστιν ἡ τοῦ Πατρὸς δύναμις͵ φησὶν ὅτι οὐδεὶς ἁρπάσει ἀπὸ τῆς χειρὸς τοῦ Πατρός μου͵ τουτέστιν ἐμοῦ. ἑαυτὸν γάρ φησι τὴν παντοδύναμον τοῦ Πατρὸς δεξιάν, ὡς δι΄ αὐτοῦ πάντα ἐνεργοῦντος τοῦ Πατρός, ὡς καὶ διὰ τῆς ἡμετέρας χειρὸς τὰ παρ΄ ἡμῶν ἐνεργούμενα. ἐν πολλοῖς γὰρ τῆς γραφῆς τόποις ὁ Χριστὸς χεὶρ ὀνομάζεται καὶ δεξιὰ τοῦ Πατρός, ὅπερ σημαίνει τὴν δύναμιν· καὶ ἁπλῶς χεὶρ ὀνομάζεται Θεοῦ ἡ παντουργικὴ ἐνέργεια καὶ ἰσχύς. ἀμείνων γάρ πως ἀεὶ σωματικῆς φαντασίας ὁ περὶ Θεοῦ λόγος. λέγεται δὲ ὁ Πατὴρ διδόναι τῷ Υἱῷ͵ οὐχ ὡς μὴ ἔχοντι ἀεὶ ὑπὸ χεῖρα τὴν κτίσιν͵ ἀλλ΄ ὡς ὄντι αὐτῷ φύσει ζωῇ͵ προσκομίζων ἡμᾶς τοὺς ἐπιδεομένους ζωῆς͵ ἵνα διὰ τοῦ Υἱοῦ ζωοποιηθῶμεν τοῦ ὄντος φύσει ζωῆς καὶ οἴκοθεν ἔχοντος τοῦτο. πλὴν καὶ καθὸ γέγονεν ἄνθρωπος͵ ἁρμόζει αὐτῷ τὸ αἰτεῖν τε καὶ λαμβάνειν παρὰ τοῦ Πατρὸς ἃ εἶχεν ὡς φύσει Θεός”.  Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σελ. 253-4.

[25] Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 2, σελ. 254-5.

[26] “Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰ οἱ χάριτι τοῦτο λαβόντες͵ οὐκ ἐγκαλοῦνται θεοὺς ἑαυτοὺς καλοῦντες, ὁ τῇ φύσει τοῦτο ἔχων͵ πῶς ἂν εἴη δίκαιος ἐπιτιμᾶσθαι; Ἀλλ΄ οὕτω μὲν οὐκ εἶπεν͵ ὕστερον δὲ αὐτὸ κατεσκεύασε͵ πρότερον χαλάσας καὶ καθυφεὶς τῷ λόγῳ καὶ εἰπών· Ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλε· καὶ παραμυθησάμενος αὐτῶν τὸν θυμόν͵ τότε ἐπάγει σαφῆ τὴν ἀπόφασιν. Τέως μὲν γὰρ ὥστε δεχθῆναι τὸν λόγον͵ ταπεινότερον διελέχθη· ὕστερον δὲ ἐπὶ τὸ μεῖζον αὐτὸν ἀνήγαγεν͵ οὕτως εἰπών· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου͵ μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ͵ κἂν ἐμοὶ οὐ πιστεύητε͵ τοῖς ἔργοις μου πιστεύσατε. Ὁρᾷς πῶς τοῦτο ὅπερ εἶπον κατασκευάζει͵ ὅτι εἰς οὐδέν ἐστιν ἐλάττων αὐτοῦ͵ ἀλλὰ πανταχοῦ ἴσος; Ἐπειδὴ γὰρ τὴν οὐσίαν αὐτοῦ ἰδεῖν ἀμήχανον ἦν͵ ἀπὸ τῆς τῶν ἔργων ἰσότητός τε καὶ ταυτότητος τὴν ἀπόδειξιν τῆς κατὰ τὴν δύναμιν ἀπαραλλαξίας παρέχεται”.  Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.339.

[27] Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.339-40.

 

 

<<

>>

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ  -  ΚΑΤΑ ΙΩΑΝΝΗΝ

^

www.myriobiblos.gr/bible/nt-fathers.asp

ΕΠΙΚΟΙΝΩΝΙΑ