The New Testament

ΟΙΚΟΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΒΙΒΛΟΥ        ΜΥΡΙΟΒΙΒΛΟΣ



ΚΑΤΑ ΙΩΑΝΝΗΝ

1

 

Μακαρία εἶ͵ πόλις Ἐφεσίων͵ ὅτι τοιούτου σε ἀνδρὸς πόδες ἐπάτησαν͵ οὗ τὴν καθαρὰν διαγωγὴν καὶ τὰ ἴχνη ἄγγελοι ἐθαύμασαν· μακαρία εἶ͵ πόλις Ἐφεσίων͵ ὅτι πρώτη πάσης πόλεως ὑψηλοτέρα ἀνεδείχθης͵ διὰ Ἰωάννην τὸν ἠγαπημένον· μακαρία εἶ͵ ὅτι πᾶσαι τῆς οἰκουμένης αἱ Ἐκκλησίαι σοῦ μαθήτριαι τυγχάνουσι͵ παρὰ σοῦ διδαχθεῖσαι θεολογεῖν͵ Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ὥσπερ γὰρ ἐὰν ᾖ λύχνος ἔν τινι τόπῳ καιόμενος καὶ πανταχόθεν πολλοὶ προστρέχοντες͵ ἐκεῖθεν ἕκαστος ἀνάψας θαῤῥῶν λοιπὸν πορεύεται͵ μηδαμῶς προσκόπτων͵ μηδὲ πλανώμενος, οὕτω καὶ ἐν Ἐφέσῳ γέγονε. Πρώτη ἀνάψασα τὸν τῆς θεολογίας λύχνον͵ πᾶσαι τῶν περάτων αἱ Ἐκκλησίαι πρὸς σὲ δραμοῦσαι͵ ἑκάστη τὴν ἑαυτῆς λαμπάδα τὴν θεολογίαν ἀνῆψε καὶ ὑπέστρεψε χαίρουσα Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Καὶ ἐν Ἐφέσῳ τοῦ ἰδίου φωτὸς τῆς θεολογίας οὐκ ἠλαττώθη, καὶ ἡ οἰκουμένη τὰ ἴσα φῶτα κατέχουσα κηρύττει τὸ Ἐν ἀρχῇ ἦν ὁ Λόγος.”[1] 

   Ἐν ἀρχῇ ἦν ὁ Λόγος, [2] καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, [3] καὶ Θεὸς ἦν ὁ Λόγος. [4] 2 οὗτος ἦν [5] ἐν ἀρχῇ πρὸς τὸν Θεόν

Μὴ ἔξω διαβλέψῃ διὰ τῆς δεικτικῆς φωνῆς τὸν ὑποδεικνύμενόν σοι περισκοπῶν͵ ἀλλ΄ εἴσελθε εἰς τὰ κρυπτὰ τῆς σεαυτοῦ ψυχῆς, καὶ ὃν ἐδιδάχθης Θεὸν τὸν ἐν ἀρχῇ ὄντα͵ τὸν ὡς Λόγον προελθόντα͵ τὸν πρὸς τὸν Θεὸν ὄντα͵ τοῦτον γνωρίσας καὶ καταπλαγεὶς καὶ προσκυνήσας τὸν σεαυτοῦ Δεσπότην͵ τόν σοι διὰ τῆς διδασκαλίας ἐνιδρυθέντα͵ γνώριζε͵ ὅτι οὗτος ἦν ἐν ἀρχῇ, τουτέστιν, ἀεὶ πρὸς τὸν Θεόν, τὸν ἑαυτοῦ Πατέρα.”[6]  

   3 πάντα διαὐτοῦ ἐγένετο[7] καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. [8] 4 ἐν αὐτῷ ζωὴ ἦν [9] καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· [10] 5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.

Εἰ τοίνυν τῇ σαρκί λέγεις φῶς εἶναι, ἄρα, ἀναληφθέντος καί κρυβέντος αὐτοῦ, διέστη λοιπόν καί ἐχωρίσθη τῶν μαθητῶν, ἔπειτα καί ἡμῶν, καί οὕτω κατά σέ σκοτεινός ὅλος ὁ κόσμος ἐγένετο. Εἰ δέ τῇ θεότητι φῶς εἰπεῖν εἶναι τοῦ κόσμου ὁμολογεῖς, πῶς καί μή βλέπειν αὐτόν λέγεις καί ἐν σοί εἶναι ὑπολαμβάνεις;”[11] 

   6 Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· 7 οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν διαὐτοῦ. 8 οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. 9 Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον,[12] ἐρχόμενον εἰς τὸν κόσμον. [13]  

,τι περ ὀφθαλμῷ τὸ αἰσθητόν ἐστι φῶς͵ τοῦτο ψυχῇ ὁ Θεός ἐστι Λόγος. ν γάρ͵ φησί͵ τὸ φῶς τὸ ἀληθινόν͵ ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ὥστε ἀφώτιστος ψυχὴ ἀδύνατός ἐστι πρὸς νόησιν”[14] 

   10 ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος διαὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.  

“Ἀπ᾿ ἀρχῆς ἦν ὁ Θεός πανταχοῦ, ὁ ζωογονῶν πάντα ἄνθρωπον ἐρχόμενον εἰς τόν κόσμον, καί πρό τοῦ ποιῆσαι τόν κόσμον ἐν τῷ κόσμῳ ἦν. Πῶς; Ὅτι προϋφέστηκε παρ᾿ αὐτῷ καί ἐν αὐτῷ τά πάντα· οἱ γάρ μήπω γεννηθέντες, οὐχ ὡς μή ὄντες, ἀλλ᾿ ὡς ἤδη γεγονότες, παρά τῷ Θεῷ εἰσιν. Εἶτα ποιήσας τόν κόσμον, οὐ τόπῳ διέστη τοῦ κόσμου, ἀλλ᾿ ἐν αὐτῷ ἦν καί ὁ κόσμος αὐτόν οὐκ ἔγνω.”[15] 

   11 εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον, [16] 12 ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, [17] τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, [18] 13 οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλἐκ Θεοῦ ἐγεννήθησαν. [19] 14 Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, [20] καὶ ἐσκήνωσεν ἐν ἡμῖν, [21] καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, [22] πλήρης χάριτος καὶ ἀληθείας. [23]  

Ὁ Λόγος σὰρξ ἐγένετο͵ καὶ ἐσκήνωσεν ἐν ἡμῖν͵ καὶ ἐπὶ τοσοῦτον ἑαυτὸν ἐταπείνωσεν͵ ὥστε γενέσθαι Ὑπήκοος μέχρι θανάτου͵ θανάτου δὲ σταυροῦ. Εἰ μὴ τῆς πρώτης σεαυτοῦ γενέσεως μέμνησαι͵ ἐκ τῆς καταβληθείσης ὑπὲρ σοῦ τιμῆς λάβε τοῦ ἀξιώματος ἔννοιαν, ἀπόβλεψόν σου πρὸς τὸ ἀντάλλαγμα καὶ γνῶθι σεαυτοῦ τὴν ἀξίαν.”[24] 

   15 Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων, Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. 16 ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ [25] ἡμεῖς πάντες ἐλάβομεν, [26] καὶ χάριν ἀντὶ χάριτος· 17 ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. [27] 

“Ὣσπερ ἐστὶ τὰ κλήματα ὁμοούσια τῆς ἀμπέλου καὶ ἐξ αὐτῆς͵ οὕτως καὶ ἡμεῖς ὁμογενῆ τὰ σώματα ἔχοντες τῷ σώματι τοῦ Κυρίου ἐκ τοῦ πληρώματος αὐτοῦ λαμβάνομεν͵ κἀκεῖνο ῥίζαν ἔχομεν εἰς τὴν Ἀνάστασιν καὶ τὴν σωτηρίαν. ὁ δὲ Πατὴρ εἴρηται ὁ γεωργός· αὐτὸς γὰρ εἰργάσατο διὰ τοῦ Λόγου τὴν ἄμπελον͵ ἥτις ἐστὶ τὸ ἀνθρώπινον τοῦ σωτῆρος͵ καὶ αὐτὸς δι΄ αὐτοῦ τοῦ Λόγου τὴν εἰς βασιλείαν ὁδὸν ἡμῖν ἡτοίμασε͵ καὶ οὐδεὶς ἔρχεται πρὸς τὸν Κύριον͵ εἰ μὴ ὁ Πατὴρ αὐτὸν ἑλκύσει πρὸς αὐτόν.”[28] 

   18 Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· ὁ μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς [29] ἐκεῖνος ἐξηγήσατο.  

“Μαρτύρομαι παντὶ ἀνθρώπῳ ὁμολογοῦντι Χριστὸν καὶ τὸν Θεὸν ἀρνουμένῳ͵ ὅτι Χριστὸς αὐτὸν οὐδὲν ὠφελήσει. Ἢ Θεὸν ἐπικαλουμένῳ͵ τὸν δὲ Υἱὸν ἀθετοῦντι͵ ὅτι ματαία ἐστὶν ἡ πίστις αὐτοῦ. Καὶ τῷ τὸ Πνεῦμα παραιτουμένῳ͵ ὅτι ἡ εἰς Πατέρα καὶ Υἱὸν πίστις αὐτῷ εἰς κενὸν ἀποβήσεται͵ ἣν οὐδὲ ἔχειν δύναται͵ μὴ συμπαρόντος τοῦ Πνεύματος. ... Οὔτε γὰρ Υἱὸν προσκυνῆσαι δυνατόν͵ εἰ μὴ ἐν Πνεύματι ἁγίῳ͵ οὔτε ἐπικαλέσασθαι δυνατὸν τὸν Πατέρα͵ εἰ μὴ ἐν τῷ τῆς υἱοθεσίας Πνεύματι.”[30]  

   19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ; 20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός. 21 καὶ ἠρώτησαν αὐτόν· Τί οὖν; Ἠλίας εἶ σύ; καὶ λέγει· Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, Οὔ. 22 εἶπoν οὖν αὐτῷ· Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; 23 ἔφη· Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης.  

“Φωνὴ τοῦ ἐξ ἀρχῆς βοῶντος ἐν τῇ ἐρήμῳ͵ τῇ φύσει λέγω τῶν ἀνθρώπων ἢ τῷ κόσμῳ τούτῳ͵ Θεοῦ Λόγου προδήλως ἐστὶ πᾶς ἅγιος. ... Σαφὴς δὲ καὶ πρόδηλος ἑτοιμασία τῆς θείας ὁδοῦ καθέστηκεν ἡ τῶν τρόπων τε καὶ λογισμῶν ἐπὶ τὸ κρεῖττον μεταβολὴ καὶ διόρθωσις καὶ ἡ τῶν προτέρων κάθαρσις μολυσμῶν. Ὁδὸς δὲ καλή τε καὶ ἐπίδοξος ὁ κατ΄ ἀρετὴν ὑπάρχει βίος, ἐν ᾧ καθάπερ ὁδῷ τὸν ἐν ἑκάστῳ ποιεῖται τῆς σωτηρίας δρόμον ὁ Λόγος͵ ἐνοικῶν τε διὰ τῆς πίστεως καὶ ἐμπεριπατῶν τοῖς κατ΄ ἀρετήν τε καὶ γνῶσιν διαφόροις θεσμοῖς τε καὶ δόγμασι.”[31] 

   24 Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων· 25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον αὐτῷ· Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτε Ἠλίας οὔτε ὁ προφήτης; 26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, 27 αὐτὸς ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, [32] ὃς ἔμπροσθέν μου γέγονεν, οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. 28 Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων.

   29 Τῇ ἐπαύριον βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. [33] 30 οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. 31 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων. 32 Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτόν· 33 κἀγὼ οὐκ ᾔδειν αὐτόν, [34] ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. 34 κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ. [35]

“Εἴη μὲν γὰρ οἰκονομικῶς ἁγιάσων τὸν Ἰορδάνην ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός͵ κατηξίου δὲ σὺν ἡμῖν βαπτίζεσθαι͵ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον διὰ τῶν αὐτῇ πρεπόντων διοικούμενος τρόπων. ἔδει γὰρ ἄνθρωπον γεγονότα γινώσκεσθαι τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον͵ ἀλλ΄ ἐβαπτίζετο μὲν ὡς ἄνθρωπος͵ ἐβάπτιζε δὲ θεικῶς ἐν ἁγίῳ Πνεύματι. καὶ οὐ δήπου φαμὲν ὡς ἢ ὑπουργικῶς ἢ ὡς παρ΄ ἑτέρου τινὸς τοῖς βαπτιζομένοις τὴν τοῦ ἁγίου Πνεύματος διηκονεῖτο μέθεξιν͵ ἀπετέλει δὲ μᾶλλον ἡγιασμένους͵ ὡς φύσει Θεὸς ἐνιεὶς αὐτὸς ἐξ ἰδίου πληρώματος.”[36] 

  35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, 36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. 37 καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. 38 στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· 39 Τί ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ· Ραββί· ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε· ποῦ μένεις; 40 λέγει αὐτοῖς· Ἔρχεσθε καὶ ἵδετε. [37] ἦλθαν οὖν καὶ εἶδον ποῦ μένει, καὶ παρ' αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. [38] 41 Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ· 42 εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν· ὅ ἐστιν μεθερμηνευόμενον Χριστός· 43 καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. [39] ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν· Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. [40]

   44 Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. 45 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 46 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. 47 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. [41] 48 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. [42] 49 λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. 50 ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐτῷ· Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 51 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ. 52 καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ' ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. [43] 

Τοιοῦτον γὰρ τῶν ἐρώντων τὸ ἔθος· οὐδὲ τὸν καιρὸν ἀναμένουσιν͵ ἀλλὰ προλαμβάνουσι τὴν προθεσμίαν τῇ ἡδονῇ. Διὰ τοῦτο καταβαίνουσιν͵ ἐπειγόμενοι τὸ καινὸν καὶ παράδοξον ἐκεῖνο ἰδεῖν θέαμα͵ ἄνθρωπον ἐν οὐρανῷ φανέντα.”[44] “Πᾶσα φύσις ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον. Τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον. Ἡμῖν μὲν συνδιάγοντα͵ ἀκούοντα δὲ παρὰ πάντων, Ἀλληλούϊα.” [45]

 


 


[1] Ἰωάννης ὁ Χρυσόστομος, Εἰς τὸν ἁγ. Ἰωάννην τὸν Θεολόγον, PG 59.609.

[2] “Ἐρεύνα τὴν διάνοιαν τοῦ ῥήματος. Διὰ τί Λόγος; Ἵνα δειχθῇ͵ ὅτι ἐκ τοῦ νοῦ προῆλθε. Διὰ τί Λόγος; Ὅτι ἀπαθῶς ἐγεννήθη. Διὰ τί Λόγος; Ὅτι εἰκὼν τοῦ γεννήσαντος͵ ὅλον ἐν ἑαυτῷ δεικνὺς τὸν γεννήσαντα͵ οὐδὲν ἐκεῖθεν ἀπομερίσας καὶ τέλειος ὑπάρχων καθ΄ ἑαυτόν· ὡς καὶ ὁ ἡμέτερος λόγος ὅλην ἡμῶν ἀπεικονίζει τὴν ἔννοιαν. Ἃ γὰρ κατὰ καρδίαν ἐνενοήσαμεν͵ ταῦτα τῷ ῥήματι προηνέγκαμεν καὶ ἔστι τοῦ ἐν τῇ καρδίᾳ νοήματος ἀπεικόνισμα τὸ λαλούμενον. Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας ὁ λόγος προφέρεται. Καὶ ἔστιν ἡ μὲν καρδία ἡμῶν οἷον πηγή τις͵ ὁ δὲ προφερόμενος λόγος οἷον ὁλκός τις ἐκ τῆς πηγῆς ταύτης ῥέων. Τοσοῦτον οὖν τὸ ἀποῤῥέον͵ ὅσον τὸ πρώτως ἀναφερόμενον· καὶ οἷον τὸ κεκρυμμένον͵ τοσοῦτον καὶ τὸ φαινόμενον. Λόγον οὖν εἶπεν͵ ἵνα τὴν ἀπαθῆ σοι γέννησιν τοῦ Πατρὸς παραστήσῃ καὶ τὴν τελείαν ὕπαρξίν σοι τοῦ Υἱοῦ θεολογήσῃ καὶ τὴν ἄχρονον συνάφειαν τοῦ Υἱοῦ πρὸς Πατέρα διὰ τούτων ἐνδείξηται. Καὶ γὰρ ὁ ἡμέτερος λόγος τοῦ νοῦ γέννημα͵ ἀπαθῶς γεννώμενος· οὔτε γὰρ τέμνεται͵ οὔτε μερίζεται͵ οὔτε ῥέει· ἀλλὰ μένων ὅλος ὁ νοῦς ἐν τῇ ἰδίᾳ συστάσει ὅλον τὸν λόγον καὶ ἀπηρτισμένον ὑφίστησι· καὶ προελθὼν ὁ λόγος πᾶσαν τοῦ γεννήσαντος νοῦ τὴν δύναμιν ἐν ἑαυτῷ περιέχει. Ὅσον οὖν εὐσεβὲς͵ τοσοῦτον λαβὼν πρὸς τὴν τοῦ Μονογενοῦς θεολογίαν ἐκ τῆς τοῦ λόγου φωνῆς· ὅπερ ἂν εὕρῃς ἀπεμφαῖνον καὶ ἀνάρμοστον φαινόμενον͵ τοῦτο παραίτησαι καὶ ὑπέρβηθι μηχανῇ πάσῃ. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Εἰ δὲ εἶπεν· Ἐν ἀρχῇ ἦν ὁ Υἱὸς τῇ προσηγορίᾳ τοῦ Υἱοῦ συνεισῆλθεν ἄν σοι ἡ περὶ τοῦ πάθους ἔννοια. Ἐπειδὴ γὰρ παρ΄ ἡμῖν τὰ γεννῶντα χρόνῳ γεννᾷ καὶ ἐμπαθῶς γεννᾷ͵ διὰ τοῦτο προλαβὼν͵ Λόγον εἶπε͵ προδιορθούμενος τὰς ἀπρεπεῖς ὑπολήψεις͵ ἵνα σου τὴν ψυχὴν ἄτρωτον διασώσηται.” Μ. Βασίλειος, Εἰς τὸ Ἐν ἀρχῇ ἦν ὁ Λόγος, PG 31.477-480.

[3] “Ποῦ ἦν ὁ Λόγος; Οὐκ ἐν τόπῳ· οὐ γὰρ περιέχεται τόπῳ τὰ ἀπερίγραπτα. Ἀλλὰ ποῦ ἦν; Πρὸς τὸν Θεόν. Οὔτε ὁ Πατὴρ ἐν τόπῳ͵ οὔτε ὁ Υἱὸς ἐν περιοχῇ τινι καὶ περιγραφῇ ὁμολογουμένῃ κατειλημμένος· ἀλλ΄ ἄπειρος μὲν ὁ Πατὴρ͵ ἄπειρος δὲ ὁ Υἱός. Πᾶν ὅπερ ἂν νοήσῃς καὶ ὅπουπερ ἂν πορευθῇς τῷ πνεύματί σου͵ τοῦ Θεοῦ εὑρήσεις πεπληρωμένον· πανταχοῦ συμπαρεκτεινομένην εὑρήσεις τοῦ Υἱοῦ τὴν ὑπόστασιν.” Μ. Βασίλειος, Εἰς τὸ Ἐν ἀρχῇ ἦν ὁ Λόγος, PG 31.480.

[4] “Ὃ δή ποτε μέρος λόγου τέθεικεν ἡ γραφή͵ τὸ ἐν ἀρχῇ͵ νόει μοι ἀρχὴν θεϊκὴν ἀΐδιον οὖσαν. ταὐτοῦ δέ ποθεν σημαντικὸν καὶ τὸ ἦν. τὸ δὲ ὁ Λόγος τὴν ὁμοούσιον ὑπόστασιν πρὸς τὸν Πατέρα δείκνυσιν· ἵνα δὲ μὴ δοκῶμεν τὸν Υἱὸν εἶναί ποτε͵ ὅτε ἀφανὴς ἦν ἐν τῷ Πατρὶ κρυπτόμενος͵ καὶ ἵνα μὴ προφορικὸν λόγον καὶ ἐνδιάθετον ὑπολαμβάνωμεν (τὸν γὰρ τοιοῦτον λόγον ἐν τινὶ εἶναι χρὴ ἐννοίᾳ ἢ ἐν γράμματι καθ΄ ἑαυτὸν ὑπόστασιν οὐκ ἔχοντα)͵ διὰ ταῦτα εἴρηκε καὶ ὁ Ἰωάννης Καὶ ὁ Λόγος ἦν - οὐκ ἐν τῷ Θεῷ͵ ἀλλὰ - πρὸς τὸν Θεόν͵ ἰδίαν ὑπόστασιν ἐπιγράφων τῷ Λόγῳ ἐκ πατρικῆς οὐσίας ὑφεστῶσαν. τὸν αὐτὸν τρόπον καὶ ἵνα μὴ νοοῖτο σοφία ἡ τεχνιτευτική͵ ἡ τὸ εἶναι ἔν τινι ἔχουσα ἢ ἐν ἀνδρὶ ἢ ἐν κατασκευάσματι͵ εἴρηκεν Ἦν πρὸς τὸν Θεόν͵ ἵνα νοηθῇ Θεὸς ἐκ Θεοῦ ὑπάρχων. πρὸς δὲ καὶ τὴν προσηγορίαν εἴληχε· Καὶ Θεὸς ἦν ὁ Λόγος· Θεὸς δὲ ὅτι ἀρχὴν οὐκ ἂν ἔχοι͵ ἐπεὶ οὐκ ἂν εἴη Θεός· ὅπερ οὐ μόνον ἡμεῖς͵ ἀλλὰ καὶ φιλοσόφων παῖδες θεσπίζουσιν͵ ὧν οὐ προσῆκέ σε ἥττονα τὴν κατὰ Θεὸν κεκτῆσθαι γνῶσιν.” Γρηγόριος Νύσσης, Κατὰ Ἀρείου καὶ Σαβελλίου, Mueller, τ. 3.1, σ. 81.

[5] “Αὐτὸς ἡμῖν ὁ εὐαγγελιστὴς ἐν ἑτέρῳ λόγῳ τοῦ τοιούτου ῏Ην τὸ σημαινόμενον ἔδειξεν͵ εἰπών· ‘Ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ παντοκράτωρ.’ Οἷον γὰρ τὸ ὢν τοιοῦτον καὶ τὸ ἦν͵ ἀΐδιον ὁμοίως καὶ ἄχρονον.” Μ. Βασίλειος, Κατὰ Εὐνομίου, PG 29.600.

[6] Μ. Βασίλειος, Εἰς τὸ Ἐν ἀρχῇ ἦν ὁ Λόγος, PG 31.481.

[7] “Οὐκ ὀργανικήν τινα οὐδὲ δουλικὴν ὑπηρεσίαν πληροῦντος͵ ἀλλὰ δημιουργικῶς τὸ πατρικὸν ἐπιτελοῦντος θέλημα.” Μ. Βασίλειος, Περὶ τοῦ ἁγίου Πνεύματος, κεφ. 8, ἑν. 19. | “Ζῶν ὁ Λόγος͵ ἐν ᾧ γεγόνασιν οἱ οὐρανοί. Οὗτος αὐτὸς ὁ Θεὸς Λόγος͵ περὶ οὗ ὁ Ἰωάννης βοᾷ· Πάντα δι΄ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ζωὴν τὸ Πνεῦμα δείκνυσι τὸ ζωοποιοῦν͵ κατὰ τὸ γεγραμμένον· Ζωὴ τὸ Πνεῦμα τὸ τῶν οὐρανίων δυνάμεων ἀποτελεστικόν. Τοῦτο αὐτὸ μετὰ Πατρὸς καὶ Υἱοῦ δοξαζόμενον. Οὔτε γὰρ προφορᾷ δημιουργεῖ ῥημάτων Θεὸς͵ κἂν ἀνθρωπινωτέρως ὀνομάζηται λόγια Θεοῦ προφορικὰ ῥήματα, οὔτε πνεύματος ἀερίου προχύσει κοσμοῦνται οἱ οὐρανοί. Πνεῦμα γὰρ τῷ ζῶντι Λόγῳ συντεταγμένον εἰς τὸ δημιουργεῖν͵ ζῶσα δύναμις καὶ θεία φύσις͵ ἄῤῥητος ἐξ ἀῤῥήτου στόματος πεφηκυῖα͵ ἀῤῥήτως καὶ κατὰ τὴν ἐμφύσησιν εἰς τὸν ἄνθρωπον ἀπεσταλμένη καὶ κατὰ τὸν σωματικῶς ὑπὸ τοῦ Κυρίου διδαχθέντα τύπον͵ αὖθις ὑπ΄ αὐτοῦ δι΄ ἐμφυσήσεως ἀποκαθισταμένη· συντρέχειν γὰρ δεῖ τῇ κατ΄ ἀρχὴν καινότητι τὴν νῦν ἀνακαίνωσιν καὶ τὴν συνδρομήν. Ἐξετύπωσεν οὖν ἐμφυσήσας͵ οὐχ ἕτερος ὢν παρὰ τὸν ἐξ ἀρχῆς ἐμφυσήσαντα͵ ἀλλ΄ αὐτός͵ δι΄ οὗ Θεὸς δέδωκε τὴν ἐμφύσησιν͵ τότε μὲν μετὰ ψυχῆς͵ νῦν δὲ εἰς ψυχήν. Οὕτω δημιουργεῖ Θεός͵ οὐ χειρῶν κινήσει σωματικῶν͵ ἀλλ΄ ἐνεργείᾳ ζῶντος Λόγου καὶ Πνεύματος μεταδόσει ζωοποιοῦ. Εἰ δὴ καὶ κατ΄ ἀρχὴν ἐν Πνεύματι τὰ πάντα πεποίηται καὶ ἀνακαινοῦται πάλιν ἐν Πνεύματι, μία καὶ ἡ αὐτὴ προφανῶς ἐνέργεια Θεοῦ δι΄ Υἱοῦ ἐν Πνεύματι φαίνεται.” Μ. Βασίλειος, Κατὰ Εὐνομίου, PG 29.728-9.

[8] “Οἷον γὰρ εἴ τις͵ λύραν μουσικὸς ἁρμοσάμενος καὶ τὰ βαρέα τοῖς ὀξέσι καὶ τὰ μέσα τοῖς ἄλλοις τῇ τέχνῃ συναγαγών͵ ἓν τὸ σημαινόμενον μέλος ἀποτελοίη, οὕτω καὶ ἡ τοῦ Θεοῦ σοφία τὸ ὅλον ὡς λύραν ἐπέχων καὶ τὰ ἐν ἀέρι τοῖς ἐπὶ γῆς συναγαγών͵ καὶ τὰ ἐν οὐρανῷ τοῖς ἐν ἀέρι καὶ τὰ ὅλα τοῖς κατὰ μέρος συνάπτων καὶ περιάγων τῷ ἑαυτοῦ νεύματι καὶ θελήματι͵ ἕνα τὸν κόσμον καὶ μίαν τὴν τούτου τάξιν ἀποτελεῖ καλῶς καὶ ἡρμοσμένως͵ αὐτὸς μὲν ἀκίνητος μένων παρὰ τῷ Πατρί͵ πάντα δὲ κινῶν τῇ ἑαυτοῦ συστάσει͵ ὡς ἂν ἕκαστον τῷ ἑαυτοῦ Πατρὶ δοκῇ. τὸ γὰρ παράδοξον αὐτοῦ τῆς θεότητος τοῦτό ἐστιν͵ ὅτι ἑνὶ καὶ τῷ αὐτῷ νεύματι πάντα ὁμοῦ καὶ οὐκ ἐκ διαστημάτων͵ ἀλλ΄ ἀθρόως ὅλα τά τε ὀρθὰ καὶ τὰ περιφερῆ͵ τὰ ἄνω͵ τὰ μέσα͵ τὰ κάτω͵ τὰ ὑγρά͵ τὰ ψυχρά͵ τὰ θερμά͵ τὰ φαινόμενα καὶ τὰ ἀόρατα περιάγει καὶ διακοσμεῖ κατὰ τὴν ἑκάστου φύσιν. ὁμοῦ γὰρ τῷ αὐτῷ νεύματι αὐτοῦ τὸ μὲν ὀρθὸν ὡς ὀρθόν͵ τὸ δὲ περιφερὲς περιάγεται, τὸ δὲ μέσον ὡς ἔστι κινεῖται, τὸ θερμὸν θερμαίνεται καὶ τὸ ξηρὸν ξηραίνεται καὶ τὰ ὅλα ὡς ἔχει φύσεως ζωοποιεῖται καὶ συνίσταται παρ΄ αὐτοῦ, καὶ θαυμαστή τις καὶ θεία ἀληθῶς ἁρμονία ἀποτελεῖται δι΄ αὐτοῦ.” Μ. Ἀθανάσιος, Κατὰ Ἑλλήνων, ἑν. 42.

[9] “Οὐ μόνον͵ φησί͵ δι΄ αὐτοῦ τὰ πάντα ἐγένετο͵ ἀλλὰ καὶ εἴτι γέγονεν͵ ἦν ἐν αὐτῷ ἡ ζωή͵ τουτέστιν͵ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος͵ ἡ πάντων ἀρχὴ καὶ σύστασις͵ ὁρατῶν τε καὶ ἀοράτων͵ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. αὐτὸς γὰρ ὑπάρχων ἡ κατὰ φύσιν ζωή͵ τὸ εἶναι καὶ ζῆν καὶ κινεῖσθαι πολυτρόπως τοῖς οὖσι χαρίζεται͵ οὐ κατὰ μερισμόν τινα καὶ ἀλλοίωσιν εἰς ἕκαστα τῶν τῇ φύσει διεστηκότων χωρῶν, ἀλλ΄ ἡ μὲν κτίσις͵ ὡς πρὸς ἑαυτὴν ἀφάτῳ δυνάμει καὶ σοφίᾳ τοῦ Δημιουργοῦ ποικίλλεται, μία δὲ ἡ πάντων ζωὴ χωροῦσα πρὸς ἕκαστον͵ ὡς ἂν αὐτῷ πρέπῃ καὶ δύνηται μετασχεῖν.” Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σ. 75.

[10] “Ὁ Θεὸς φῶς ἐστι τῶν ἀνθρώπων καὶ ἐν φωτὶ ἀθανάτῳ ζῶσιν οἱ ἄνθρωποι γεννηθέντες ἄνωθεν ἐκ τοῦ Θεοῦ καὶ τέκνα ὄντες Θεοῦ. τοῦτο γὰρ τὸ φῶς ἀπὸ τοῦ νῦν ἐλλάμπει καὶ φωτίζει τὰς ψυχὰς τῶν τέκνων τοῦ φωτὸς τῶν ἐκ Πνεύματος γεννηθέντων. τοῦτο τὸ φῶς ἐστιν αὐτοῖς ἀνάπαυσις͵ ζωή͵ βρῶσις͵ πόσις͵ τὰ ἐνδύματα͵ ὅπλα͵ τὸ νῖκος͵ ὁ στέφανος͵ ἡ χαρά.” Μακάριος ὁ Αἰγύπτιος, Ὁμιλία 44, κεφ. 2, ἑν. 2.

[11] “Εἰ φῶς τοῦ κόσμου ὁ Χριστός, οἱ μή ὁρῶντες αὐτόν ἅμα τυφλοί· εἰ δέ φῶς καί τό Πνεῦμα τό Ἅγιον, ὥσπερ οὖν καί φῶς, πῶς καί μή ὁρᾶν αὐτό λέγεις καί ἐν σοί εἶναι ἀγνώστως νομίζεις; Εἰ δέ λέγεις ὑπό παθῶν ἐν σοί τό Πνεῦμα καλύπτεσθαι, περιγραπτόν, ὡς οὐκ οἶδας, τό θεῖον ποιεῖς καί ὑπό τῆς κακίας κυριευόμενον· σκότος γάρ ἡ πονηρά γνώμη καί δίχα σωματικῆς ἁμαρτίας ἐστίν. Ὁ οὖν λέγων ἔχειν ἐν τῇ ἑαυτοῦ καρδίᾳ τό φῶς ὑπό τοῦ σκότους τῶν παθῶν καλυπτόμενον καί ὑπ᾿ αὐτοῦ μή ὁρώμενον, ὑπό τῆς σκοτίας λέγει κρατεῖσθαι τό φῶς· καί τό οὕτω λέγον Ἅγιον Πνεῦμα· ‘Καί τό φῶς ἐν τῇ σκοτίᾳ φαίνει καί ἡ σκοτία αὐτό οὐ κατέλαβεν’ ψευδόμενον ἀποφαίνεται. Τό Πνεῦμα τό Ἅγιον μή καταλαμβάνεσθαι λέγει ὑπό τῆς σκοτίας τό φῶς, καί σύ λέγεις ὑπό τοῦ ζόφου τῶν παθῶν ἐν σοί κατακρύπτεσθαι; Γνῶθι οὖν σεαυτόν πρῶτον, ὅστις ἄν ᾖς ὁ τοῦτο λέγων, ἐν γνώσει σαφῶς ἁμαρτάνοντα· εἰ γάρ ὁμολογεῖς τῶν παθῶν τό σκότος τοῦ ἐν σοί φωτός κάλυμμα γενέσθαι, ἤδη σεαυτόν ἐν πρώτοις καταλέγεις καὶ κατηγορεῖς, ὅτι οἶδας ἐν σκότει καθῆσθαι καί δουλεύειν τοῖς πάθεσι καί ἐξουσίαν λαβών τέκνον γενέσθαι Θεοῦ, ἤτοι φωτός, καί χρηματίσαι ἡμέρας υἱός, ἄπρακτος ὤν σύ καί ἀργός, ἐν νυκτί διάγεις, διαναστῆναι πρός ἐργασίαν τῶν ἐντολῶν τοῦ Θεοῦ καί ἀποδιῶξαι τό νέφος τῶν παθῶν μή βουλόμενος, ἀλλ᾿ ὡς ἐν βορβόρῳ, τῇ σῇ ῥυπαρᾷ καρδίᾳ, τόν ἐκ τῶν οὐρανῶν κατελθόντα διά τήν σωτηρίαν τήν σήν παρορᾷς κείμενον.” Συμεὼν ὁ Νέος Θεολόγος, Λόγος Ι΄, Περὶ τῆς φοβερᾶς τοῦ Κυρίου ἡμέρας.., ΟΚ, τ. 2,  σελ. 310-311.

 

Ιωάννης ο Πρόδρομος

 

[12] Εἰ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον͵ πῶς ἀφώτιστοι μεμενήκασι τοσοῦτοι; Οὐ γὰρ δὴ πάντες ἐπέγνωσαν τοῦ Χριστοῦ τὸ σέβας. Πῶς οὖν φωτίζει πάντα ἄνθρωπον; Τό γε εἰς αὐτὸν ἧκον. Εἰ δέ τινες ἑκόντες τοὺς τῆς διανοίας ὀφθαλμοὺς μύσαντες͵ μὴ βούλοιντο παραδέξασθαι τοῦ φωτὸς τούτου τὰς ἀκτῖνας͵ οὐ παρὰ τὴν τοῦ φωτὸς φύσιν ἡ σκότωσις ἐκείνοις͵ ἀλλὰ παρὰ τὴν κακουργίαν τῶν ἑκοντὶ ἀποστερούντων ἑαυτοὺς τῆς δωρεᾶς. Ἡ μὲν γὰρ χάρις εἰς πάντας ἐκκέχυται͵ οὐκ Ἰουδαῖον͵ οὐχ Ἕλληνα͵ οὐ βάρβαρον͵ οὐ Σκύθην͵ οὐκ ἐλεύθερον͵ οὐ δοῦλον͵ οὐκ ἄνδρα͵ οὐ γυναῖκα͵ οὐ πρεσβύτην͵ οὐ νέον ἀποστρεφομένη· πάντας δὲ ὁμοίως προσιεμένη καὶ μετὰ τῆς ἴσης καλοῦσα τιμῆς.” Ἰω. Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.65.

[13] “Ὃς ἐστι λογικός͵ μετέχει τοῦ ἀληθινοῦ φωτός͵ λογικὸς δέ ἐστι πᾶς ἄνθρωπος. τῶν οὖν μετεχόντων Λόγου πάντων ἀνθρώπων ἐν τισὶ μὲν ἡ ἰσχὺς τοῦ Λόγου ηὔξησεν͵ ἐν τισὶ δὲ ἐκλείπει. ἐὰν μὲν ἴδῃς ψυχὴν ἐμπαθῆ καὶ ἁμαρτωλόν͵ ὄψει ἐκεῖ τὴν ἰσχὺν τοῦ Λόγου ἐπιλείπουσαν· ἐὰν δὲ ἴδῃς ψυχὴν ἁγίαν καὶ δικαίαν͵ ὄψει τὴν ἰσχὺν τοῦ Λόγου ὁσημέραι καρποφοροῦσαν καὶ τὸ εἰρημένον περὶ Ἰησοῦ ἐφαρμόσεις τοῖς δικαίοις. οὐ γὰρ καθ΄ αὑτὸν μόνον ὁ Ἰησοῦς προέκοπτεν ἐν τῇ σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις͵ ἀλλὰ καὶ ἐν ἑκάστῳ τῶν τὴν προκοπὴν ἐν σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παραδεχομένων προκόπτει Ἰησοῦς ἐν σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.” Ὠριγένης, Εἰς Ἱερεμίαν, Ὁμιλία 14, ἑν. 10.

[14] Μ. Βασίλειος, Κατὰ Εὐνομίου, PG 29.604.

[15] Συμεὼν ὁ Νέος Θεολόγος, Λόγος Ι΄, Περὶ τῆς φοβερᾶς τοῦ Κυρίου ἡμέρας.., ΟΚ, τ. 2,  σ. 303.

[16] “Εἰς τὰ ἴδια ἦλθεν͵ οὐ τῆς αὑτοῦ χρείας ἕνεκεν (ἀνενδεὲς γὰρ͵ ὅπερ ἔφην͵ τὸ Θεῖον)͵ ἀλλὰ τῆς τῶν ἰδίων ἕνεκεν εὐεργεσίας. Καὶ οὐδὲ οὕτως αὐτὸν οἱ ἴδιοι εἰς τὰ αὑτοῦ παραγενόμενον ἐπ΄ ὠφελείᾳ τῇ αὑτῶν παρέλαβον͵ ἀλλὰ καὶ διεκρούσαντο· καὶ οὐ τοῦτο μόνον͵ ἀλλὰ καὶ ἔξω τοῦ ἀμπελῶνος ἐκβαλόντες ἀπέκτειναν. Καὶ οὐδὲ οὕτω τῆς μετανοίας αὐτοὺς ἀπέκλεισεν͵ ἀλλ΄ ἔδωκεν͵ εἰ βουληθεῖεν μετὰ τὴν τοσαύτην παρανομίαν πάντα ἀπολούσασθαι τὰ πλημμεληθέντα͵ διὰ τῆς εἰς αὐτὸν πίστεως͵ καὶ τοῖς οὐδὲν τοιοῦτον εἰργασμένοις͵ ἀλλὰ μάλιστα πάντων αὐτῷ φίλοις ἐξισωθῆναι. Καὶ ὅτι οὐχ ἁπλῶς οὐδὲ ψυχαγωγίας ἕνεκεν ταῦτα φθέγγομαι͵ λαμπρὰν ὑπὲρ τούτων ἀφίησι τὴν φωνὴν τὰ κατὰ τὸν μακάριον Παῦλον ἅπαντα. Οὗτος γὰρ τὸν Χριστὸν διώκων μετὰ τὸν σταυρὸν καὶ τὸν ἐκείνου μάρτυρα Στέφανον ταῖς πολλαῖς βαλὼν χερσίν͵ ἐπειδὴ μετενόησε καὶ κατέγνω τῶν πρότερον ἁμαρτηθέντων αὐτῷ καὶ τῷ διωχθέντι προσέδραμεν͵ εἰς τοὺς φίλους αὐτὸν εὐθέως καὶ τὰ πρωτεῖα ἔχοντας κατέλεξε͵ κήρυκα καὶ διδάσκαλον τῆς οἰκουμένης ἁπάσης ἀποφήνας αὐτόν͵ τὸν βλάσφημον͵ τὸν διώκτην͵ τὸν ὑβριστήν· καθὼς καὶ αὐτὸς͵ ἀγαλλόμενος ἐπὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ͵ ταῦτα ἀνεκήρυττε͵ καὶ οὐκ ᾐσχύνετο͵ ἀλλὰ καὶ ὥσπερ ἐν στήλῃ τοῖς γράμμασι τὰ πρότερον αὐτῷ τολμηθέντα καταθέμενος͵ ἅπασιν ἐπεδείκνυ͵ βέλτιον εἶναι νομίζων τὸν πρότερον αὐτοῦ παρὰ πάντων στηλιτεύεσθαι βίον ἐπὶ τὸ φανῆναι τὸ μέγεθος τῆς τοῦ Θεοῦ δωρεᾶς͵ ἢ συσκιάσαι τὴν ἄφατον αὐτοῦ καὶ ἀνεκδιήγητον φιλανθρωπίαν͵ ὀκνοῦντα τὴν οἰκείαν ἅπασιν ἐκπομπεῦσαι πλάνην. Διὰ τοῦτο ἄνω καὶ κάτω στρέφει τὰς διώξεις͵ τὰς ἐπιβουλάς͵ τοὺς πολέμους τοὺς κατὰ τῆς Ἐκκλησίας· νῦν μὲν λέγων͵ Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος͵ διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ· νῦν δὲ͵ Ὅτι ἦλθεν Ἰησοῦς ἁμαρτωλοὺς σῶσαι͵ ὧν πρῶτός εἰμι ἐγώ· καὶ πάλιν͵ Ἠκούσατε τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ͵ ὅτι καθ΄ ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν.” Ἰωάννης ὁ Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.73-74.

[17] “Τοιγαροῦν ἕκαστος ὑμῶν, ἀδελφοί, τῇ ἑαυτοῦ διανοίᾳ εἰς τήν τῶν ῥημάτων τούτων ἐγκύψας δύναμιν, ἑαυτόν θεασάσθω. Εἰ τόν Θεόν Λόγον ἐλθόντα ἔλαβεν, εἰ τέκνον Θεοῦ ἐγένετο, εἰ οὐκ ἐξ αἵματος καί σαρκός μόνον, ἀλλά καί ἐκ Θεοῦ γεγέννηται, εἰ ἔγνω τόν σαρκωθέντα Λόγον σκηνώσαντα ἐν αὐτῷ καί εἰ ἐθεάσατο τήν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρά Πατρός, ἰδού γέγονε χριστιανός καί ἀναγεννηθέντα ἑαυτόν ἐθεάσατο καί τόν γεννήσαντα αὐτόν Πατέρα ἐγνώρισεν, οὐ λόγῳ μόνῳ, ἀλλ᾿ἔργῳ χάριτος καί ἀληθείας. Ἐμμείνωμεν, ἀδελφοί, ἐν τούτῳ τῷ ἐσόπτρῳ τῆς ἀληθείας καί ἀποστῶμεν τῆς βλαβερᾶς καί αἱρεσιώδους διδασκαλίας καί ὑπονοίας τῶν λεγόντων μή ἀποκαλύπτεσθαι νῦν ἐν ἡμῖν τοῖς  πιστοῖς τήν δόξαν τῆς θεότητος τοῦ Κυρίου Ἰησοῦ διά τῆς τοῦ Ἁγίου  Πνεύματος δωρεᾶς· ἡ γάρ δωρεά ἐν τῇ ἀποκαλύψει δίδοται καί ἡ ἀποκάλυψις διά τῆς δωρεᾶς ἐνεργεῖται. Οὔτε οὖν Πνεῦμα Ἅγιον λαμβάνει τις, μή ἀποκαλυπτόμενον καί ὁρώμενον νοερῶς, οὔτε ἀποκάλυψιν βλέπει, εἰ μή ἐν Ἁγίῳ Πνεύματι φωτισθῇ, οὔτε πιστός τελείως δύναται λέγεσθαι, εἰ μή τό τοῦ Θεοῦ Πνεῦμα λάβῃ.” Συμεὼν ὁ Νέος Θεολόγος, Λόγος Ι΄, Περὶ τῆς φοβερᾶς τοῦ Κυρίου ἡμέρας.., ΟΚ, τ. 2,  σ. 306.

[18] “Πᾶσι δὲ δῆλον͵ ὅτι ἡ σὰρξ ὕλη καὶ κτίσμα ἐστίν. Σέβω οὖν τὴν ὕλην καὶ δι΄ αἰδοῦς ἄγω καὶ προσκυνῶ͵ δι΄ ἧς ἡ σωτηρία μου γέγονε͵ σέβω δὲ οὐχ ὡς Θεόν͵ ἀλλ΄ ὡς θείας ἐνεργείας καὶ χάριτος ἔμπλεων. ῏Η οὐχ ὕλη τὸ τοῦ σταυροῦ ξύλον τὸ τρισόλβιόν τε καὶ τρισμακάριστον; ῏Η οὐχ ὕλη τὸ ὄρος τὸ σεπτὸν καὶ ἅγιον͵ ὁ τοῦ κρανίου τόπος; ῏Η οὐχ ὕλη ἡ ζωηφόρος πέτρα͵ ὁ τάφος ὁ ἅγιος͵ ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως; ῏Η οὐχ ὕλη τὸ μέλαν καὶ τὰ τῶν εὐαγγελίων δέρματα; ῏Η οὐχ ὕλη ἡ ζωοποιὸς τράπεζα ἡ τὸν ἄρτον ἡμῖν τῆς ζωῆς χορηγοῦσα; ῏Η οὐχ ὕλη ὁ χρυσός τε καὶ ὁ ἄργυρος͵ ἐξ ὧν σταυροί τε καὶ πίνακες ἅγιοι κατασκευάζονται καὶ ποτήρια; ῏Η οὐχ ὕλη πρὸ τούτων ἁπάντων τὸ τοῦ Κυρίου μου σῶμα καὶ αἷμα; ῍Η πάντων τούτων ἄνελε τὸ σέβας καὶ τὴν προσκύνησιν ἢ παραχώρει τῇ ἐκκλησιαστικῇ παραδόσει καὶ τὴν τῶν εἰκόνων προσκύνησιν Θεοῦ καὶ φίλων Θεοῦ ὀνόματι ἁγιαζομένων καὶ διὰ τοῦτο θείου Πνεύματος ἐπισκιαζομένων χάριτι.” Ἰωάννης Δαμασκηνός, Πρὸς τοὺς διαβάλλοντας τὰς ἁγίας εἰκόνας, λόγος β΄, ἑν. 14.

[19] “Εἴπερ ὅσοι ἔλαβον τὸ φῶς τὸ ἀληθινόν͵ ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον͵ οὐ τῷ εἶναι ἐκ τοῦ Θεοῦ εἰλήφασιν αὐτό (εἰ γὰρ τῷ εἶναι ἐκ τοῦ Θεοῦ εἰλήφεισαν αὐτό͵ οὐκ ἂν περὶ αὐτῶν ἀναγέγραπτο· Ὅσοι δὲ ἔλαβον αὐτόν͵ ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι͵ τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ)͵ δῆλον ὅτι οἱ μὴ ὄντες ἐκ τοῦ Θεοῦ͵ πρὶν μὲν λαβεῖν τὸ φῶς τὸ ἀληθινόν͵ οὐδὲ ἐξουσίαν πως ἔχουσιν τοῦ τέκνα Θεοῦ γενέσθαι· ἐπὰν δὲ λάβωσιν αὐτό͵ τέκνα μὲν οὐδέπω γίνονται Θεοῦ͵ ἀλλ΄ ἐξουσίαν λαμβάνουσιν διὰ τοῦ εἰληφέναι τὸ φῶς γενέσθαι τέκνα Θεοῦ. τότε γενόμενοι ἐκ τοῦ Θεοῦ καὶ τὰ ῥήματα ἀκούουσιν αὐτοῦ͵ οὐκέτι ἁπλούστερον πιστεύοντες μόνον ἀλλ΄ ἤδη καὶ διορατικώτερον κατανοοῦντες τὰ τῆς θεοσεβείας πράγματα. οἱ δὲ μὴ τοιοῦτοι φιλοτιμησάμενοι εἶναι τέκνα μὲν οὐ γίνονται Θεοῦ͵ οὐδὲ ἐκ τοῦ Θεοῦ͵ καὶ διὰ τοῦτο οὐκ ἀκούουσιν τὰ ῥήματα αὐτοῦ οὐδὲ συνιᾶσιν τοῦ βουλήματος αὐτῶν· μένουσιν δὲ ἐν τῇ πρὸ τῶν τέκνων τοῦ Θεοῦ καταστάσει τῶν πεπιστευκότων μόνον͵ δοῦλοι Θεοῦ τῷ εἰληφέναι τὸ τῆς δουλείας εἰς φόβον πνεῦμα καὶ μὴ ἐσπουδακέναι προβῆναι καὶ προκόψαι ὥστε καὶ τὸ τῆς υἱοθεσίας χωρῆσαι͵ ἐν ᾧ κράζουσιν οἱ ἔχοντες αὐτό· Ἀββᾶ͵ ὁ Πατήρ.” Ὠριγένης, Εἰς τὸ Κατὰ Ἰωάννην, βιβλίο 20, κεφ. 33, ἑν. 288-90.

[20] “Εἰ γάρ φύσει Θεός ὤν ὁ Λόγος προσλήψει σαρκός νοερῶς ἐψυχωμένης δίχα τροπῆς γέγονεν ἄνθρωπος, δῆλον ὡς ἐξ ἀμφοῖν εἷς καί δι᾿ ἑνός ἑαυτόν κατ᾿ ἀλήθειαν ἄμφω πιστούμενος, ἀμφοτέρων εἶχεν ὁ αὐτός τό τε κοινόν καί τό ἴδιον, οἷς τήν πρός τά ἄκρα ἐποιεῖτο ἕνωσιν καί διάκρισιν, τῇ μέν πρός ἄλληλα φυσικῇ διαφορᾷ τῶν οἰκείων μερῶν κατ᾿ οὐσίαν τοῖς ἄκροις ἑνούμενος, τῇ δέ τῶν αὐτῶν, δηλονότι μερῶν, ταυτότητι, καθ᾿ ὑπόστασιν, τῶν ἄκρων διακρινόμενος. Εἰ δέ διαφοράν εἶχεν ὁ αὐτός καί ταυτότητα, δῆλον ὡς ἕν καί δύο ἦν ὁ αὐτός. Ἕν μέν, τῷ λόγῳ τῆς οἰκείας κατά τήν ὑπόστασιν ἀδιαιρέτου μονάδος, δύο δέ, τῷ λόγῳ τῆς κατ᾿ οὐσίαν πρός ἄλληλα τῶν οἰκείων μερῶν καί μετά τήν ἕνωσιν ἑτερότητος. Διαφορά γάρ ἐστιν λόγος, καθ᾿ ὅν ἡ πρός ἄλληλα τῶν σημαινομένων ἑτερότης σώζεσθαι πέφυκεν καί τοῦ πῶς εἶναι δηλωτικός. Ταυτότης δέ ἐστιν ἀπαραλλαξία, καθ᾿ ἥν ὁ τοῦ σημαινομένου λόγος τό πάντη κέκτηται μοναδικόν, μηδενί τρόπῳ διαφορᾶς γνωριζόμενον.” Μάξιμος ὁ Ὁμολογητής, Ὅτι Θεὸς ὑπάρχων τέλειος.., PG 90.560-1.

[21] “Καὶ προσελήφθη ἡ ἀλήθεια τοῦ σώματος καὶ ἡ σοφία ᾠκοδόμησεν οἶκον· ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν͵ τοῦτ΄ ἔστιν ἐν αὐτῷ τῷ σώματι ὅπερ ἔλαβεν ἐξ ἀνθρώπου καὶ πνεῦμα ψυχῆς λογικῆς ἐψύχωσεν. Καὶ ὁ ἀναλλοίωτος Θεὸς τὴν τοῦ δούλου μορφὴν ἀνεδέξατο͵ ἵνα τοῖς μὲν ἀπίστοις νομισθῇ ὡς ἄνθρωπος͵ τοῖς δὲ πιστοῖς φανερωθῇ ὡς Θεός· Υἱὸς γὰρ Θεοῦ καὶ Θεὸς πρὸ αἰώνων ὑπάρχων͵ υἱὸς γυναικὸς ἁγίας κατηξίωσεν γενέσθαι καὶ ὁ ἀόρατος ὁρᾶται καὶ ὁ πλούσιος δι΄ ἡμᾶς πτωχεύει καὶ ὁ ἀπαθὴς καὶ ἀθάνατος πάσχει ὡς ἄνθρωπος.” Ἰωάννης ὁ Χρυσόστομος, Εἰς τὸν Εὐαγγελισμόν, στίχοι 105-113 (φερόμενο ἀπὸ ὁρισμένα χειρόγραφα ὡς ἔργο τοῦ ἁγ. Γρηγορίου Νύσσης)

[22] “Ἄνθρωπος δὲ γέγονε καὶ οὐκ εἰς ἄνθρωπον ἦλθε· καὶ τοῦτο γὰρ ἀναγκαῖον εἰδέναι· μήποτε καὶ εἰς τοῦτο πεσόντες οἱ ἀσεβεῖς ἀπατήσωσί τινας κἀκεῖνοι νομίσωσιν ὅτι͵ ὥσπερ ἐν τοῖς ἔμπροσθεν χρόνοις εἰς ἕκαστον τῶν ἁγίων ἐγίνετο͵ οὕτω καὶ νῦν εἰς ἄνθρωπον ἐπεδήμησεν ὁ Λόγος ἁγιάζων καὶ τοῦτον καὶ φανερούμενος ὥσπερ καὶ ἐν τοῖς ἄλλοις. Εἰ γὰρ οὕτως ἦν καὶ μόνον ἐν ἀνθρώπῳ φανεὶς ἦν͵ οὐδὲν ἦν παράδοξον͵ οὔτε οἱ ὁρῶντες ἐξενίζοντο λέγοντες· Ποταπὸς ἄρα ἐστὶν οὗτος; καί, Διὰ τί σύ͵ ἄνθρωπος ὤν͵ ποιεῖς σεαυτὸν Θεόν; Εἶχον γὰρ τὴν συνήθειαν ἀκούοντες· Καὶ ἐγένετο Λόγος Κυρίου πρὸς ἕκαστον τῶν προφητῶν. Νῦν δέ͵ ἐπειδὴ ὁ τοῦ Θεοῦ Λόγος͵ δι΄ οὗ γέγονε τὰ πάντα͵ ὑπέμεινε καὶ Υἱὸν ἀνθρώπου γενέσθαι καὶ ἐταπείνωσεν ἑαυτὸν λαβὼν δούλου μορφήν, διὰ τοῦτο Ἰουδαίοις μὲν σκάνδαλόν ἐστιν ὁ τοῦ Χριστοῦ σταυρός͵ ἡμῖν δὲ Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· Ὁ Λόγος γὰρ͵ ὡς εἶπεν ὁ Ἰωάννης͵ σὰρξ ἐγένετο· τῆς Γραφῆς ἔθος ἐχούσης λέγειν σάρκα τὸν ἄνθρωπον.” Μ. Ἀθανάσιος, Κατὰ Ἀρειανῶν Λόγοι τρεῖς, PG 26.388.

[23] “Καὶ σωματικῶς γε λαλούμενος καὶ ὡς σὰρξ ἀπαγγελλόμενος ἐφ΄ ἑαυτὸν καλεῖ τοὺς ὄντας σάρκα͵ ἵν΄ αὐτοὺς ποιήσῃ πρῶτον μορφωθῆναι κατὰ Λόγον τὸν γενόμενον σάρκα͵ καὶ μετὰ τοῦτο αὐτοὺς ἀναβιβάσῃ ἐπὶ τὸ ἰδεῖν αὐτόν͵ ὅπερ ἦν πρὶν γένηται σάρξ· ὥστε αὐτοὺς ὠφεληθέντας καὶ ἀναβάντας ἀπὸ τῆς κατὰ σάρκα εἰσαγωγῆς εἰπεῖν τό· Εἰ καὶ Χριστόν ποτε κατὰ σάρκα ἐγνώκαμεν͵ ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. Σὰρξ οὖν ἐγένετο καὶ γενόμενος σὰρξ ἐσκήνωσεν ἐν ἡμῖν οὐκ ἔξω γινόμενος ἡμῶν͵ σκηνώσας δὲ καὶ γενόμενος ἐν ἡμῖν οὐκ ἔμεινεν ἐπὶ τῆς πρώτης μορφῆς͵ ἀλλ΄ ἀναβιβάσας ἡμᾶς ἐπὶ τὸ λογικὸν ὑψηλὸν ὄρος ἔδειξεν ἡμῖν τὴν ἔνδοξον μορφὴν ἑαυτοῦ καὶ τὴν λαμπρότητα τῶν ἐνδυμάτων αὐτοῦ καὶ οὐχ ἑαυτοῦ γε μόνου ἀλλὰ καὶ τοῦ πνευματικοῦ γε νόμου͵ ὅς ἐστιν ἐν δόξῃ ὀφθεὶς μετὰ Ἰησοῦ Μωϋσῆς. Ἔδειξε δ΄ ἡμῖν καὶ πᾶσαν προφητείαν͵ οὐδὲ μετὰ τὸ ἐνανθρωπῆσαι ἀποθνῄσκουσαν ἀλλ΄ ἀναλαμβανομένην εἰς οὐρανόν͵ ἧς σύμβολον Ἠλίας ἦν. Ὁ δὲ ταῦτα θεωρήσας εἴποι ἂν τό· Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ͵ δόξαν ὡς μονογενοῦς παρὰ Πατρός͵ πλήρης χάριτος καὶ ἀληθείας.” Ὠριγένης, Κατὰ Κέλσου, βιβλ. 6, ἑν. 68.

[24] Μ. Βασίλειος, Εἰς τοὺς Ψαλμούς, PG 29.452.

[25] “Αὐτοπηγὴ καὶ αὐτόριζα ἐστὶ πάντων τῶν καλῶν͵ αὐτοζωὴ καὶ αὐτοφῶς καὶ αὐτοαλήθεια, οὐκ ἐν ἑαυτῷ συνέχων τῶν ἀγαθῶν τὸν πλοῦτον͵ ἀλλὰ καὶ εἰς τοὺς ἄλλους ἅπαντας ὑπερβλύζων αὐτὸν καὶ μετὰ τὸ ὑπερβλύσαι μένων πλήρης. ἐν οὐδενὶ γὰρ ἐλαττούμενος ἐκ τῆς εἰς ἑτέρους χορηγίας͵ ἀλλ΄ ἀεὶ πηγάζων καὶ πᾶσι τούτων μεταδιδοὺς τῶν καλῶν͵ ἐπὶ τῆς αὐτῆς μένει τελειότητος.” Ἰωάννης Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.91.

[26] “Διδάσκει δὲ ὁ βαπτιστὴς πῶς ἔμπροσθεν αὐτοῦ γέγονεν Ἰησοῦς τῷ πρῶτος αὐτοῦ - ἐπεὶ πρωτότοκος πάσης κτίσεως - εἶναι διὰ τοῦ Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. Διὰ τοῦτο γάρ͵ φησίν͵ ἔμπροσθέν μου γέγονεν͵ ὅτι πρῶτός μου ἦν. Διὰ τοῦτο δὲ νοῶ αὐτὸν πρῶτόν μου ὄντα καὶ τιμιώτερον παρὰ τῷ Πατρί͵ ἐπεὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἐγώ τε καὶ οἱ πρὸ ἐμοῦ προφῆται εἰλήφαμεν χάριν τὴν θειοτέραν καὶ μείζονα καὶ προφητικὴν ἀντὶ χάριτος τῆς κατὰ τὴν προαίρεσιν ἡμῶν ἀποδεχθείσης παρ΄ αὐτοῦ.” Ὠριγένης, Εἰς τὸ Κατὰ Ἰωάννην, βιβλ. 6, κεφ. 6, ἑν. 35.

[27] “Διὰ Μωσέως δὲ ὁ νόμος ἐδόθη ἀλλ΄ οὐχ ὑπ΄ αὐτοῦ͵ ἀλλ΄ ὑπὸ τοῦ Θεοῦ. Θεοῦ γὰρ ὁ νόμος κατὰ τὸ γεγραμμένον· Ὁ νόμος Κυρίου ἄμωμος͵ ἐπιστρέφων ψυχάς. πλὴν εἰ καὶ διὰ Μωσέως ὁ νόμος δίδοται͵ ἀλλά γε Ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο͵ τῆς χάριτος δι΄ ἀφέσεως ἁμαρτημάτων κωλυούσης τὴν ἐκ τοῦ νόμου κατὰ τῶν ἁμαρτωλῶν κόλασιν· καὶ τῆς ἀληθείας ὑπερβαινούσης τὰς σκιὰς καὶ τοὺς τύπους. ἐπίστησον δὲ καὶ τοῖς λεχθησομένοις. ἐπεὶ καὶ ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου παρείλκυσαν͵ ὡς αὐτὸν πέρας γεγονέναι τῆς παλαιᾶς γραφῆς͵ μεθ΄ ἣν ἡ ἐπιδημία τοῦ σωτῆρος γέγονε͵ πάνυ συνᾳδόντως τὸ Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, εἴρηται. ἐπειδὴ γὰρ προανεφωνεῖτο ἡ τοῦ σωτῆρος κάθοδος ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν͵ ἐλθὼν ὀπίσω ἐληλυθέναι λέγεται. ἀλλ΄ εἰ καὶ ὀπίσω ἐλήλυθεν͵ ἀλλ΄ οὖν πληρώσας νόμον καὶ προφήτας τῷ τὸ ἔνθεον αὐτῶν πεφανερωκέναι ἔμπροσθεν γέγονε καὶ δηλωθεὶς αἴτιος εἶναι πάσης ἐκείνης τῆς θεοπνεύστου γραφῆς͵ παρελκυσάσης ἕως τοῦ βαπτιστοῦ Ἰωάννου.” Ὠριγένης, Εἰς τὸ Κατὰ Ἰωάννην, ἀπόσπασμα 12.

[28] Μ. Ἀθανάσιος, Περὶ Διονυσίου Ἀλεξανδρείας, κεφ. 10, ἑν.5.

[29] “Τὸ ἀόρατον καὶ ἄρρητον κόλπον ὀνομάσας Θεοῦ, βυθὸν δ΄ αὐτὸν κεκλήκασιν ἐντεῦθεν τινὲς ὡς ἂν περιειληφότα καὶ ἐγκολπισάμενον τὰ πάντα ἀνέφικτόν τε καὶ ἀπέραντον. ναὶ μὴν ὁ δυσμεταχειριστότατος περὶ Θεοῦ λόγος οὗτός ἐστιν. ἐπεὶ γὰρ ἀρχὴ παντὸς πράγματος δυσεύρετος͵ πάντως που ἡ πρώτη καὶ πρεσβυτάτη ἀρχὴ δύσδεικτος͵ ἥτις καὶ τοῖς ἄλλοις ἅπασιν αἰτία τοῦ γενέσθαι καὶ γενομένους εἶναι. πῶς γὰρ ἂν εἴη ῥητὸν ὃ μήτε γένος ἐστὶ μήτε διαφορὰ μήτε εἶδος μήτε ἄτομον μήτε ἀριθμός͵ ἀλλὰ μηδὲ συμβεβηκός τι μηδὲ ᾧ συμβέβηκέν τι. οὐκ ἂν δὲ ὅλον εἴποι τις αὐτὸν ὀρθῶς· ἐπὶ μεγέθει γὰρ τάττεται τὸ ὅλον καὶ ἔστι τῶν ὅλων Πατήρ. οὐδὲ μὴν μέρη τινὰ αὐτοῦ λεκτέον· ἀδιαίρετον γὰρ τὸ ἕν͵ διὰ τοῦτο δὲ καὶ ἄπειρον͵ οὐ κατὰ τὸ ἀδιεξίτητον νοούμενον͵ ἀλλὰ κατὰ τὸ ἀδιάστατον καὶ μὴ ἔχον πέρας καὶ τοίνυν ἀσχημάτιστον καὶ ἀνωνόμαστον. κἂν ὀνομάζωμεν αὐτό ποτε͵ οὐ κυρίως καλοῦντες ἤτοι ἓν ἢ τἀγαθὸν ἢ νοῦν ἢ αὐτὸ τὸ ὂν ἢ πατέρα ἢ θεὸν ἢ δημιουργὸν ἢ κύριον͵ οὐχ ὡς ὄνομα αὐτοῦ προφερόμενοι λέγομεν͵ ὑπὸ δὲ ἀπορίας ὀνόμασι καλοῖς προσχρώμεθα͵ ἵν΄ ἔχῃ ἡ διάνοια͵ μὴ περὶ ἄλλα πλανωμένη͵ ἐπερείδεσθαι τούτοις. οὐ γὰρ τὸ καθ΄ ἕκαστον μηνυτικὸν τοῦ Θεοῦ͵ ἀλλὰ ἀθρόως ἅπαντα ἐνδεικτικὰ τῆς τοῦ παντοκράτορος δυνάμεως· τὰ γὰρ λεγόμενα ἢ ἐκ τῶν προσόντων αὐτοῖς ῥητά ἐστιν ἢ ἐκ τῆς πρὸς ἄλληλα σχέσεως͵ οὐδὲν δὲ τούτων λαβεῖν οἷόν τε περὶ τοῦ Θεοῦ.” Κλήμης Ἀλεξανδρεύς, Στρωματεῖς, βιβλ. 5, κεφ. 12, ἑν. 81,3-82,3.

[30] Μ. Βασίλειος, Περὶ τοῦ ἁγ. Πνεύματος, κεφ. 11, ἑν. 27. | “Τῷ ὁμοίῳ καθορᾶσθαι τὰ ὅμοια παρὰ τῆς Γραφῆς μεμαρτύρηται. ὁ γὰρ Στέφανος οὐκ ἐν τῇ ἀνθρωπίνῃ φύσει τε καὶ δυνάμει μένων τὸ θεῖον βλέπει͵ ἀλλὰ πρὸς τὴν τοῦ ἁγίου Πνεύματος χάριν ἀνακραθεὶς δι΄ ἐκείνου ὑψώθη πρὸς τὴν τοῦ Θεοῦ κατανόησιν. οὐκοῦν εἰ χωρὶς Πνεύματος οὔτε κύριον Ἰησοῦν ἔστιν ἰδεῖν͵ καθώς φησιν ὁ ἀπόστολος͵ οὔτε τὴν πατρικὴν δόξαν κατανοῆσαι͵ δέδεικται σαφῶς͵ ὅτι ὅπου τὸ Πνεῦμά ἐστιν ἐκεῖ καὶ ὁ Υἱὸς καθορᾶται καὶ ἡ πατρικὴ δόξα καταλαμβάνεται.” Γρηγόριος Νύσσης, Εἰς τὸν πρωτομάρτυρα Στέφανον α’, Lendle, σελ. 36-38.

[31] “Καθ΄ ὃ τυχὸν τοῖς τὰ ὑψηλότερα ζητοῦσι τῶν θεωρημάτων καὶ ἄλλως πάρεστιν ὁρᾶν͵ ὡς ἐν ἐρήμῳ͵ τῇ ἐστερημένῃ παθῶν ψυχῇ τὴν διὰ τῶν ἀρετῶν φωνὴν τῆς ἀφανῶς βοώσης θείας σοφίας καὶ γνώσεως͵ ἐπειδὴ πάντα κατὰ τὴν ἀναλογίαν ἑκάστου πᾶσιν ὁ εἷς καὶ ὁ αὐτὸς γίνεται Λόγος͵ χωρῶν δι΄ ἑκάστου καὶ ὡς πρόδρομον φωνὴν τὴν προκατασκευάζουσαν ἕκαστον πρὸς τὴν αὐτοῦ παρουσίαν προδωρούμενος χάριν͵ ἐν μὲν τοῖς γινομένην μετάνοιαν ὡς μελλούσης δικαιοσύνης πρόδρομον͵ ἐν δὲ τοῖς ἀρετὴν ὡς προσδοκωμένης γνώσεως προκαταρτισμόν͵ ἐν ἄλλοις δὲ γνῶσιν ὡς τῆς παρεσομένης θεωτικῆς ἕξεως χαρακτῆρα. Καὶ ἁπλῶς ἐπιλείψει τὸν θεωρητικὸν νοῦν ὁ χρόνος τὰς θείας ἀναβάσεις τοῦ Λόγου γνωστικῶς ποιούμενον καὶ τὰς αὐτοῦ πρὸς ἕκαστον ὑπερφυεῖς ἁρμόζοντα καὶ φιλανθρώπους ἐπινοίας͵ καθ΄ ἃς πάντα γίνεται πᾶσιν͵ ἵνα πάντας σώσῃ διὰ τὸν πλοῦτον τῆς αὐτοῦ χρηστότητος.” Μάξιμος ὁ Ὁμολογητής, Πρὸς Θαλάσσιον, ἑν. 47.

[32] “Πρὸς γὰρ τὸ Τί οὖν βαπτίζεις͵ εἰ σὺ οὐκ εἶ ὁ Χριστός; τί ἄλλο ἐχρῆν εἰπεῖν ἢ τὸ ἴδιον παραστῆσαι βάπτισμα σωματικώτερον τυγχάνον; Ἐγώ͵ γάρ φησιν͵ βαπτίζω ἐν ὕδατι. Καὶ τοῦτο εἰπὼν πρὸς τὸ Τί οὖν βαπτίζεις; πρὸς τὸ δεύτερον Εἰ σὺ οὐκ εἶ ὁ Χριστός δοξολογίαν περὶ τῆς προηγουμένης οὐσίας Χριστοῦ διηγεῖται͵ ὅτι δύναμιν τοσαύτην ἔχει ὡς καὶ ἀόρατος εἶναι τῇ θειότητι αὐτοῦ͵ παρὼν παντὶ ἀνθρώπῳ παντὶ δὲ καὶ ὅλῳ τῷ κόσμῳ συμπαρεκτεινόμενος· ὅπερ δηλοῦται διὰ τοῦ Μέσος ὑμῶν ἕστηκεν. Καὶ ἐπεὶ οὐδὲν οἱ προσδοκῶντες Χριστοῦ ἐπιδημίαν φαρισαῖοι τηλικοῦτον περὶ αὐτοῦ ἑώρων͵ ἄνθρωπον τέλειον ἅγιον μόνον ὑπολαμβάνοντες αὐτὸν εἶναι͵ ἐμμελῶς ἐλέγχει τὴν περὶ τῆς ὑπεροχῆς αὐτοῦ φαρισαίων ἄγνοιαν͵ προστιθεὶς τῷ Μέσος ὑμῶν ἕστηκεν τό Ὃν ὑμεῖς οὐκ οἴδατε. Καὶ ἵνα μή τις ὑπολάβῃ ἕτερον εἶναι τὸν ἀόρατον καὶ διήκοντα ἐπὶ πάντα ἄνθρωπον ἢ καὶ ἐπὶ ὅλον τὸν κόσμον͵ παρὰ τὸν ἐνανθρωπήσαντα καὶ ἐπὶ τῆς γῆς ὀφθέντα καὶ τοῖς ἀνθρώποις συναναστραφέντα͵ συνάπτει τῷ Μέσος ὑμῶν ἕστηκεν͵ ὃν ὑμεῖς οὐκ οἴδατε τὸ Ὀπίσω μου ἐρχόμενος· τοῦτ΄ ἔστιν μετ΄ ἐμὲ φανερωθησόμενος.” Ὠριγένης, Εἰς τὸ Κατὰ Ἰωάννην, βιβλ. 6, κεφ. 30, ἑν. 154-156.

[33]Πέντε ζῴων προσφερομένων ἐπὶ τὸ θυσιαστήριον͵ τριῶν μὲν χερσαίων, πτηνῶν δὲ δύο͵ ἄξιόν μοι ζητεῖν φαίνεται τί δήποτε ὑπὸ τοῦ Ἰωάννου ὁ σωτὴρ ἀμνὸς λέγεται καὶ οὐδὲν τῶν λοιπῶν͵ ἀλλὰ καὶ ἐπὶ τῶν χερσαίων καθ΄ ἕκαστον τριῶν ἡλικιῶν προσαγομένων͵ ἀπὸ τοῦ γένους τῶν προβάτων τὸν ἀμνὸν ὠνόμασεν· πέντε δὲ ζῷα ταῦτά ἐστιν· μόσχος͵ πρόβατον͵ αἴξ͵ τρυγών͵ περιστερά. Καὶ τρεῖς ἡλικίαι ἑκάστου τῶν χερσαίων αὗται· μόσχος͵ βοῦς͵ μοσχάριον· κριός͵ ἀμνός͵ ἀρνίον· τράγος͵ αἴξ͵ ἔριφος· πτηνῶν δέ͵ περιστερῶν μὲν ζεῦγος νεοσσῶν μόνων͵ τρυγόνων δὲ ζεῦγος τέλειον. ... Πλὴν τὸν ἀμνὸν ἐν ταῖς θυσίαις τοῦ ἐνδελεχισμοῦ εὑρίσκομεν προσφερόμενον. ... Ποία δὲ ἑτέρα θυσία δύναται ἐνδελεχισμοῦ εἶναι τῷ λογικῷ νοητὴ ἢ λόγος ἀκμάζων͵ λόγος ἀμνὸς συμβολικῶς καλούμενος ἅμα τῷ φωτίζεσθαι τὴν ψυχὴν καταπεμπόμενος - αὕτη γὰρ ἂν εἴη ἡ ἑωθινὴ τοῦ ἐνδελεχισμοῦ θυσία - καὶ πάλιν ἐπὶ τέλει τῆς τοῦ νοῦ ἐν τοῖς θειοτέροις διατριβῆς ἀναφερόμενος; Οὐ γὰρ ἀεὶ δύναται διαρκεῖν τὸ εἶναι ἐν τοῖς κρείττοσιν͵ ὅσον κεκλήρωται ἡ ψυχὴ συνεζεῦχθαι τῷ γηίνῳ καὶ βαροῦντι σώματι. ... Ὁ δὲ προσαγαγὼν τοῦτον τὸν ἀμνὸν ἐπὶ τὴν θυσίαν ὁ ἐν τῷ ἀνθρώπῳ ἦν Θεός͵ μέγας ἀρχιερεύς͵ ὅστις τοῦτο δηλοῖ διὰ τοῦ Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ΄ ἐμοῦ͵ ἀλλ΄ ἐγὼ τίθημι αὐτὴν ἀπ΄ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι͵ καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.” Ὠριγένης, Εἰς τὸ Κατὰ Ἰωάννην, βιβλ. 6, κεφ. 51, ἑν. 264 - κεφ. 53, ἑν. 275.

[34] “Συνεχῶς δὲ τὸ Οὐκ ᾔδειν αὐτὸν͵ τίθησιν͵ οὐχ ἁπλῶς οὐδὲ εἰκῆ͵ ἀλλ΄ ἐπειδὴ συγγενὴς αὐτοῦ ἦν κατὰ σάρκα. Ἰδοὺ γὰρ͵ φησίν͵ Ἐλισάβετ ἡ συγγενής σου καὶ αὐτὴ συνειληφυῖα υἱόν. Ἵν΄ οὖν μὴ δόξῃ χαρίζεσθαι διὰ τὴν συγγένειαν͵ συνεχῶς φησι τὸ͵ Οὐκ ᾔδειν αὐτόν. Καὶ κατὰ λόγον δὲ τοῦτο συνέβαινε. Καὶ γὰρ τὸν ἅπαντα χρόνον ἐπὶ τῆς ἐρήμου διέτριβεν͵ ὢν τῆς πατρῴας οἰκίας ἐκτός. Πῶς οὖν͵ εἰ οὐκ ᾔδει αὐτὸν πρὸ τῆς τοῦ Πνεύματος καθόδου καὶ εἰ τότε πρῶτον αὐτὸν ἐγνώρισε͵ πρὸ τοῦ βαπτίσματος διεκώλυεν αὐτὸν λέγων͵ Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι; Τοῦτο γὰρ τεκμήριον τοῦ σφόδρα αὐτὸν εἰδέναι ἦν. Ἀλλ΄ οὐκ ἔμπροσθεν καὶ πρὸ πολλοῦ τοῦ χρόνου͵ καὶ εἰκότως. Τὰ μὲν γὰρ θαύματα͵ ὅσαπερ παιδὸς ὄντος ἐγένετο͵ οἷον τὰ περὶ τοὺς Μάγους καὶ τὰ ἄλλα ὅσα τοιαῦτα͵ πρὸ πολλοῦ συμβεβήκει τοῦ χρόνου͵ τοῦ Ἰωάννου σφόδρα καὶ αὐτοῦ παιδὸς ὄντος· ἐν δὲ τῷ μεταξὺ πολλοῦ γενομένου τοῦ χρόνου͵ εἰκότως πᾶσιν ἄγνωστος ἐτύγχανεν. Ἐπεὶ εἰ γνώριμος ἦν͵ οὐκ ἂν εἶπεν͵ Ἵνα φανερωθῇ τῷ Ἰσραὴλ͵ διὰ τοῦτο ἦλθον βαπτίζων. Ἐντεῦθεν ἡμῖν λοιπὸν δῆλον͵ ὅτι καὶ τὰ σημεῖα ἐκεῖνα͵ ἃ παιδικὰ εἶναί φασι τοῦ Χριστοῦ͵ ψευδῆ καὶ πλάσματά τινων ἐπεισαγόντων ἐστίν. Εἰ γὰρ ἐκ πρώτης ἀρξάμενος ἡλικίας ἐθαυματούργει͵ οὐκ ἂν οὔτε Ἰωάννης αὐτὸν ἠγνόησεν͵ οὐδὲ τὸ λοιπὸν πλῆθος ἐδεήθη ἂν διδασκάλου τοῦ φανερώσοντος αὐτόν.” Ἰωάννης ὁ Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.110.

[35] “Ἀποθαυμάσαι δ΄ ἄν τις καὶ λίαν εἰκότως τὸν ἅγιον Εὐαγγελιστὴν τὰ τῇ θείᾳ πρέποντα φύσει μετὰ πολλῆς τινος τῆς ἐπιτηρήσεως πανταχῆ διασώζοντα. ἐπειδὴ γὰρ ἔφη πρὸ τούτων ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε͵ τεθεᾶσθαι δὲ νυνὶ τὸ Πνεῦμά φησι τὸν μακάριον βαπτιστὴν͵ καταβαῖνον ἐπὶ τὸν Υἱὸν ἐξ οὐρανοῦ͵ προστίθησιν ἀναγκαίως Ὅτι τεθέαμαι τὸ Πνεῦμα͵ πλὴν ἐν εἴδει περιστερᾶς͵ οὐκ αὐτὸ δὲ κατὰ φύσιν ὅπερ ὑπάρχει γυμνόν͵ ἀλλ΄ ἐν τῷ πρᾳοτάτῳ σχηματιζόμενον ζῴῳ, ἵνα φαίνηται πάλιν καὶ διὰ τούτου οἰκειότητα καὶ ὁμοίωσιν διασῶζον φυσικὴν πρὸς τὸν Υἱὸν τὸν λέγοντα Μάθετε ἀπ΄ ἐμοῦ͵ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. οὐκοῦν οὐκ ἀποπεσεῖται τοῦ εἶναι Θεὸς κατὰ φύσιν τὸ Πνεῦμα· τετήρηται γὰρ αὐτῷ τὸ μὴ τεθεᾶσθαι πώποτε͵ πλὴν ὅσον ἐν τῷ τῆς περιστερᾶς σχηματισμῷ͵ διὰ τὴν τοῦ μανθάνοντος χρείαν. ὡς γὰρ ἐν σημείου καὶ γνωρίσματος τάξει δεδόσθαι φησὶν ἑαυτῷ τὴν τοῦ Πνεύματος κάθοδον ὁ μακάριος βαπτιστής͵ ταῖς περὶ τοῦ Σωτῆρος ἡμῶν μαρτυρίαις ἐπενεγκὼν ὅτι ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι͵ ἐκεῖνός μοι εἶπεν Ἐφ΄ ὃν ἂν ἴδης τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ΄ αὐτόν͵ οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ.” Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σ. 189. | “Εἰ δὲ ὄγκοις καὶ σταθμοῖς κρίνεις θεότητα καὶ διὰ τοῦτο μικρόν σοι τὸ Πνεῦμα͵ ὅτι ἐν εἴδει περιστερᾶς͵ ὦ μικρόλογε περὶ τὰ μέγιστα͵ ὥρα σοι καὶ βασιλείαν οὐρανῶν ἀτιμάζειν͵ ὅτι κόκκῳ σινάπεως ἀπεικάζεται, καὶ τῆς Ἰησοῦ μεγαλειότητος ὑπεραίρειν τὸν ἀντικείμενον͵ ὅτι ὁ μὲν ὄρος μέγα καλεῖται καὶ λευϊαθὰν καὶ βασιλεὺς τῶν ἐν τοῖς ὕδασιν, ὁ δὲ ἀμνὸς καὶ μαργαρίτης καὶ σταγὼν καὶ τὰ τοιαῦτα προσαγορεύεται.” Γρηγόριος Θεολόγος, Λόγος ιζ’, Εἰς τὰ ἅγια φῶτα, PG 36.353.

IC XC

[36] Τρίτη οἰκουμενικὴ σύνοδος, 1,1,6.79.

[37] “Οὐ σημαίνει τὴν οἰκίαν͵ καίτοι τοῦτο ποιεῖν ἐξαιτούμενος͵ ἰέναι δὲ μᾶλλον εἰς αὐτὴν παραχρῆμα κελεύει· πρῶτον μὲν ἐκεῖνο διδάσκων͵ ὡς ἐν ὑπογραμμῷ τῷ πράγματι͵ ὅτι τῶν ἀγαθῶν τὴν ζήτησιν͵ οὐκ εἰς ὑπερθέσεις ἀναῤῥιπτεῖσθαι καλόν· τὸ γὰρ μέλλειν ὅλως ἐν τοῖς ὠφελεῖν πεφυκόσιν ἐπιζήμιον· εἶτα πρὸς τούτῳ καὶ τόδε͵ ὅτι τοῖς ἀγνοοῦσιν ἔτι τὸν ἅγιον οἶκον τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ͵ τουτέστι τὴν Ἐκκλησίαν͵ οὐ τὸ ὅποι ποτὲ κεῖται μαθεῖν ἀρκέσει πρὸς σωτηρίαν͵ ἀλλὰ τὸ ἐλθεῖν εἰς αὐτὸν διὰ τῆς πίστεως͵ ἰδεῖν τε τὰ ἐν αὐτῷ μυστικῶς δηλονότι τελούμενα.” Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σελ. 193-4.

[38] “Εὐπαρέδρως οἱ μαθηταὶ τὴν τῶν θείων μυστηρίων ἐπαιδεύοντο γνῶσιν· οὐ γὰρ οἶμαι πρέπειν ἁψίκορον τοῖς φιλομαθέσιν ἐνυπάρχειν διάνοιαν͵ φιλοπονωτάτην δὲ μᾶλλον͵ καὶ τῆς ἐν ἱδρῶσιν ἀγαθοῖς μικροψυχίας κρείττονα͵ ὡς εἰς ἅπαντα τῆς ζωῆς τὸν καιρὸν ἐν ὁλοκλήρῳ τῇ προθυμίᾳ φαίνεσθαι διαπρέποντα ... Οὐκ ἐν ἀρχῇ τοῦ παρόντος αἰῶνος τὸ μέγα τοῦ Σωτῆρος ἡμῶν ἐγνωρίσθη μυστήριον͵ ἀλλ΄ εἰς τέλος ἤδη καταλύοντος τοῦ καιροῦ· ἐπ΄ ἐσχάτων γὰρ͵ ὡς γέγραπται͵ τῶν ἡμερῶν διδακτοὶ πάντες ἀναδεδείγμεθα Θεοῦ. δέχου δέ μοι πάλιν τῶν εἰρημένων εἰκόνα περὶ τὴν δεκάτην ὥραν͵ προσεδρεύοντας τῷ Σωτῆρι τοὺς μαθητάς͵ οὓς καὶ καταλύσαντας ἅπαξ προσμεμενηκέναι φησὶν ὁ ἅγιος Εὐαγγελιστής, ἵνα πάλιν μανθάνωσιν οἱ διὰ τῆς πίστεως εἰς τὸν θεῖον εἰσελαύνοντες οἶκον καὶ αὐτῷ προστρέχοντες τῷ Χριστῷ͵ ὅτι χρὴ προσμένειν αὐτῷ καὶ μὴ πάλιν ἀλλοτριοῦσθαι φιλεῖν͵ ἢ πρὸς ἁμαρτίαν ἐκβαίνοντας ἢ παλινδρομοῦντας εἰς ἀπιστίαν.” Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σελ. 194-5.

[39] “Δίδου γὰρ σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται φησί· γνώριζε δικαίῳ͵ καὶ προσθήσει τοῦ δέχεσθαι. ἀνασώζει δὴ οὖν τὸν οἰκεῖον Ἀνδρέας ἀδελφόν· Πέτρος δὲ οὗτος ἦν· ὅλον ἐν ὀλίγῳ κεφαλαίῳ τὸ μέγα δηλώσας μυστήριον. εὑρήκαμεν γάρ͵ φησίν͵ ὡς θησαυρὸν κεκρυμμένον ἐν ἀγρῷ ἢ ὡς ἕνα πολύτιμον μαργαρίτην τὸν Ἰησοῦν͵ κατὰ τὰς ἐν τοῖς εὐαγγελίοις παραβολάς.” Κύριλλος Ἀλεξανδρείας, Εἰς τὸ Κατὰ Ἰωάννην, Pusey, τ. 1, σελ. 194-5.

[40] “Πρὸ τῆς ὁμολογίας ὁ μισθός, πρὶν ἐργάσῃ τὸν ἀμπελῶνα͵ τὸ δηνάριον ἔλαβες, πρὶν ἀνάψῃς τὸν βωμόν͵ τὴν θυσίαν προσδέδεξαι, πρὶν κηρύξεις͵ ἐστεφανώθης. Πτωχοὺς καὶ ἀγραμμάτους ὁ Χριστὸς ἐξελέξατο. Ἡ σοφία γὰρ οὐ χρῄζει συνηγόρων ἀλλ΄ ὑπηρετῶν, οὐδεὶς γὰρ οὐδὲν αὐτῇ παρέχει͵ παρ΄ αὐτῆς δὲ πάντες καὶ πάντα λαμβάνομεν.” Μ. Φώτιος, Βιβλιοθήκη 498a.40-b.5.

[41] “Τοῦ δὲ Ναθαναὴλ ἐπιστατικῶς δεξαμένου τὸ εὐαγγέλιον διὰ τὸ μετὰ πάσης ἀκριβείας κατηχῆσθαι παρὰ τῆς προφητείας αὐτὸν τὸ περὶ τοῦ Κυρίου μυστήριον καὶ εἰδέναι μὲν ὅτι ἐκ Βηθλεὲμ ἡ πρώτη διὰ σαρκὸς γενήσεται θεοφάνεια͵ διὰ δὲ τὴν ἐν Ναζαροῖς διαγωγὴν Ναζωραῖος κληθήσεται͵ πρὸς ἀμφότερα τοίνυν ἀποσκοποῦντος καὶ λογιζομένου͵ ὅτι ἐν μὲν τῇ τοῦ Δαβὶδ Βηθλεὲμ διὰ τὴν οἰκονομίαν τῆς κατὰ σάρκα γεννήσεως ἀναγκαῖον ἦν γενέσθαι τὸ κατὰ τὸ σπήλαιον καὶ τὰ σπάργανα καὶ τὴν φάτνην μυστήριον͵ ἡ δὲ Γαλιλαία (ἐθνῶν δὲ τόπος ἡ Γαλιλαία) ἐπονομασθήσεταί ποτε τῷ τοῖς ἔθνεσιν ἐμφιλοχωρήσαντι Λόγῳ͵ καὶ διὰ τοῦτο συνθεμένου τῷ τὸ φῶς αὐτῷ τῆς γνώσεως φήναντι καὶ εἰπόντος ὅτι Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι͵ τότε ὁδηγὸς πρὸς τὴν χάριν ὁ Φίλιππος γίνεται λέγων· Ἔρχου καὶ ἴδε. διὸ καταλιπὼν ὁ Ναθαναὴλ τὴν τοῦ νόμου συκῆν͵ ἧς ἡ σκιὰ πρὸς τὴν μετουσίαν τοῦ φωτὸς διεκώλυε͵ καταλαμβάνει τὸν τὰ φύλλα τῆς συκῆς διὰ τὴν τῶν ἀγαθῶν ἀκαρπίαν ἀποξηραίνοντα.” Γρηγόριος Νύσσης, Εἰς τὸ Ἆσμα Ἀσμάτων, Langerbeck, τ. 6, σελ. 433.

[42] “Ἰσραὴλ πρῶτος ὁ Ἰακὼβ ἐκλήθη͵ ὅτε ἑώρακε τὴν κλίμακα καὶ τοὺς ἀγγέλους ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπ΄ αὐτὸν δι΄ αὐτῆς καὶ προσεπάλαισε τῷ ὀφθέντι αὐτῷ καὶ πρὸς αὐτοῦ ἤκουσεν· οὐκέτι τὸ ὄνομά σου Ἰακώβ͵ ἀλλὰ Ἰσραήλ. τούτῳ δὲ τῷ ὀνόματι ἅπας ὁ τῶν Ἰουδαίων ἐκλήθη λαὸς ὡς ἐξαιρέτῳ τε καὶ θείῳ καὶ ἀπὸ τῶν ἄλλων ἐθνῶν διαστέλλοντι αὐτούς. ἔστι δὲ Ἰσραὴλ νοῦς ὁρῶν τὸν θεόν. διὸ καὶ ἡ ἐξ ἐθνῶν ἐκκλησία Ἰσραὴλ ὠνομάσθη οὐ κατὰ σάρκα͵ ἀλλὰ κατὰ θείαν χάριν.” Κύριλλος Ἀλεξανδρείας, Σχόλια εἰς Ματθαῖον, ἀπ. 11.

[43] “Ὡς γὰρ ἐπὶ υἱὸν βασιλέως γνήσιον͵ οὕτως ἀνῄεσαν καὶ κατῄεσαν οἱ διάκονοι οἱ βασιλικοὶ͵ τοῦτο μὲν παρὰ τὸν καιρὸν τοῦ σταυροῦ͵ τοῦτο δὲ παρὰ τὸν καιρὸν τῆς ἀναστάσεως καὶ τῆς ἀναλήψεως͵ καὶ πρὸ τούτου δὲ ὅτε προσῆλθον καὶ διηκόνουν αὐτῷ͵ ὅτε εὐηγγελίζοντο αὐτοῦ τὸν τόκον͵ ὅτε ἐβόων· Δόξα ἐν ὑψίστοις Θεῷ͵ καὶ ἐπὶ γῆς εἰρήνη· ὅτε πρὸς τὴν Μαριὰμ ἦλθον͵ ὅτε πρὸς τὸν Ἰωσήφ. ... Τί οὖν ὁ Ναθαναήλ; Οὐδὲν πρὸς τοῦτο ἀποκρίνεται. Διὸ καὶ ὁ Χριστὸς μέχρι τούτου τὸν λόγον ἔστησε τὸν πρὸς αὐτόν͵ συγχωρῶν κατ΄ ἰδίαν ἀναλογίσασθαι τὰ λεχθέντα καὶ οὐ βουλόμενος πάντα ἀθρόως ἐκχέειν͵ ἀλλὰ καταβαλὼν εἰς εὔφορον γῆν τὰ σπέρματα͵ ἀφίησιν αὐτὴν ἐπὶ σχολῆς βλαστῆσαι λοιπόν. Ὅπερ καὶ ἀλλαχοῦ δεικνὺς ἔλεγεν· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα.” Ἰωάννης ὁ Χρυσόστομος, Εἰς τὸ Κατὰ Ἰωάννην, PG 59.129.

[44] Ἰωάννης ὁ Χρυσόστομος, Εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου, PG 50.449.

[45] Ρωμανὸς ὁ Μελωδός, Ἀκάθιστος ὕμνος, ἑν. 16. | “Ἔστι δὲ τὸ Ἀλληλούϊα͵ Αἶνος τῷ ἀοράτῳ. Λέγεται δὲ τοὺς ἀγγέλους ταύτῃ τῇ φωνῇ αἰνεῖν τὸν Θεόν͵ ὥσπερ τὰ Χερουβὶμ τό· Ἅγιος͵ ἅγιος͵ ἅγιος. Καὶ τοῦτο ἅγιοι παραδεδώκασι πατέρες͵ αὐτήκοοι γενόμενοι͵ ὥσπερ Ἡσαΐας τῶν Σεραφίμ. Διαιρεῖται δὲ τὸ Ἀλληλούϊα οὕτως͵ ἄλ͵ Θεός͵ ἤλ͵ ἰσχυρός͵ οὔϊα͵ κραταιός.” Μ. Ἀθανάσιος, Εἰς τοὺς Ψαλμούς, PG 27.441.

 

Ο Αρχάγγελος Γαβριήλ

 

>>

Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ  -  ΚΑΤΑ ΙΩΑΝΝΗΝ

^

www.myriobiblos.gr/bible/nt-fathers.asp

ΕΠΙΚΟΙΝΩΝΙΑ